ΣΤΑΣΙΣ
Α'
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν
ἐπέμφθη, εἰπεῖν τὴ Θεοτόκω τὸ
Χαῖρε (γ') καὶ σὺν τὴ
ἀσωμάτω φωνή, σωματούμενόν σε θεωρῶν
Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων
πρὸς αὐτὴν τοιαῦτα.
Χαῖρε, δι' ἦς ἡ χαρὰ
ἐκλάμψει,
χαῖρε, δι' ἦς ἡ ἀρὰ
ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ
ἡ ἀνάκλησις,
χαῖρε τῶν δακρύων τῆς Εὔας
ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον
ἀνθρωπίνοις λογισμοίς,
χαῖρε, βάθος δυσθεώρητον καὶ
Ἀγγέλων ὀφθαλμοίς.
Χαῖρε, ὅτι ὑπάρχεις
Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν
βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων
τὸν Ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου
σαρκώσεως.
Χαῖρε, δι' ἦς νεουργεῖται ἡ
κτίσις,
χαῖρε, δι' ἦς βρεφουργεῖται
Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ Ἁγία,
ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῶ
Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς
φωνῆς, δυσπαράδεκτόν μου τὴ ψυχὴ φαίνεται,
ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς
λέγεις; κράζων, Ἀλληλούϊα.
Ἀλληλούϊα.
Γνῶσιν ἄγνωστον γνῶναι, ἡ
Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν
λειτουργοῦντα: Ἐκ λαγόνων ἀγνῶν, Υἱὸν
πῶς ἐστι τεχθῆναι δυνατόν, λέξον μοί.
Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ
, πλὴν κραυγάζων οὕτω,
Χαῖρε, βουλῆς ἀπορρήτου
μύστις,
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ
τὸ προοίμιον,
χαῖρε, τῶν δογμάτων αὐτοῦ
τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι '
ἦς κατέβη ὁ Θεός,
χαῖρε γέφυρα μετάγουσα τοὺς
ἐκ γῆς πρὸς οὐρανόν,
Χαῖρε, τὸ τῶν Ἀγγέλων
πολυθρύλητον θαῦμα,
χαῖρε, τὸ τῶν δαιμόνων
πολυθρήνητον τραῦμα,
Χαῖρε, τὸ Φῶς ἀρρήτως
γεννήσασα,
χαῖρε, τὸ πῶς μηδένα
διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα
γνῶσιν.
χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Ν ὕμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Δύναμις τοῦ Ὑψίστου,
ἐπεσκίασε τότε, πρὸς σύλληψιν τὴ
Ἀπειρογάμω. καὶ τὴν εὔκαρπον ταύτης
νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν
ἅπασι, τοὶς θέλουσι θερίζειν σωτηρίαν, ἐν
τῷ ψάλλειν οὕτως. Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ἔχουσα θεοδόχον, ἡ Παρθένος
τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν
Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης
εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν,
ἔχαιρε! καὶ ἅλμασιν ὡς ἄσμασιν, ἐβόα
πρὸς τὴν Θεοτόκον.
Χαῖρε, βλαστοῦ ἀμαράντου
κλῆμα,
χαῖρε, καρποῦ ἀκηράτου
κτῆμα,
Χαῖρε, γεωργὸν γεωργοῦσα
φιλάνθρωπον,
χαῖρε, φυτουργὸν τῆς ζωῆς
ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα
εὐφορίαν, οἰκτιρμῶν,
χαῖρε, τράπεζα βαστάζουσα
εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς
τρυφῆς ἀναθάλλεις,
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν
ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χαῖρε, παντὸς τοῦ κόσμου
ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς
εὐδοκία,
χαῖρε, θνητῶν πρὸς Θεὸν
παρρησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν
ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ
ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν,
καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθῶν
δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος
ἁγίου, ἔφη. Ἀλληλούϊα.
Ἀλληλούϊα.
ΣΤΑΣΙΣ
Β'
Ἤκουσαν οἱ ποιμένες των
Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον
Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς
ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν
ἄμωμον, ἐν τῇ γατρὶ Μαρίας Βοσκηθέντα,
ἦν ὑμνοῦντες εἶπον,
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος
μήτηρ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν
ἀμυντήριον,
χαῖρε, Παραδείσου θυρὼν
ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια
συναγάλλεται τῇ γῆ,
χαῖρε, ὅτι τὰ ἐπίγεια
συγχορεύει οὐρανοίς.
Χαῖρε, των Ἀποστόλων τὸ
ἀσίγητον στόμα,
χαῖρε, των ἀθλοφόρων τὸ
ἀνίκητον θάρσος.
Χαῖρε, στερρόν της πίστεως
ἔρεισμα,
χαῖρε, λαμπρόν της χάριτος
γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ
Ἅδης,
χαῖρε, δι' ἧς ἐνεδύθημεν
δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Θεοδρόμον ἀστέρα θεωρήσαντες
Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλη,
καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι'
αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα, καὶ
φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ
βοῶντες, Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ἴδον παῖδες Χαλδαίων, ἐν
χερσί της Παρθένου, τὸν πλάσαντα χειρί τους
ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες
αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν,
ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι
τῇ Εὐλογημένη,
Χαῖρε, ἀστέρος ἀδύτου
Μήτηρ,
χαῖρε, αὐγὴ μυστικῆς
ἡμέρας.
Χαῖρε, της ἀπάτης τὴν
κάμινον σβέσασα,
χαῖρε, της τριάδος τους μύστας
φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον
ἐκβαλοῦσα της ἀρχῆς,
χαῖρε, Κύριον φιλάνθρωπον
ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ της βαρβάρου λυτρουμένη
θρησκείας,
χαῖρε, ἡ του βορβόρου
ῥυομένη των ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα,
χαῖρε, φλογὸς παθῶν
ἀπαλλάτουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ
σωφροσύνης,
χαῖρε, πασῶν γενεῶν
εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Κήρυκες θεοφόροι γεγονόντες οἱ
Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα,
ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ
κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη,
μὴ εἰδότα ψάλλειν. Ἀλληλούϊα.
Ἀλληλούϊα.
Λάμψας ἐν τῇ Αἰγύπτῳ
φωτισμὸν ἀληθείας, ἐδίωξας του ψεύδους
τὸ σκότος, τὰ γὰρ εἴδωλα ταύτης,
Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν
ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ
ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον,
Χαῖρε, ἀνόρθωσις των
ἀνθρώπων,
χαῖρε, κατάπωσις των δαιμόνων.
Χαῖρε, της ἀπάτης τὴν
πλάνην πατήσασα,
χαῖρε, των εἰδώλων τὸν
δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ
τὸν νοῆτον,
χαῖρε, πέτρα ἡ ποτίσασα τους
διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν
τους ἐν σκότει,
χαῖρε, σκέπη του κόσμου, πλατυτέρα
νεφέλης.
Χαῖρε, τροφή του μάννα διάδοχε,
χαῖρε, τρυφῆς ἁγίας
διάκονε.
Χαῖρε, ἡ Γῆ της ἐπαγγελίας,
χαῖρε, ἐξ ἧς ῥέει
μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Μέλλοντος Συμεῶνος του παρόντος
αἰῶνος μεθίστασθαι του ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ'
ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος,
διόπερ ἐξεπλάγη σου τήν ἄρρητον σοφίαν,
κράζων, Ἀλληλούϊα.
Ἀλληλούϊα.
ΣΤΑΣΙΣ
Γ'
Νέαν ἔδειξε κτίσιν,
ἐμπανίσας ὁ Κτίστης, ὑμῖν τοῖς
ὑπ' αὐτοῦ γενομένοις ἐξ ἀσπόρου
βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ
ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες,
ὑμνήσωμεν αὐτήν, βοῶντες:
Χαῖρε, τὸ ἄνθος της
ἀφθαρσίας,
χαῖρε, τὸ στέφος της
ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον
ἐκλάμπουσα,
χαῖρε, των Ἀγγέλων τὸν βίον
ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον,
ἐξ οὗ τέφονται πιστοί,
χαῖρε, ξύλον εὐσκιόφυλλον,
ὑφ' οὐ σκέπτοναι πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν
πλανωμένοις,
χαῖρε, ἀπογεννῶσα λυτρωτὴν
αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χαῖρε, πολλῶν πταιόντων
συγχώρησις.
Χαῖρε, στολή των γυμνῶν
παρρησίας,
χαῖρε, στοργὴ πάντα πόθον
νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες,
ξενωθῶμεν του κόσμου, τὸν νοῦν εἰς
οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ
ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη
ταπεινὸς ἄντρωπος, βουλόμενος ἑλκύσαι πρὸς
τὸ ὕψος τους Αὐτῷ βοῶντας: Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω,
καί των ἄνω οὐδόλως ἀπὴν ὁ
ἀπερίγραπτος Λόγος; συγκατάβασις γὰρ θεϊκή,
οὐ μετάβασις δὲ τοπικὴ γέγονε; καὶ
τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης
ταῦτα:
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα;
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, των ἀπίστων
ἀμφίβολον ἄκουσμα;
χαῖρε, των πιστῶν ἀναμφίβολον
καύχημα.
Χαῖρε, ὄχημα πανάγιον του
ἐπί των Χερουβείμ;
χαῖρε, οἴκημα πανάριστον του
ἐπί των Σεραφείμ.
Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ
ἀγαγοῦσα;
χαῖρε, ἡ παρθενίαν καὶ
λοχείαν ζευγνύσα.
Χαῖρε, δι' ἧς ἐλύθη
παράβασις;
χαῖρε, δι' ἧς ἠνοίχθη
Παράδεισος.
Χαῖρε, ἡ κλείς της Χριστοῦ
βασιλείας;
χαῖρε, ἐλπὶς ἀγαθῶν
αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων
κατεπλάγη τὸ μέγα της σῆς ἐνανθρωπήσεως
ἔργον, τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν,
ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν
μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ
πάντων οὕτως; Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ῥήτορας πολυφθόγγους ὡς
ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ
σοί, Θεοτόκε; ἀποροῦσι γὰρ λέγειν τὸ
πὼς καὶ Παρθένος μένεις καὶ τεκεῖν
ἴσχυσας; ἡμεῖς δὲ τὸ Μυστήριον
θαυμάζοντες, πιστῶς βοῶμεν:
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χαῖρε, προνοίας αὐτοῦ
ταμεῖον.
Χαῖρε, φιλοσόφρους ἀσόφους
δεικνύουσα;
χαῖρε, τεχνολόγους ἀλόγους
ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ
δεινοῖ συζητηταὶ;
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ των
μύθων ποιηταί.
Χαῖρε, των Ἀθηναίων τὰς
πλοκὰς διασπῶσα;
χαῖρε, των ἀλιέων τὰς
σαγῆνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας
ἐξέλκουσα;
χαῖρε, πολλοὺς ἐν γνώσει
φωτίζουσα.
Χαῖρε, ὁλκάς των θελόντων
σωθῆναι;
χαῖρε, λιμήν του βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Σῶσαι θέλων τὸν κόσμον ὁ
των ὅλων κοσμήτωρ, πρὸς τοῦτον
αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν
ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη
καθ' ἡμᾶς ἄνθρωπος; ὁμοίω γὰρ τὸ
ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει;
Ἀλληλούϊα.
Ἀλληλούϊα.
ΣΤΑΣΙΣ
Δ'
Τεῖχος εἶ τῶν Παρθένων,
Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς
σὲ προστρεχόντων, ὁ γὰρ τοῦ οὐρανοῦ
καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε,
οἰκήσας ἐν τῇ μήτρα σου, καὶ πάντας
σοὶ προσφωνεῖν διδάξας.
Χαῖρε, ἡ στήλη τῆς
παρθενίας.
χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς
ἀναπλάσεως.
χαῖρε, χορηγὲ θεϊκῆς
ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας
τοὺς συλληφθέντας αἰσχρῶς.
χαῖρε, σὺ γὰρ ἐνουθέτησας
τοὺς συληθέντας τὸν νοῦν,
Χαῖρε, ἡ τὸν φθορέα τῶν
φρενῶν καταργοῦσα.
χαῖρε, ἡ τὸν σπορέα τῆς
ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου
νυμφεύσεως.
χαῖρε, πιστοὺς Κυρίω
ἁρμόζουσα,
Χαῖρε, καλὴ κουροτρόφε παρθένων.
χαῖρε, ψυχῶν νυμφοστόλε
ἁγίων,
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὕμνος ἅπας, ἡττᾶται,
συνεκτείνεσθαι σπεύδων, τῶ πλήθει τῶν
πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γὰρ
τὴ ψάμμω ὠδάς, ἂν προσφέρωμέν
σοί, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν
ἄξιον, ὢν δέδωκας ἡμῖν, τοὶς σοὶ βοῶσιν,
Ἀλληλούϊα.
Ἀλληλούϊα.
Φωτοδόχον λαμπάδα, τοὶς ἐν
σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν
Παρθένον, τὸ γὰρ ἄϋλον ἄπτουσα φῶς,
ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας,
αὐγὴ τὸν νοῦν φωτίζουσα, κραυγὴ δὲ
τιμωμένη ταῦτα.
Χαῖρε, ἀκτὶς νοητοῦ
Ἠλίου,
χαῖρε, βολὶς τοῦ ἀδύτου
φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς
καταλάμπουσα,
χαῖρε, ὦς βροντὴ τοὺς
ἐχθροὺς καταπλήττουσα,
Χαῖρε, ὅτι τὸν πολύφωτον
ἀνατέλλεις φωτισμόν,
χαῖρε, ὅτι τὸν πολύρρητον,
ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα
τὸν τύπον,
χαῖρε, τῆς ἁμαρτίας
ἀναιροῦσα τὸν ῥύπον,
Χαῖρε, λουτὴρ ἐκπλύνων
συνείδησιν,
χαῖρε, κρατὴρ κιρνῶν
ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ
εὐωδίας.
χαῖρε, ζωὴ μυστικῆς
εὐωχίας,
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χάριν δοῦναι θελήσας,
ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης
ἀνθρώπων, ἐπεδήμησε δι' ἑαυτοῦ, πρὸς
τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος,
καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει
παρὰ πάντων οὕτως, Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ψάλλοντές σου τὸν τόκον,
ἀνυμνούμέν σε πάντες, ὦς ἔμψυχον
ναόν, Θεοτόκε, ἐν τῇ σὴ γὰρ
οἰκήσας γαστρί, ὁ συνέχων πάντα τὴ
χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν,
ἐδίδαξε βοᾶν σοὶ πάντας.
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ
Λόγου.
χαῖρε, Ἁγία Ἁγίων
μείζων,
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῶ
Πνεύματι.
χαῖρε, θησαυρὲ τῆς ζωῆς
ἀδαπάνητε,
Χαῖρε, τίμιον διάδημα, βασιλέων
εὐσεβῶν.
χαῖρε, καύχημα σεβάσμιον,
Ἱερέων εὐλαβῶν,
Χαῖρε τῆς Ἐκκλησίας ὁ
ἀσάλευτος πύργος.
χαῖρε, τῆς βασιλείας τὸ
ἀπόρθητον τεῖχος.
Χαῖρε, δι' ἦς ἐγείρονται
τρόπαια.
χαῖρε, δι' ἦς ἐχθροὶ
καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ
θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς
σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὧ πανύμνητε Μῆτερ, ἡ
τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον
Λόγον (γ'), δεξαμένη τὴν
νὺν προσφοράν, ἀπὸ πάσης ῥύσαι
συμφορὰς ἅπαντας, καὶ τῆς μελλούσης
λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας,
Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν
ἐπέμφθη, εἰπεῖν τὴ Θεοτόκω τὸ
Χαῖρε (γ') καὶ σὺν τὴ
ἀσωμάτω φωνή, σωματούμενόν σε θεωρῶν
Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων
πρὸς αὐτὴν τοιαῦτα.
Χαῖρε, δι' ἦς ἡ χαρὰ
ἐκλάμψει,
χαῖρε, δι' ἦς ἡ ἀρὰ
ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ
ἡ ἀνάκλησις,
χαῖρε τῶν δακρύων τῆς Εὔας
ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον
ἀνθρωπίνοις λογισμοίς,
χαῖρε, βάθος δυσθεώρητον καὶ
Ἀγγέλων ὀφθαλμοίς.
Χαῖρε, ὅτι ὑπάρχεις
Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν
βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων
τὸν Ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου
σαρκώσεως.
Χαῖρε, δι' ἦς νεουργεῖται ἡ
κτίσις,
χαῖρε, δι' ἦς βρεφουργεῖται
Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ἦχος
πλ. δ' Αὐτόμελον
Τὴ ὑπερμάχω στρατηγῶ τὰ
νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν,
εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις
σου, Θεοτόκε, ἀλλ' ὦς ἔχουσα τὸ κράτος
ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων
ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε,
Νύμφη ἀνύμφευτε.