Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ
ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Λαμψάκων,
καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ,
τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος.
ΕΙΣ ΤΟΝ
ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια.
Τοῦ
Ἱεράρχου
Ἦχος
α'
Τῶν
οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῆς Ἑλλησπόντου τὸ κλέος, ὁ
τῆς Λαμψάκου φωστήρ, τῶν θαυματουργημάτων, ὁ
λαμπρὸς ἑωσφόρος, Παρθένιος ὁ μέγας, πάντας
ἡμᾶς, συγκαλεῖται τῇ μνήμῃ αὐτοῦ,
ἑορτασμόν ἐκτελέσαι πνευματικόν, ἀνυμνοῦντας
τὸν Σωτῆρα Χριστόν.
Ἐκ νεαρᾶς ἡλικίας θεοφορούμενος,
τὰ τῶν δαιμόνων στίφη, πυρὶ τῶν προσευχῶν
σου, κατέφλεξας Παμμάκαρ, ἰθύνας σοφῶς, τῆς
Λαμψάκου τὸ ποίμνιον· τοὺς γὰρ
βωμούς τῶν εἰδώλων καταβαλών, ἐνεούργησας
Θεῷ σεαυτόν.
Ἀνακηρύττει σου θαῦμα ὁ ἀνανήξας
ἰχθύς, ὁ ἀναζήσας ἄπνους, ὁ καρπὸς
τῆς ἀκάρπου, ἀρούρας καὶ ἀμπέλου,
βροχὴ ἱκανή, τῶν βαφῶν ἡ ἐπίτευξις.
Ὡς θαυμαστὰ σου τὰ ἔργα Ἱερουργέ! ἀλλὰ
πρέσβευε σωθῆναι ἡμᾶς.
Τοῦ
Ὁσίου
Ἦχος
πλ. β'
Ὅλην
ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ὅλως ἐκ νεότητος, ἀκολουθήσας
Κυρίῳ, γονικὴν κατέλιπες, ἔνδοξε προσπάθειαν,
καὶ στοργὴν κοσμικήν, καὶ ἐρήμους ᾤκησας,
ἀσκητῶν τὸν βίον, ἐξασκῶν ἐν ταπεινότητι,
ὃν καὶ ἐτέλεσας, ζέοντι τῷ πνεύματι Ὅσιε,
καλῶς ἐμπορευσάμενος, νείμας τε τὰ ὄντα τοῖς
πένησι, καὶ τὸν μαργαρίτην, τὸν τίμιον ὠνούμενος
Χριστόν· οὗ καὶ τυχὼν τῆς ἐφέσεως,
ἔστης ἀξιάγαστε.
Ἔφερες τυπτόμενος, ὀνειδιζόμενος Πάτερ,
διαπληκτιζόμενος, παρὰ τοῦ τεκόντος σε διὰ Κύριον,
ὃν ἐπόθεις ἔνδοξε, οὗ τρωθεὶς τῷ πόθῳ,
τὰ τερπνὰ οὐδὲν λελόγισαι, μητρὸς δὲ στέρησιν,
καὶ τὴν ξενιτείαν ἠγάπησας, καὶ σχῆμα
ἐνεδέδυσο, τὸ τῶν μοναχῶν ἱερώτατε, ἀλλὰ
φανεροῖ σε, Θεὸς καὶ μὴ βουλόμενον εὐχαῖς,
ταῖς μητρικαῖς Λουκᾶ Ὅσιε, καμφθεὶς ὁ φιλάνθρωπος.
Βίον ἐκτελέσας σου, τὸν ἱερὸν
πανιέρως, θαύματα ἐτέλεσας, ἱερὰ ἐξαίσια
καὶ παράδοξα, τοῦ Θεοῦ σοι νείμαντος, ἀρραβῶνα
ἔνθεον, καὶ πρὸς τῆς ἀνταποδόσεως, τῶν
θείων πόνων σου, νέμει δὲ καὶ στέφος σοι ἄφθαρτον,
καὶ δόξαν αἰωνίζουσαν, ὅταν ὡς Κριτὴς
παραγένηται. Αὐτὸν οὖν δυσώπει, ῥυσθῆναι
τοὺς ὑμνοῦντάς σε ἀεί, ἀπὸ παντοίας
κακώσεως, Λουκᾶ ὁσιώτατε.
Δόξα...
Καὶ νῦν...
Τῆς
Ἑορτῆς Ἦχος πλ. β'
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν
σήμερον ἡμέραν, ὡς ἐφ' ἅρματος Χερουβίμ,
ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ
ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν
παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ
σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἐν
τῇ Τεσσαρακοστῇ
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Ἦχος
πλ. β' Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Τετραυματισμένον με, ταῖς ληστρικαῖς
τῶν δαιμόνων, ἐφόδοις καὶ κείμενον, ὅλον
ἀνενέργητον Παναμώμητε, ἐν ὁδῷ πάντοτε,
τοῦ ἀστάτου βίου, καὶ ἐλέους προσδεόμενον,
τάχος ἐπίσκεψαι, οἶνον ἐπιθεῖσα καὶ ἔλαιον,
τοῖς ἀνιάτοις μώλωψι, καὶ πρὸς εὐρωστίαν
ἀνάγαγε, ὅπως σε δοξάζω, καὶ πόθῳ κατὰ
χρέος ἀνυμνῶ, τὰ μεγαλεῖά σου ἄχραντε,
Μήτηρ ἀειπάρθενε.
Ἢ
Σταυροθεοτοκίον
Ῥομφαία ὡς ἔφησεν,
ὁ Συμεὼν τὴν καρδίαν, τὴν σὴν διελήλυθε,
Παναγία Δέσποινα, ὅτε ἔβλεψας, τὸν ἐκ σοῦ
λάμψαντα, ἀπορρήτῳ λόγῳ, ὑπ' ἀνόμων
ὡς κατάκριτον, Σταυρῷ ὑψούμενον, ὄξος καὶ
χολήν τε γευόμενον, πλευράν τε ὀρυττόμενον, χεῖράς
τε καὶ πόδας ἡλούμενον, καὶ ὀδυρομένη,
ὠλόλυζες βοῶσα μητρικῶς· Τὶ τοῦτο τέκνον
γλυκύτατον, τὸ καινὸν μυστήριον;
Εἰς τὸν Στίχον,
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος
β' Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε·
Χριστὸς γάρ, ἐν τῷ ναῷ ὡς βρέφος, ὑπὸ
Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται.
Στίχ. Νῦν ἀπολύεις τὸν
δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά
σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ
ὀφθαλμοί μου, τὸ σωτήριόν σου,
Ἄνθραξ ὁ προοφθείς, τῷ θείῳ
Ἡσαΐᾳ, Χριστὸς ὡς ἐν λαβίδι, χερσὶ
τῆς Θεοτόκου, νῦν τῷ πρεσβύτῃ δίδοται.
Στίχ. Φῶς εἰς ἀποκάλυψιν
ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Φόβῳ τε καὶ χαρᾷ, ἀγκάλαις
τὸν Δεσπότην, ὁ Συμεὼν κατέχων, ζωῆς ᾐτεῖτο
λύσιν, ὑμνῶν τὴν Θεομήτορα.
Δόξα...
Καὶ νῦν... ὅμοιον
Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος
Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος
ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.
Ἀπολυτίκιον Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε·
ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς
δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων
τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα
δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν
τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ
τὴν Ἀνάστασιν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Κατεπλάγη
Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Νηπιάζει δι' ἐμέ, ὁ παλαιὸς
τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος
Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ
Παρθένου, καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω
τὸν αὐτόν, Θεὸν καὶ ἄνθρωπον· καὶ
ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων πρεσβυτικῶς
ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὺ γὰρ
Θεός μου, ἡ ζωὴ τῶν ἁπάντων.
Δόξα...
Καὶ νῦν... τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος α'
Χορὸς
Ἀγγελικὸς ΤΟ
ΑΚΟΥΤΕ
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ
θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς,
ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο,
χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ
Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν
ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν
σου.
Δόξα...
Καὶ νῦν... τὸ αὐτὸ
Εἶτα ὁ Κανὼν
τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων οἱ ἑπόμενοι
δύο.
Ὁ
Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ ἀκροστιχίς.
Τῶν θαυμάτων
σου τὴν χάριν μέλπω, Μάκαρ. Ἰωσήφ.
ᾨδὴ
α' Ἦχος β'
Ὁ
Εἱρμὸς ΤΟ
ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν
Φαραωνίτιδα πανστρατιάν, ἡ ὑπέροπλος δύναμις,
σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν
ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως
γὰρ δεδόξασται».
Τῷ φωτὶ τῷ θείῳ συγκραθείς,
Πάτερ ἱερώτατε, δι' ἀρετῶν φῶς καθωράθης
δεύτερον· διὸ τὴν φωτοφόρον σου, καὶ πανέορτον
τοὺς τελοῦντας πανήγυριν, σκότους ἁμαρτίας,
ταῖς σαῖς ἱκεσίαις ἐλευθέρωσον.
Ὡς φαιδρὸς ἀνέτειλας ἀστήρ,
ἐν τῷ στερεώματι, τῆς τοῦ Θεοῦ Ἐκκλησίας
Παρθένιε, ἰαμάτων λάμψεσιν, ἱερώτατε τῶν
παθῶν τὴν σκοτόμαιναν, χάριτι διώκων, καὶ φωταγωγῶν
τοὺς προσιόντας σοι.
Νοσημάτων σκότος πονηρόν, ἔλυσας Παρθένιε,
τῷ φωτισμῷ σου τῶν σεπτῶν ἐντεύξεων· ὅθεν
δυσωποῦμέν σε, τῶν ψυχῶν ἡμῶν τὰς ὀδύνας
θεράπευσον, καὶ τὰς τῶν σωμάτων, πάσας μαλακίας
ἀποδίωξον.
Θεοτοκίον
Ἀγαθὸν κυήσασα Θεόν, ἄχραντε
ἀγάθυνον, τὴν ἐν πολλοῖς κεκακωμένην πάθεσι,
ταπεινὴν καρδίαν μου, καὶ τὸ θέλημα ἐκτελεῖν
ἐνδυνάμωσον, τοῦ σωθῆναι πάντας, θέλοντος ἀνθρώπους
Λυτρωτοῦ ἡμῶν.
Ὁ Κανὼν τοῦ
Ὁσίου Λουκᾶ, ἔχων ἀκροστιχίδα.
Λουκᾶν
ἐπαινῶ τὸ κλέος τῆς Ἑλλάδος. Ἀμήν.
ᾨδή
α' Ἦχος πλ. β'
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας
ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν
διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον
ᾠδήν, ἐβόα, ᾄσωμεν».
Λόγον μοι δίδου θεόπτα παρεστηκώς,
θρόνῳ τοῦ Δεσπότου σου, ἀνυμνῆσαι τὴν
φαιδράν, καὶ φωσφόρον μνήμην σου Λουκᾶ, διαλύσας
τὴν ἀχλὺν τῆς διανοίας μου.
Ὁλοσχερῶς σε ποθήσας ὁ Ἱερός,
Σῶτερ πρὸς τὴν ἄσκησιν, ἀπεδύσατο στερρῶς,
θλίψεις μόχθους πόνους καρτερῶν, ἀνθ' ὧν εὕρατο
τρυφὴν τὴν ἀτελεύτητον.
Ὑπωπιάζων τὸ σῶμα Πάτερ Λουκᾶ,
ἐγκρατείᾳ πάντοτε, ἀγρυπνίᾳ συνεχεῖ,
κακουχίᾳ πάσῃ τε σοφῶς, τὰς ὁρμὰς
τῶν ἐμπαθῶν ἡδονῶν ἔστησας.
Θεοτοκίον
Κυριοτόκε Παρθένε ἡ τὸν Θεόν,
ἐν σαρκὶ γεννήσασα, τὸν ἀχώρητον παντί,
σαρκωθέντα οἴκτῳ τῶν βροτῶν, τυραννίδος με παθῶν
δεῖξον ὑπέρτερον.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πέτρᾳ με τῆς Πίστεως στερεώσας,
ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου·
εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ
ψάλλειν·οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς
ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε».
Ὑπῆρξας καθαιρέτης τῆς τυραννίδος,
παμμάκαρ τῶν Δαιμόνων τοῦ ὀλεθρίου, εἰδώλων
τε κατέστρεψας τὰ τεμένη, καὶ θείους ἤγειρας,
ναοὺς εἰς αἴνεσιν, τοῦ Χριστοῦ Παρθένιε ἱερώτατε.
Μεγίσταις διαπρέπων θαυματουργίαις, καρκίνου
χαλεπώτατον παύεις πάθος, καὶ ὄμματα διήνοιξας
πηρωθέντα, καὶ ἐφυγάδευσας Πάτερ Παρθένιε, πονηρίας
πνεύματα θείᾳ χάριτι.
Ἀνέστησας κακίστως θανατωθέντα, τὸν
πάλαι ὑπουργοῦντα τῷ θείω ἔργῳ· Θεὸς
γὰρ ὁ τὸν θάνατον καταργήσας, χάριν σοι δέδωκε
μάκαρ Παρθένιε, ἀνιστᾶν τεθνήξαντας δι' ἐντεύξεως.
Θεοτοκίον
Ὡμίλησεν ἀνθρώποις ἐκ σοῦ
τὴν σάρκα, ὁ Κύριος φορέσας ἀνερμηνεύτως·
αὐτὸν οὖν ἐκδυσώπησον Παναγία, τοῦ οἰκτειρῆσαί
με καταπονούμενον, προσβολαῖς τοῦ ὄφεως καὶ δονούμενον.
Τοῦ
Ὁσίου
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε
ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν
πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς,
ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».
Ἀνεπτερώθης τῷ θερμῷ, ἔρωτι
τοῦ Σωτῆρος, καὶ γονέων τὸ φίλτρον, ὑπερεῖδες
δι' αὐτόν, καὶ γέγονας ὦ Λουκᾶ, ξένος
πάντων τῶν τερπνῶν μακάριε.
Ναὸν Κυρίου σεαυτόν, ἀπεργάσασθαι
θέλων, ἐρημίας κατῴκεις ὡς ὁ πάλαι Ἠλιού,
πρὸς δαίμονας πολεμῶν· ὅθεν εὗρες τέλος
τὸ μακάριον.
Ἐν πάσῃ θείᾳ ἐντολῇ,
εὐπειθὴς ὡς οἰκέτης, ἀνεδείχθης παμμάκαρ,
καλῶς αὐτὰς ἐκτελῶν, καὶ ταπεινῶν σεαυτόν·
ὅθεν ὕψος ἔλαβες οὐράνιον.
Θεοτοκίον
Παρθένε Μήτηρ τοῦ Θεοῦ, ἡ τεκοῦσα
τὸν Λόγον, ὑπὲρ λόγον ὀφθέντα, δι' ἡμᾶς
ὅπερ ἡμεῖς, ἱκέτευε ἐκτενῶς, ἀλογίας
πάσης με λυτρώσασθαι.
Κοντάκιον
τοῦ Ἁγίου Παρθενίου
Ἦχος
γ'
Ἡ
Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῶν θαυμάτων εἴληφας, τὴν θείαν
χάριν θεόφρον, ἱερὲ Παρθένιε, θαυματουργὲ Θεοφόρε,
ἅπαντα τὰ τῶν πιστῶν πάθη ἀποκαθαίρων,
πνεύματα τῆς πονηρίας Πάτερ ἐλαύνων· διὰ
τοῦτό σε ὑμνοῦμεν, ὡς μέγαν μύστην Θεοῦ
τῆς χάριτος.
Ὁ
Οἶκος
Φῶς νοερὸν τὸ ἐκ φωτός, Πατρὸς
τοῦ προανάρχου, Υἱὲ Θεοῦ καὶ Λόγε, ὁ
καταυγάζων πᾶσαν τὴν οἰκουμένην θεϊκῶς, φώτισόν
μου τὰς φρένας, τὸν νοῦν καὶ τὸν λογισμόν,
τοῦ ἀνυμνῆσαι σήμερον τὴν φαιδρὰν ταύτην
πανήγυριν καὶ σεμνοπρεπεστάτην τοῦ Ὁσίου Παρθενίου·
αὐτὸς γὰρ ἀληθῶς ἐν γῇ θαυμασίαν
διετέλεσε ζωὴν καὶ πολιτείαν· διὰ τοῦτο
συνελθόντες εὐφημοῦμεν αὐτόν, ὡς μέγαν
μύστην Θεοῦ τῆς χάριτος.
Κάθισμα
τοῦ αὐτοῦ
Ἦχος
πλ. δ'
Τὴν
Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῆς Λαμψάκου ὁ μέγας θαυματουργός,
ἀναβὰς ἐν τῷ ὕψει τῶν ἀρετῶν, ἀστράπτεις
τοῖς πέρασι, τῷ φωτὶ τῶν ἰάσεων, τοὺς
ζοφώδεις Δαίμονας, σκορπίζων φαιδρότατα, καὶ ἐλαύνων
νόσους, χρησταῖς ἐπικλήσεσιν· ὅθεν καὶ
τῆς πλάνης, τῶν εἰδώλων καθάρας, πᾶσαν
τὴν Ἑλλήσποντον, καταλάμπεις τοῖς θαύμασι, Θεοφόρε
Παρθένιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Τοῦ Ὁσίου Λουκᾶ, ὅμοιον
Ἀπὸ βρέφους ποθήσας τὴν ἀρετήν,
τῶν ἡδέων ἀπέσχου πάντων Σοφέ, νηστείαν
καὶ ἄσκησιν, ἀκριβῆ ἐνδεικνύμενος, καὶ
μητρὸς τὸν πόθον, οὐδὲν ἡγησάμενος, ἐν
Σεμνείῳ φέρων, σαυτὸν λάθρα δέδωκας· πάλιν
δὲ μηνύει, σὲ Θεὸς τῇ μητρί σου, θρηνούσῃ
τὴν στέρησιν, σοῦ δικαίως πανάριστε, ᾗ καὶ
νῦν συνηδόμενος· πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ
νῦν... τῆς Ἑορτῆς
Ἦχος
πλ. δ'
Ἀνέστης
ἐκ νεκρῶνΤΟ
ΑΚΟΥΤΕ
Ἐτέχθης ἐκ
Μητρός,
ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ὁ
ἀκατάληπτος
φύσει·
χαίρων δὲ ὁ Πρεσβύτης, ἐν
ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ
ῥῆμά
σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ
γένος τῶν ἀνθρώπων.
Ἐν
τῇ Τεσσαρακοστῇ
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Ἦχος
πλ. δ' Τὴν Σοφίαν καὶ ΛόγονΤΟ ΑΚΟΥΤΕ
Ὡς Παρθένον καὶ μόνην
ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί,
πᾶσαι μακαρίζουσι, γενεαὶ τῶν ἀνθρώπων·
τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς
Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην
καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ
ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν
πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι·
Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν
ἀξίως, τὴν δόξαν σου Δέσποινα.
Ἢ
Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα
καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ
Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα·
Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν
λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης
σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα
ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ
ἄβυσσος, καὶ πηγὴ ἀνεξάντλητος, σπλαγχνίσθητι
καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς
δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ
θεῖα παθήματα.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
δ' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ
«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς
οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος
καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον, διὸ κραυγάζω
σοι· Δόξα τῇ δυνάμει σου Κύριε».
Νοσήματα, προσευχῇ ἐθεράπευσας ἄμετρα,
συσφίγγων Παρθένιε, τοὺς παρεθέντας ἐν χάριτι,
ὥσπερ ὁ Δεσπότης σου, οὗ τὴν πολλὴν ἐμιμήσω
ἀγαθότητα.
Σὺ δέδωκας, ἐνεργεῖν τοῖς βαφεῦσι
τὰ πρόσφορα, τὸν εἴργοντα δαίμονα, ἀποσοβήσας
Παρθένιε, ταῖς πρὸς τὸν φιλάνθρωπον, ἱερωτάταις
σου Πάτερ παρακλήσεσι.
Ὁ Κύριος, τὰς ἐντεύξεις σου
Πάτερ δεξάμενος, τὴν ἄγραν παρέδωκε, πλουσιωτάτως
τοῖς χρῄζουσι, τῇ τοῦ ἀνανήξαντος, θαυματουργίᾳ
ἰχθύος μεγαλύνων σε.
Θεοτοκίον
Τὰ τραύματα, τῆς ψυχῆς μου Παρθένε
θεράπευσον, τὸν νοῦν μου εἰρήνευσον, ὑπὸ
παθῶν ταραττόμενον, καὶ ταῖς παραβάσεσι, τῶν
ἐντολῶν τοῦ Σωτῆρος σκοτιζόμενον,
Τοῦ
Ὁσίου Λουκᾶ
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος,
ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα,
ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».
Ἄκακος Ὅσιος, εὐθὺς καὶ ἥμερος,
καὶ ἀκέραιος ὤφθης Πάτερ Λουκᾶ· ὅθεν
μεμακάρισαι, παρὰ τοῦ πάντων Ποιητοῦ, καὶ Δεσπότου
παμμακάριστε.
Ἰδὼν ὁ φθόνος σε, καλῶς διάγοντα,
τὴν ζωὴν ἐξεκαύθη καὶ πειρασμῶν, πλῆθός
σοι ἐξήγειρεν, ἀλλ' ἐξηλέγχετο κενὸς λύκος,
μάτην τὸ τοῦ λόγου χανών.
Νοὸς εὐθύτητι, τὸν βίον ἴθυνας,
πρὸς τὰ κρείττω παμμάκαρ τῶν ἐφετῶν, πάντων
τὸ ἀκρότατον, ἐπιποθῶν Πάτερ ἰδεῖν,
οὗ εὐστόχως καὶ τετύχηκας.
Θεοτοκίον
Ὡραίαν κάλλει σε, πασῶν εὑράμενος,
γυναικῶν ὁ ὡραῖος Κόρη σεμνή, σοῦ τὴν
Μήτραν ᾤκησε, καὶ δυσμορφίας με παθῶν, καὶ τοῦ
σκότους ἐλυτρώσατο.
Τοῦ
Ἰεράρχου
ᾨδὴ
ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων
ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ
μου, πρὸς σὲ ὀρθρίζω Βασιλεῦ τῆς εἰρήνης,
φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ
ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι».
Ἡ φωταυγής, ἐνσκηνώσασα χάρις
τῆς ἀπαθείας, ἐν τῇ σῇ καρδίᾳ θεόφρον
Πάτερ, φιλαργυρίας τὸ βαθύτατον σκότος, τοῦ
προέδρου διώκει ἄνοσον, τοῦτον συντηροῦσα ταῖς
σαῖς παραινέσεσι.
Νόσῳ πολλῇ, τὸν κρατούμενον
Πάτερ καὶ γεγονότα, Ὅσιε ἡμίξηρον προσευχαῖς
σου, ὅλον εἰργάσω ὑγιῆ εὐχαρίστως, τὸν
Δεσπότην Θεὸν δοξάζοντα, τὸν θαυματουργίαις πολλαῖς
σε δοξάσαντα.
Χρῖσμα σεπτόν, περικείμενος Πάτερ
ἱερωσύνης, ταύτην κατελάμπρυνας ἐπιδείξει, πολλῶν
θαυμάτων, ὧν ἐτέλεσας ζῶν τε, θεοφόρε καὶ
μετὰ θάνατον, Ἄγγελος καθάπερ βιώσας Παρθένιε.
Θεοτοκίον
Ἀπὸ παθῶν, ἀμαυρώσεως Κόρη
ἀπὸ σκανδάλων, τῶν προσγινομένων ταῖς ἐπηρείαις,
τοῦ ἀλλοτρίου μελλουσῶν τε βασάνων, αἰωνίων
πρὸς τὸν φιλάνθρωπον, ῥῦσαί με ταῖς σαῖς
δυσωπῶ παρακλήσεσι.
Τοῦ
Ὁσίου Λουκᾶ
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου ἀγαθέ,
τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον
δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως
Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».
Τὴν τῶν καμάτων σου ἀμοιβήν,
παρὰ τοῦ πλουσίου Δοτῆρος, ἀπολαβὼν Πάτερ
Ὅσιε, πέλαγος θαυμάτων πᾶσιν ἐδείκνυσο, τὰς
νόσους ἀφανίζων τῶν προσιόντων σοι.
Οὐ κατενάρκησας τοῦ ἐχθροῦ,
Πάτερ ταῖς μυρίαις προσβολαῖς, οὐ κατεπλάγης
τὴν ἔπαρσιν, ἔστης δὲ ὡς πύργος στερρὸς
ἀκλόνητος, ταπείνωσιν ὡς θώρακα ἐνδυσάμενος.
Καλῶς τελέσας τὸν ἱερόν, βίον
σου Παμμάκαρ, καὶ λαβὼν ἀπὸ Θεοῦ τὴν ἀνταπόδοσιν,
χάριν ἰαμάτων, τυφλοὺς ἐφώτισας, χωλοὺς
καὶ παραλύτους ἀποτελῶν ὑγιεῖς.
Θεοτοκίον
Λαοὶ ὑμνεῖτε τὴν ἀληθῶς,
τέξασαν τὸν Λόγον τοῦ Θεοῦ, ἀνερμηνεύτως
καὶ μείνασαν, πάλιν μετὰ τόκον Παρθένον ἄφθορον,
ὡς πάντων προστασίαν καὶ σωτηρίαν βροτῶν.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
ς' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ
«Πρὸς Κύριον, ἐκ κήτους ὁ Ἰωνᾶς
ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος
ᾍδου δέομαι, ἵνα ὡς Λυτρωτῇ ἐν φωνῇ αἰνέσεως,
ἀληθείας τε πνεύματι θύσω σοι».
Ῥημάτων σου, εὐχῶν τε δυναστείᾳ
Παρθένιε, ναοὶ ἐρράγησαν τῶν εἰδώλων θείᾳ
χάριτι, καὶ ἄπιστος λαὸς πίστιν προσελάβετο,
μεγαλύνων συμφώνως τὸν Κύριον.
Ἱκέτευσας, τὸν φιλάνθρωπον Λόγον
σὺν δάκρυσι, καὶ τοῖς αἰτήσασιν ὄμβρους
ἄνωθεν κατήγαγες, οἰκτείρων συμπαθῶς λαὸν κινδυνεύοντα,
Ἱεράρχα Κυρίου Παρθένιε.
Ναμάτων σου, μυστικῶν ἑπομβρίαις κατήρδευσας,
καρδίαν πᾶσαν προσφοιτῶσάν σοι Παρθένιε, καὶ
ἡ γῆ ἡ τῷ αὐχμῷ ξηρανθεῖσα δέχεται,
ὑετοὺς θαυμαστοὺς εὐφορήσασα.
Θεοτοκίον
Μὴ στήσῃς με, ἐν ἡμέρᾳ
τῆς δίκης κατάκριτον, μὴ στηλιτεύσῃς με ἐπὶ
πάντων τὸν ἀναίσθητον, Θεέ μου Ποιητά μου, ἔχων
ἱκετεύουσαν, τὴν τεκοῦσαν ἀσπόρως σε Δέσποιναν.
Τοῦ
Ὁσίου Λουκᾶ
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην
καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ
λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ
φθορᾶς τὴν ζωήν μου Πολυέλεε».
Ἐλύθη ἡ πάλαι σοι, δολιόφρον
καθ' ἡμῶν, ἰσχὺς καὶ φροῦδα γέγονε, τὰ
πολλά σου σοφίσματα πονηρέ· ἰδοὺ γὰρ ἁπλούστατος,
καὶ ἀπόνηρος νέος σε κατέβαλε.
Οὐκ ἔδωκας Ὅσιε, σοῖς βλεφάροις
νυσταγμόν, οὐδὲ κροτάφοις ἄνεσιν, ἕως πᾶσαν
κατέβαλες μηχανήν, τοῦ πλάνου ποικίλους σοι, πειρασμοὺς
καθ' ἑκάστην ἐξεγείροντος.
Σωφρόνως διήνυσας, σοῦ τὸν βίον
καὶ καλῶς, φιλοξενῶν ἑκάστοτε, ἐλεῶν τε
πλουσίως καὶ δαψιλῶς· διὸ καὶ τετύχηκας,
ἀφθαρσίας καὶ δόξης ἀκηράτου Λουκᾶ.
Θεοτοκίον
Τριάδος γεγέννηκας, σὺ τὸν ἕνα
σαρκικῶς, Θεοκυῆτορ Πάναγνε, ὑπὲρ νοῦν τε καὶ
λόγον· διὸ βοῶ, Τριάδος τῆς θείας με, ταῖς
πρεσβείαις σοι δεῖξον οἰκητήριον.
Κοντάκιον
τοῦ Ὁσίου Λουκᾶ
Ἦχος
πλ. δ' τῇ Ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκλεξάμενος Θεὸς πρὸ τοῦ
πλασθῆναί σε, εἰς εὐαρέστησιν αὐτοῦ, οἷς
οἶδε κρίμασι, προσλαβόμενος ἐκ μήτρας καθαγιάζει,
καὶ οἰκεῖον ἑαυτοῦ δοῦλον δεικνύει σε,
κατευθύνων σου Λουκᾶ τὰ διαβήματα, ὁ φιλάνθρωπος,
ᾧ νῦν χαίρων παρίστασαι.
Ὁ
Οἶκος
Ὦ Πατέρων ἀρίστη καλλονὴ καὶ
σεμνότης, ὦ πάντων ἀσκητῶν κοσμιότης· Χριστοῦ
τὰς ἐντολὰς γὰρ πληρώσαντος, πῶς ὑμνήσω
τὴν σὴν βιοτὴν ἔνδοξε, μὴ ἔχων λόγων δύναμιν;
ἀλλ' ὅμως σοι θαρρῶν βοήσω.
·
·
Χαῖρε, λαμπρὸν Μοναζόντων κλέος, χαῖρε, πιστῶν
ὁδηγὲ καὶ λύχνε.
·
·
Χαῖρε, τῆς ἐρήμου τερπνότατον βλάστημα,
χαῖρε, οἰκουμένης λαμπτὴρ φαεινότατε.
·
·
Χαῖρε, ὅτι κατεφρόνησας τῶν ῥεόντων καὶ
φθαρτῶν, χαῖρε, ὅτι τὰ οὐράνια σὺν Ἀγγέλοις
κατοικεῖς.
·
·
Χαῖρε, τῶν ἀθυμούντων ταχινὲ παρακλῆτορ,
χαῖρε, τῶν ἐν κινδύνοις ποθεινὲ παραστάτα.
·
·
Χαῖρε, σεπτὸν δοχεῖον τοῦ Πνεύματος, χαῖρε,
κλεινὸν Χριστοῦ οἰκητήριον.
·
·
Χαῖρε, δι' οὗ δόσις πᾶσα ηὐγάσθη, χαῖρε,
δι' οὗ ὁ Θεὸς ἐδοξάσθη.
ᾯ νῦν χαίρων παρίστασαι.
Σ υ ν α
ξ ά ρ ι ο ν
Τῇ Ζ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Παρθενίου, Ἐπισκόπου Λαμψάκων.
Στίχοι
·
·
Ἀφῆκε τὸν χοῦν Παρθένιος Λαμψάκῳ,
·
·
Λαμπτῆρα πυρσεύοντα φῶς αὐτοῦ μέγα.
·
·
Παρθένιος κατέδαρθε, λαχὼν μακρὸν ἑβδόμῃ
ὕπνον.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ,
τοῦ ἐν Ἑλλάδι.
Στίχοι
·
·
Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα,
·
·
Ὃς οὐδὲ νεκρὸς παύεται τῶν θαυμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων χιλίων Μαρτύρων καὶ τριῶν,
οἰκετῶν τῶν τεσσάρων Προτικτόρων, τῶν ἐν
Νικομηδείᾳ μαρτυρησάντων.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐκ Φρυγίας, πυρὶ
τελειοῦνται.
Στίχοι
·
·
Μὴ τὴν πυρὸς φρίξαντες ἰσχὺν ἓξ Φρύγες,
·
·
Τῇ τῶν Φρυγῶν γῇ πύργος
εἰσὶν ἰσχύος.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου
τοῦ ἐν Μονοβάτοις ἀγωνισαμένου, καὶ τοῦ
Ἁγίου Μάρτυρος Θεοπέμπτου, καὶ τῆς συνοδίας
αὐτοῦ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
ζ' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος,
τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς
δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν
τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».
Ἐν σοὶ ἐνσκηνώσασα ἡ θεία
χάρις, Προφήτην σε δείκνυσι, τὰ μέλλοντα φθεγγόμενον,
ἐντεῦθεν προήγγειλας τῷ διαδέχεσθαι, μέλλοντι
τὸν Πρόεδρον Σοφέ, ὡραϊσμένον θείαις λαμπρότησι.
Λαμψάκου τὸν Πρόεδρον τῆς Ἑλλησπόντου,
λαμπτῆρα τὸν ἄδυτον, θαυματουργίαις ἅπασαν, τὴν
γῆν τὸν φαιδρύναντα, καὶ ἀπελάσαντα νύκτα,
πολυώδυνον παθῶν, ὑμνολογοῦμεν πάντες Παρθένιον.
Πολύχουν ἀπέδωκε τὸν ταύτης
σπόρον, ἡ γῆ τῇ ἐντεύξει σου, πανθαύμαστε
Παρθένιε, καὶ βότρυας ἤνεγκεν ἄμπελος ἄνικμος,
οὕτω σε δοξάσαντος Θεοῦ, τοῦ δοξασθέντος τῇ
πολιτείᾳ σου.
Θεοτοκίον
Ὡράθης πανάμωμε ἁγιωτέρα τῶν
ἄνω Δυνάμεων· Θεὸν γὰρ ἐσωμάτωσας, ὃν
Τάξεις ἀσώματοι φόβῳ δοξάζουσι· τοῦτον
οὖν ἱκέτευε ἀεί, τοῦ οἰκτειρῆσαι
τοὺς σὲ δοξάζοντας.
Τοῦ
Ὁσίου Λουκᾶ
Ὁ
ΕἱρμὸςΤΟ
ΑΚΟΥΤΕ
«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου
φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ πυρὸς
ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς
εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».
Ἡ θήκη τῶν σῶν λειψάνων, Λουκᾶ
πηγὴ ἀναδέδεικται, ἰαμάτων ἐν ᾗ πᾶς
προστρέχων, ἐκλυτροῦται παντοίων παθῶν, σὲ μακαρίζων
Ὅσιε, καὶ ἡμῶν τὸν Δεσπότην Χριστόν.
Σημείοις μεγίστοις Πάτερ, ἐδόξασέ
σε ὁ Κύριος ὃν ἐδόξασας σύ, διὰ πόνων
τῆς ἀσκήσεως πρότερον· Εὐλογητὸς γὰρ
ἔκραζες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ἐν βίῳ περιφανής τε, καὶ ἐν
τοῖς θαύμασι μέγιστος, καὶ ἐν πᾶσι καλοῖς
ἀνεδείχθης, ἀπαράμιλλος Ὅσιε, διὸ τῶν
πόνων εὕρηκας, ἀμοιβὴν βασιλείαν Θεοῦ.
Θεοτοκίον
Λαὸν καὶ πόλιν σου σῷζε, Θεοκυῆτορ
πανάμωμε, προστασία ἡμῶν τῶν ἐν πίστει,
ἀδιστάκτῳ βοώντων σοι· Εὐλογημενος Πάναγνε,
ὁ καρπὸς τῆς κοιλίας σου.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
η' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ
«Κάμινος ποτὲ πυρὸς ἐν Βαβυλῶνι,
τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι,
τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ Πιστοὺς
δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ
ἔργα τὸν Κύριον».
Μέγισται τοὺς σοὺς καμάτους ἀντιδόσεις,
ἐν τοῖς ὑψίστοις διεδέξαντο, μέγιστε Παρθένιε·
φῶς οἰκεῖς γὰρ τὸ ἀνέσπερον, καὶ
δόξαν ἀδιάδοχον εἴληφας, ἀενάου Πάτερ
χαρᾶς ἀξιούμενος.
Ἄδυτος ἀστὴρ γενόμενος ἐν βίῳ,
ἀνατολαῖς τῶν θείων ἔργων σου, ἔδυς νόμῳ
φύσεως, καὶ πρὸς φέγγος μετεχώρησας ἀνέσπερον,
λιπὼν ἡμῖν Ὅσιε τὰς ἀκτῖνας, τῶν
ἀπορρήτων θαυμάτων σου.
Τριαδικὸν
Ἄναρχος Πατήρ, Υἱὸς καὶ θεῖον
Πνεῦμα, ὁμοβασίλειος ὁμόθρονος, γνωρίζεται ἔλλαμψις,
ὀρθοδόξως τοῖς λατρεύουσι, καὶ μέλπουσι σὺν
τάξεσι πάντοτε τῶν Ἀγγέλων, Ἅγιος, Ἅγιος,
Ἅγιος.
Θεοτοκίον
Ῥύπου με παθῶν ἁγνὴ προσγινομένου,
τῇ μεσιτείᾳ σου καθάρισον, καὶ λάμπρυνον δέομαι,
σκοτισθεῖσαν τὴν καρδίαν μου, δαιμόνων ἀμαυρότησιν,
ὅπως σε μακαρίζω, Παρθένε Θεομακάριστε.
Τοῦ
Ὁσίου Λουκᾶ
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν
Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν,
προσταγῆς ἀλογίστου, καὶ συνημμένοι ᾧ οὐκ
ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον,
ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας».
Λύμην παντοίου πάθους ἔνδοξε, ἀποδιώκεις
Πάτερ Λουκᾶ μακάριε, τοὺς λεπρῶντας ἐξιώμενος,
ῥωννύων ἀσθενοῦντας, καὶ παρειμένους λύων
τοῦ κατέχοντος δεσμοῦ, καὶ κυλλοὺς καὶ χωλοὺς
ὁμοῦ, καὶ τυφλοὺς θεραπεύων. Τὸν Κύριον
ὑμνεῖτε βοῶντας, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ἄπονον εὗρες δόξαν Ὅσιε, πόνους
πολλοὺς ὑποίσας καὶ ἀγωνίσματα, ἀγρυπνίαν
τῆξιν σώματος, νηστείαν κακουχίαν, χαμαικοιτίαν, πᾶσαν
ἄλλην πίεσιν σαρκός, δι' ἀγάπην τοῦ κτίσαντος,
ᾧ συνὼν συνευφραίνῃ· αὐτὸν οὖν ἐκδυσώπει
σωθῆναι, πάντας τοὺς ἐν πίστει, καὶ πόθῳ
σε ὑμνοῦντας,
Διὰ ποικίλων πόνων Ὅσιε, τῶν
ἀρετῶν εἰσήχθης εἰς τὴν οὐράνιον,
βασιλείαν εὐφραινόμενος, τανῦν εἰς τοὺς αἰῶνας,
καὶ τοῦ Δεσπότου πάντοτε τρυφῶν ταῖς καλλοναῖς,
σὺν Ἀγγέλοις μελῴδημα τὸν Τρισάγιον ᾄδεις·
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Οὐκ ἀποστάντα τὸν ἀχώριστον,
ἐκ τοῦ πατρῴου κόλπου Ἁγνὴ γεγέννηκας,
ἀπειράνδρως ἀνεκφράστως τε, βροτὸν τέλειον ὄντα,
ὃν ἐκδυσώπει, δοῦναί μοι ἰσχύν, τῶν
πονηρῶν λογισμῶν, προσβολὴν πᾶσαν καταβαλεῖν εἰς
τέλος, καὶ θέλημα τὸ θεῖον ἐκείνου, πράττειν
καθ' ἑκάστην, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς
αἰῶνας.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς
καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν
ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν
τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον
μεγαλύνομεν».
Ἰδεῖν κατηξίωσαι, ἀπολυθεὶς
τοῦ σώματος, τὰ ἀθέατα κάλλη Πάτερ Παρθένιε,
ὅλος ἀρετῶν εὐμορφίᾳ, ὡς ἀληθῶς
καθωραϊσμένος· διὸ σε γεραίρομεν, καὶ γνησίως
μακαρίζομεν.
Ὡς κρίνον ὡς ῥόδον σε, εὐῶδες
ὡς ὀσφράδιον, ἀρετῶν ποικιλίᾳ ὡραϊζόμενον,
Πάτερ ὁ Χριστὸς εἰς τὰς ἄνω, περιφανῶς
ἐσκήνωσε μάνδρας, ὁσίως ποιμάναντα, τόν
λαὸν αὐτοῦ Παρθένιε.
Σκιρτήσωμεν ἄνθρωποι, χορεύσωμεν γηθόμενοι,
ἑορτήν τε ἁγίαν νῦν συστησώμεθα, ψάλλοντες
Θεῷ ἐν αἰνέσει, τὸν θαυμαστὸν καὶ μέγαν
ποιμένα, Παρθένιον σήμερον, κατὰ χρέος μακαρίζοντες.
Ἡ μνήμη σου σήμερον, ἡμῶν περιαυγάζουσα,
τὰς καρδίας ὡς μέγας ἥλιος ἔλαμψεν· ἣν
ἐπιτελοῦντες ἐν πίστει, ῥῦσαι παθῶν σκότους
Ἱεράρχα, καὶ νόσων καὶ θλίψεων, καὶ παντοίων
περιστάσεων.
Θεοτοκίον
Φωτὶ με καταύγασον, τὸν ἐν τῷ
σκότει κείμενον, τῆς δεινῆς ῥαθυμίας Θεοχαρίτωτε,
καὶ μὴ προαιρούμενον ὅλως, τοὺς τοῦ Θεοῦ
νόμους συντηρῆσαι, ὅπως ὡς προστάτην μου, κατὰ
χρέος μακαρίζω σε.
Τοῦ
Ὁσίου Λουκᾶ
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον,
ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ
τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς,
Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς
οὐρανίαις, στρατιαῖς σε μακαρίζομεν».
Σοὺς πόνους Πάτερ καὶ ἀγωνίσματα,
τὶς ἐξειπεῖν δυνήσεται βροτῶν ὧν ἀντάξιον,
τὸν μισθὸν ἐκομίσω παρὰ Θεοῦ; γέγονας
γὰρ δοχεῖον, τοῦ θείου Πνεύματος· Ὅσιος,
εὐθύς, ἀληθινός, δίκαιος, ἄμεμπτος.
Ἁπλοῦν τὸ ἦθος καὶ ἀπονήρευτον,
καὶ ταπεινόν, ἐλέους τε μεστὸν πρὸς τοὺς
πένητας, καὶ φιλόξενόν τε καὶ φιλέρημον, ἥσυχον
πρᾶον ὄντως, Πάτερ ἐνέδειξας· ὅθεν συνετάγης
Ἀβραὰμ καὶ Ἰακὼβ καὶ Δαυΐδ.
Μοναῖς ἐκείναις ὡς αὐλιζόμενος,
ταῖς ὀρεκταῖς καὶ κάλλους θεϊκοῦ ἐμπιπλάμενος,
Παραδείσου τε θείου τοῖς ἄνθεσι, νῦν ἐντρυφῶν
εἰς κόρον, καὶ ἀγαλλόμενος, μνείαν πρὸς
Θεὸν ὑπὲρ ἡμῶν ποιοῦ Πανόλβιε.
Τριαδικὸν
Ἡ μία φύσις ἡ τρισυπόστατος,
ἡ τριλαμπὴς οὐσία καὶ ἀχώριστος δύναμις,
ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα,
μία Θεότης, σῷζε τοὺς πίστει σε, ἕνα μεγαλύνοντας
Θεόν, ἐν χαρακτῆρσι τρισί.
Θεοτοκίον
Νοεῖν οὐ σθένει σου τὸ μυστήριον,
βρότειος νοῦς Παρθένε Θεοτόκε πανύμνητε· πρὸ
γὰρ τόκου ἀνάνδρως συνέλαβες, ἔμεινάς
τε Παρθένος, καὶ μετὰ κύησιν, τέτοκας δὲ Λόγον
τῷ Πατρὶ τὸν συναΐδιον.
Ἐξαποστειλάριον
του Ἱεράρχου
Γυναῖκες
ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Λαμψάκου ὁ παμμέγιστος, Ποιμὴν καὶ
περιβόητος, θαυματουργὸς Ἱεράρχης, τῆς τοῦ Χριστοῦ
Ἐκκλησίας, τὸ Ἑλλησπόντου καύχημα, καὶ
τῶν πιστῶν ἑδραίωμα, τιμάσθω νῦν Παρθένιος·
ὑπὲρ τοῦ κόσμου γὰρ οὗτος, ἐξιλεοῦται
τὸ θεῖον.
Τοῦ
Ὁσίου, Ὅμοιον
Μονάσας ἐκ νεότητος, καὶ τὸν
σταυρὸν ἀράμενος, ἐμάκρυνας ἐν ἐρήμῳ,
Λουκᾶ φωστὴρ Μοναζόντων, ἐγκρατείᾳ δὲ
πάσῃ, τὸ χεῖρον δουλωσάμενος, τῶ κρείττονι
θεόληπτε, ὡς ἐφικτὸν συνεκράθης, τῇ ἀπροσίτῳ
Τριάδι.
Τῆς
Ἑορτῆς, Ὅμοιον
Πληρῶν σου τὴν ἀπόρρητον, οἰκονομίαν
Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ μητρὸς
ἀπειράνδρου, ἰδὼν δὲ σε ἐκραύγαζεν, ὁ
Πρέσβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν
σου ὦ Δέσποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου,
τὸ Πατρικὸν φῶς Χριστέ μου.
Εἰς τὸν Στίχον,
τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος
β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος
Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος
ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.
Στίχ. Νῦν ἀπολύεις τὸν
δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά
σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ
ὀφθαλμοί μου, τὸ σωτήριόν σου.
Δέχου ὦ Συμεών, τὸν Κύριον τῆς
δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος Ἁγίου·
ἰδοὺ γὰρ παραγέγονε.
Στίχ. Φῶς εἰς ἀποκάλυψιν
ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Νῦν εἶδον ἀγαθέ, Θεὲ οἱ
ὀφθαλμοί μου, τὴν σὴν ἐπαγγελίαν, ἀπόλυσόν
με τάχος, τὸν δοῦλόν σου φιλάνθρωπε.
Δόξα...
Καὶ νῦν... Ὅμοιον
Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου
δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσασα
τὴν λύπην, Παρθένε τῆς Προμήτορος.
Καὶ ἡ λοιπὴ
Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ
Ἀπόλυσις.