Τῌ ΛΑ'
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῆς Ὁσίας
Μητρὸς ἡμῶν Μελάνης τῆς Ῥωμαίας.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Ἰδιόμελα.
Ἦχος
β' Γερμανοῦ
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ,
τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον
τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία
τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ
τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου
τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ
τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν
τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος
αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου
Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ
γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός, καὶ
ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ
φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς
ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς. (Δίς)
Ἀνατολίου,
ὁ αὐτὸς
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος
ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ
σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ
Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης
ἐταράττετο·, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη,
Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς)
Ὁ
αὐτὸς
Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός,
βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ
Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ,
ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ
τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς
ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ, φῶς ἐκ
φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν
κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ
σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ
ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου
Θεός,ἐλέησον ἡμᾶς.
Ὁ αὐτὸς
Τὶ σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης
ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς; ἕκαστον
γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν
εὐχαριστίαν σοι προσάγει· οἱ Ἄγγελοι τὸν
ὕμνον· οἱ οὐρανοὶ τὸν
Ἀστέρα· οἱ Μάγοι
τὰ δῶρα· οἱ Ποιμένες
τὸ θαῦμα· ἡ γῆ
τὸ σπήλαιον· ἡ ἔρημος
τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον,
ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς.
Δόξα...
Καὶ νῦν...
Ἦχος
ὁ αὐτὸς Κασίας
Αὐγούστου μοναρχήσαντος ἐπὶ
τῆς γῆς, ἡ πολυαρχία τῶν ἀνθρώπων ἐπαύσατο,
καὶ σοῦ ἐνανθρωπήσαντος ἐκ τῆς Ἁγνῆς,
ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται. Ὑπὸ
μίαν βασιλείαν ἐγκόσμιον, αἱ πόλεις γεγένηνται·
καὶ εἰς μίαν Δεσποτείαν Θεότητος, τὰ Ἔθνη
ἐπίστευσαν. Ἀπεγράφησαν οἱ λαοί, τῷ δόγματι
τοῦ Καίσαρος, ἐπεγράφημεν οἱ πιστοί, ὀνόματι
θεότητος, σοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ἡμῶν.
Μέγα σου τὸ ἔλεος, δόξα σοι.
Εἰς τὸν Στίχον,
Στιχηρὰ Ἰδιόμελα
Ἦχος
β' Γερμανοῦ
Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται
σὴμερον! Παρθένος τίκτει καὶ μήτρα οὐ φθείρεται,
ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ
κεχώρισται, Ἄγγελοι μετὰ Ποιμένων δοξάζουσι, καὶ
ἡμεῖς σὺν αὐτοῖς ἐκβοῶμεν· Δόξα
ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.
Στίχ. Εἶπεν ὁ Κύριος τῷ
Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν
θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν
σου.
Ἦχος
γ' τοῦ αὐτοῦ
Σήμερον τίκτει ἡ Παρθένος, τὸν
Ποιητὴν τοῦ παντός, Ἐδὲμ προσφέρει σπήλαιον,
καὶ ἀστὴρ μηνύει Χριστόν, τὸν Ἥλιον
τοῖς ἐν σκότει. Μετὰ
δώρων Μάγοι προσεκύνησαν, πίστει φωτιζόμενοι, καὶ
Ποιμένες εἶδον τὸ θαῦμα, Ἀγγέλων ἀνυμνούντων,
καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ.
Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου
ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ
μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα,
κατὰ τὴν τάξιν Μελχισεδέκ.
Ὁ
αὐτός, Ἀνατολίου
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος,
ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐξ Ἀνατολῶν
ἐλθόντες Μάγοι, προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα,
καὶ τοὺς θησαυροὺς αὐτῶν προθύμως ἀνοίξαντες,
δῶρα τίμια προσέφερον, δόκιμον χρυσόν, ὡς
Βασιλεῖ τῶν αἰώνων, καὶ λίβανον, ὡς
Θεῷ τῶν ὅλων, ὡς τριημέρῳ δὲ νεκρῷ,
σμύρναν τῷ Ἀθανάτῳ. Πάντα τὰ ἔθνη,
δεῦτε προσκυνήσωμεν, τῷ τεχθέντι σῶσαι τὰς
ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος δ'
Ἰωάννου
Μοναχοῦ
Εὐφράνθητι Ἱερουσαλήμ, καὶ
πανηγυρίσατε πάντες, οἱ ἀγαπῶντες Σιών. Σήμερον
ὁ χρόνιος ἐλύθη δεσμός, τῆς καταδίκης
τοῦ Ἀδάμ, ὁ Παράδεισος ἡμῖν ἠνεῴχθη,
ὁ ὄφις κατηργήθη· ἣν γὰρ ἠπάτησε
πρώην, νῦν ἐθεάσατο, τοῦ Δημιουργοῦ γενομένην
Μητέρα. Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ
γνώσεως Θεοῦ, ἡ προξενήσασα τὸν θάνατον πάσῃ
σαρκί, τῆς ἁμαρτίας τὸ ὄργανον, σωτηρίας
ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ παντί,
διὰ τῆς Θεοτόκου· βρέφος γὰρ τίκτεται ἐξ
αὐτῆς, ὁ παντέλειος Θεός, καὶ διὰ τοῦ
τόκου, Παρθενίαν σφραγίζει, σειρὰς ἁμαρτημάτων,
λύων διὰ σπαργάνων, καὶ διὰ νηπιότητος, τῆς
Εὔας θεραπεύει, τὰς ἐν λύπαις ὠδῖνας.
Χορευέτω τοίνυν πᾶσα ἡ κτίσις καὶ σκιρτάτω·
ἀνακαλέσαι γὰρ αὐτήν, παραγέγονε Χριστός,
καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν... Ἦχος ὁ αὐτὸς
Ἀνατολίου
Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ
Θεός, φάτνη ὑπεδέξατο. Ποιμένες δὲ καὶ
Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο
τὸ κήρυγμα, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον,
βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.
Ἀπολυτίκιον Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς
ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς
τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ
τοῖς ἄστροις λατρεύοντες,
ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ
προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ
σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε
δόξα σοι. ἐκ
γ'
Καὶ
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν α'
Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Κατεπλάγη
Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη
ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει
ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς
τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως
ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον.
Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον
ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου,
καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
(Δίς)
Μετὰ τὴν β'
Στιχολογίαν
Κάθισμα
ὅμοιον
Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι
τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ
ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν
μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς
τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν;
ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις,
ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς
Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
Καὶ οἱ Κανόνες. Ὁ Παρὼν
τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε.
Χριστὸς
βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.
ᾨδὴ
α' Ἦχος α'
Ὁ
Εἱρμὸς ΤΟ
ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς
ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ
γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα
ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε
λαοί, ὅτι δεδόξασται».
Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ
τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς
ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς,
αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι
δεδόξασται.
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον,
τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας
οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου
θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ
σαρκωθείς, ὅτι δεδόξασται.
Σοφία, λόγος καὶ δύναμις, Υἱὸς
ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς
ὁ Θεός, δυνάμεις λαθῶν, ὅσας ὑπερκοσμίους,
ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο
ἡμᾶς, ὅτι δεδόξασται.
Ἕτερος Κανὼν Ἰαμβικός,
Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε
διὰ στίχων Ἡρωελεγείων
Εὐεπίης μελέεσσιν ἐφύμνια
ταῦτα λιγαίνει
Υἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενον
Ἐν χθονί, καὶ λύοντα πολύστονα
πὴματα κόσμου.
Ἀλλ' Ἄνα. ῥητῆρας ῥύεο
τῶν δε πόνων.
ᾨδὴ α' Ἦχος ὁ αὐτὸς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα χερσώσας
πάλαι.
Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης,
τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν, ὃν κατ
οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ βροτοῖς
δοξάζομεν».
Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,
Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη
βάτῳ,
Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,
Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς
πάλαι,
Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.
Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου
Λόγον,
Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν
Μάγοις,
Σαφῶς πενιχρὸν εἰς σπέος τὸν
συμπαθῆ,
Σὲ σπαργάνοις ἑλικτόν, ὃν
γεγηθότες,
Ἶδον τὸν αὐτόν, καὶ βροτὸν
καὶ Κύριον.
ᾨδὴ
γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶ πρὸ τῶν αἰώνων, ἐκ
πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ'
ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως,
Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας
τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς
ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν
κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν
γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ’ ἐμὲ
γεγονώς, ἅγιος εἶ Κύριε.
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας
Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω,
μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ
μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν,
Ἅγιος εἶ Κύριε.
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνῳν
Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ
ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ
προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας
τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νεῦσον πρὸς ὕμνους οἰκετῶν
Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην
ὀφρύν,
Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως».
Νύμφης πανάγνου τὸν πανόλβιον τόκον
Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος
χορός,
Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ
τρόπῳ.
Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,
Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.
Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,
Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου
Κόρης,
Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ' ἐπ'
ἐσχάτων
Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,
Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ
πρωτόκτιστον.
Ἡ
Ὑπακοὴ Ἦχος πλ. δ'
Τὴν ἀπαρχὴν τῶν Ἐθνῶν,
ὁ οὐρανὸς σοι προσεκόμισε, τῷ κειμένῳ
νηπίῳ ἐν φάτνῃ, δι᾿ ἀστέρος τοὺς
Μάγους καλέσας· οὓς καὶ κατέπληττεν, οὐ
σκῆπτρα καὶ θρόνοι, ἀλλ' ἐσχάτη πτωχεία·
τὶ γάρ εὐτελέστερον σπηλαίου; τὶ δὲ
ταπεινότερον σπαργάνων; ἐν οἷς διέλαμψεν ὁ τῆς
Θεότητός σου πλοῦτος. Κύριε δόξα σοι.
Ἱστέον ὅτι
ὅτε λέγομεν ὑπακοήν, Κάθισμα οὐ λέγομεν
ὡς ἔν τισι Τυπικοῖς εὕρομεν.
Κάθισμα Ἦχος πλ. δ'
Τὸ
προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ
Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ
τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς
κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς
Παρθένου ἄνευ σπορᾶς, ὃν οἱ Μάγοι ἐξίσταντο,
ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον
ὃν δοξάζει τὰ σύμπαντα.
Δόξα...
Καὶ νῦν ... τὸ αὐτὸ
ᾨδὴ
δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί,
καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς
Παρθένου ἀνεβλάστησας. ἐξ ὄρους ὁ αἰνετὸς
κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου,
ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε».
Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν
ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας,
καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες
προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ.
Δόξα τῇ δυνάμει σου Κύριε.
Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν
λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας,
ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα,
Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους, ἐδέξω
δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.
Ὡς πόκῳ γαστρὶ Παρθενικῇ,
κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες
ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς,
καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης
γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα
τῇ δυνάμει σου Κύριε.
Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Γένους βροτείου τὴν ἀνάπλασιν
πάλαι,
ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,
Ἰδεῖν ἀφράστως ἀξιωθεὶς
τὸν τύπον.
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς
Παρθένου,
Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν
Λόγος».
Ἶσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως,
Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου,
Ἰὸν καθᾶραι τῆς δρακοντείας
κάρας,
Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον,
Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.
Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα.
Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα,
Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις,
Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,
Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.
Ῥίζης φυεῖσα τοῦ Ἰεσσαὶ
Παρθένε,
Ὅρους παρῆλθες, τῶν βροτῶν τῆς
οὐσίας,
Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων
Λόγον.
Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,
Νηδὺν διελθεῖν τῇ κενώσει τῇ ξένῃ.
ᾨδὴ
ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν,
τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην
παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν
θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός
ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».
Ἐν δούλοις τῷ Καίσαρος δόγματι,
ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς,
ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας
Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας,
καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ
κοινωνίας ἐθεούργησας.
Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι
φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν
ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς
καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον
κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.
Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης
πλάνης
Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων εὐχερῆ τε τὴν
τρίβον,
Καθ' ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος».
Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν
Δεσπότης,
Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,
Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,
Κόσμον συνάπτων, ταῖς ἀΰλοις
οὐσίαις,
Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.
Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,
Μεθ' ἡμέραν φῶς, τῆς ἄνω
φρυκτωρίας.
Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς
προσφέρει,
Νέμων ἐκεῖσε τὴν ἀπόρρητον
χάριν,
Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία.
ᾨδὴ
ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν
ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας
ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας
ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως,
τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».
Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς
ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου
γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν
ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων
ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ,
πολυπλόκους σειρὰς παραπτώσεων.
Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος
ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ
δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ
καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς
Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ
κρατῶν ἐξουσία τῆς κτίσεως.
Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς
θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην
ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος
βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».
Ὃς ἦν ἐν ἀρχῇ, πρὸς
Θεὸν Θεὸς Λόγος,
Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν
πάλαι,
Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς
οὐσίαν,
Καθεὶς ἑαυτὸν δευτέρᾳ
κοινωνίᾳ
Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.
Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ
ὀσφύος,
Λυγρῶς πεσόντας, ἐν σκότει τῶν
πταισμάτων,
Υἱοὺς ἐγεῖραι, τῶν κάτω
νενευκότων,
Ὁ φῶς κατοικῶν, καὶ φάτνην
παρ' ἀξίαν.
Νῦν εὐδοκήσας, εἰς βροτῶν
σωτηρίαν.
Κοντάκιον
Ἦχος
γ' Αὐτόμελον
Ποίημα
Ῥωμανοῦ τοῦ Μελῳδοῦ ΤΟ ΑΚΟΥΤΕ
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον
τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ
προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι
δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς
γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων
Θεός.
Ὁ
Οἶκος
Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε
ἴδωμεν, τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε
λάβωμεν, τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου.
Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος,
βλαστάνουσα ἄφεσιν, ἐκεῖ εὑρέθη φρέαρ
ἀνώρυκτον, οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν,
ἐκεῖ Παρθένος τεκοῦσα βρέφος, τὴν δίψαν
ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ
τοῦ Δαυΐδ· διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν,
οὗ ἐτέχθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων
Θεός.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ ΛΑ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν
Μελάνης της Ῥωμαίας.
Στίχοι
·
·
Οὐχ ὑλικὴ σε χεὶρ Μελάνη καὶ μέλαν,
·
·
Θεὸς δέ, κἂν τέθνηκας, ἐν ζῶσι γράφει.
·
·
Πρώτη ἐν τριακοστῇ ἀπῆρε βίοιο Μελάνη.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου
Μάρτυρος καὶ Πρεσβυτέρου Ζωτικοῦ τοῦ Ὀρφανοτρόφου.
Στίχοι
·
·
Πώλων συρόντων, Ζωτικὸς σκιρτῶν τρέχει,
·
·
ᾯ βαλβὶς ἡ γῆ, τέρμα δὲ δρόμου πόλος.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Γελάσιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
·
·
Ὁ Γελάσιος, ἄχρι καὶ τέλους βίου,
·
·
Τὸν ἄξιον γέλωτος ἦν γελῶν βίον.
Τῇ αὐτῇ ἡμέρᾳ,
αἱ Ἅγιαι δέκα Παρθένοι, αἱ ἐν Νικομηδείᾳ τοὺς ὀφθαλμοὺς διατρηθεῖσαι
καὶ τὰς πλευρὰς ξεσθεῖσαι, τελειοῦνται.
Στίχοι
·
·
Διπλοῦν τὸν ἆθλον, τρῆσιν εἶτα καὶ ξέσιν,
·
·
Χοροῦ γινώσκω διπλοπενταπαρθένου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Ἡ ἁγία Μάρτυς Ὀλυμπιοδώρα πυρὶ τελειοῦται.
Στίχοι
·
·
Ἀγῶνι πρὸς πῦρ τῆς Ὀλυμπιοδώρας,
·
·
Ὕμνος τὸ δῶρον, οὐκ Ὀλυμπίων πίτυς.
Τῇ αὐτῇ ἡμέρᾳ,
Ὁ Ἅγιος Γάϊος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
·
·
Πολλοὺς ἀνέτλη Γάϊος θεῖος πόνους,
·
·
Καὶ νῦν τὰ λαμπρὰ
τῶν πόνων ἔχει γέρα.
Οἱ Ἅγιοι Μάρτυρες
Βούσιρις, Γαυδέντιος καὶ Νέμη ξίφει τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες,
δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν
οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς
φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων
Θεός, εὐλογητὸς εἶ».
Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς
φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς,
περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι
ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς
εἶ.
Ἐξαίφνης σὺν τῷ λόγῳ
τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα
ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ
γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία,
Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς
εἶ.
Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ
Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον
Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες·
ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,
Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ
Δεσπότῃ,
Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς
εἶ».
Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,
Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν
νέους,
Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη,
Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ
Κυρίου,
Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.
Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,
Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως
ἔχων,
ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,
Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα,
Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.
Τὴν ἀγριωπόν, ἀκρατῶς
γαυρουμένην,
Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,
Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν.
Οὓς εἵλκυσε πρίν, σήμερον τῶν
ἀρκύων,
Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.
ᾨδὴ
η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος,
ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς
ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ
τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν·
διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω
ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας».
Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας,
δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ,
δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ
Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες
ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα
τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας
τοὺς αἰῶνας.
Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς·
οὐ γὰρ ᾖδον ἐν νόθοις οἱ παῖδες Σιών,
Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν,
ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός·
διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω
ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας.
Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών,
καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς
Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς
σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει·
διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω
ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας.
Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μήτραν ἀφλέκτως εἰκονίζουσι
Κόρης,
Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,
Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.
Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ
μιᾷ,
Λαοὺς πρὸς ὕμνον ἐξανίστησι
χάρις».
Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ,
Ἄληκτον ὑμνεῖ τὸν κενούμενον
Λόγον.
Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις,
Ἄδοξον εὖχος δειματουμένη φέρειν,
Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει.
Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων,
Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων
λόφων,
Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων
φύσιν.
Ῥώμην βιαίαν τοῦ βροτοκτόνου
σβέσαι,
Ἀνὴρ φανείς τε, καὶ Θεὸς
προμηθείᾳ.
ᾨδὴ
θ'
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλόμενα
ἐν τῇ ᾨδῇ ταύτῃ Ἦχος α'
·
·
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν
τῶν ἄνω στρατευμάτων. (Δίς)
·
·
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου,
Θεὸν σαρκὶ τεχθέντα.
·
·
Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ,
τεχθέντα Βασιλέα.
·
·
Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων,
Θεὸν προσκυνηθέντα.
·
·
Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Ἀστέρος,
τοῖς Μάγοις μηνυθέντα.
·
·
Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον,
τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα.
·
·
Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν
τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.
Ἔτερα
εἰς τὸν Ἰαμβικὸν Κανόνα
·
·
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην,
ἔνδον ἐν τῷ Σπηλαίῳ.
·
·
Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος,
ὑπὸ Μητρὸς Παρθένου.
·
·
Σήμερον οἱ Ποιμένες, βλέπουσι τὸν Σωτῆρα,
σπαργάνοις εἱλημένον, καὶ κείμενον ἐν Φάτνῃ.
·
·
Σήμερον ὁ Δεσπότης, ῥάκει σπαργανοῦται,
ὁ ἀναφὴς ὡς βρέφος.
·
·
Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει,
ὅτι Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου Κόρης.
·
·
Οὐράνιαι Δυνάμεις τεχθέντα τὸν Σωτῆρα,
Κύριον καὶ Δεσπότην, μηνύουσι τῷ κόσμῳ.
·
·
Δόξα...
·
·
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου,
Θεότητος τὸ κράτος.
·
·
Καὶ νῦν ...
·
·
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς
ἐκ τῆς κατάρας.
Ὁ
Εἱρμὸς ΤΟ
ΑΚΟΥΤΕ
«Μυστήριον ξένον, ὁρῶ καὶ
παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον
Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον·
ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς
ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».
Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ
Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς,
οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο,
ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ,
οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν;
εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν·
μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν,
ὁ θεομάχος φρυαττόμενος.
Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος,
οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ,
προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ
πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον,
ἐγκατέλιπον παιζόμενον.
Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον
φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ
δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ
καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».
Τύπους ἀφεγγεῖς καὶ σκιὰς
παρηγμένας,
Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου
δεδορκότες,
Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,
Δοξούμενοί τε, τῆς ἀληθείας
φάος,
Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.
Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,
Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,
Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.
Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ
Παρθένε,
Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.
Ἐξαποστειλάριον
Αὐτόμελον ΤΟ
ΑΚΟΥΤΕ
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους
ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν,
καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν
ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου
ἐτέχθη ὁ Κύριος. Ἐκ γ'.
Εἰς τοὺς Αἴνους,
ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρά. Ἰδιόμελα.
Ἦχος
δ'
Ἀνδρέου
Ἱεροσολυμίτου
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ
ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ
γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ
μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον
σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι
τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες
λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι.
Ὁ
αὐτὸς
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος
σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε,
Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει· Μάγοι
προσκυνοῦσι· Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις
ἀγάλλεται.
Ὁ
αὐτὸς
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν
Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς
Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας
τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον
σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει
μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ
σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε, Δόξα
σοι.
Ὁ
αὐτὸς
Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα
τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν
Παρθένον· Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως
καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν
εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν
σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες·
Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι
ἡμᾶς.
Δόξα... Ἦχος πλ. β' Γερμανοῦ
Ὅτε καιρός, τῆς ἐπὶ γῆς
παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο,
τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι
τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ
σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ
Καίσαρος ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου
σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διὸ
σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τήν
χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν
θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν
ἡμῶν.
Καὶ
νῦν ... Ἦχος β' Ἰωάννου Μοναχοῦ
Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ
γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται,
καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν
οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν
τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι
τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα
κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν·
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς
εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Δοξολογία
μεγάλη, καὶ Ἀπόλυσις
Εἰς τὴν
Λειτουργίαν, Ἀντίφωνα
Ἀντίφωνον
Α' Ἦχος β'
Στίχ. α' Ἐξομολογήσομαί
σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι
πάντα τὰ θαυμάσιά σου.
·
·
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. β' Ἐν βουλῇ εὐθέων
καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.
·
·
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ' Ἐξεζητημένα εἰς πάντα
τὰ θελήματα αὐτοῦ.
·
·
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. δ' Ἐξομολόγησις καὶ
μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ
δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος.
·
·
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα...
Καὶ νῦν ...
·
·
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον
Β' Ἦχος β'
Στίχ. α' Μακάριος ἀνήρ, ὁ
φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς
αὐτοῦ θελήσει σφόδρα.
·
·
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ
Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Στίχ. β' Δυνατὸν ἐν τῇ γῇ
ἔσται τὸ σπέρμα αὐτοῦ.
·
·
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ
Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Στίχ. γ' Δόξα καὶ πλοῦτος ἐν
τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη
αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
·
·
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ
Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Στίχ. δ' Ἐξανέτειλεν ἐν σκότει
φῶς τοῖς εὐθέσιν.
·
·
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ
Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Δόξα...
Καὶ νῦν ...
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος
τοῦ Θεοῦ...
Ἀντίφωνον
Γ' Ἦχος δ'
Στίχ. α' Εἶπεν ὁ Κύριος τῷ
Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν
θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν
σου.
Ἀπολυτίκιον Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς
ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς
τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ
τοῖς ἄστροις λατρεύοντες,
ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν,
τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν
ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Στίχ. β' Ῥάβδον δυνάμεως ἐξαποστελεῖ
σοι Κύριος ἐκ Σιών.
·
·
Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν...
Στίχ. γ' Μετὰ σοῦ ἡ ἀρχὴ
ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν
ταῖς λαμπρότησι τῶν Ἁγίων σου.
·
·
Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν...
Εἰσοδικὸν
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά
σε· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ
Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν
τάξιν Μελχισεδέκ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ
ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Εἶτα
γεγονωτέρᾳ τῇ φωνῇ
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς
ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς
τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ
τοῖς ἄστροις λατρεύοντες,
ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν,
τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν
ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Καὶ
τὸ Κοντάκιον Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον
τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ
προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι
δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς
γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων
Θεός.
Ἀντὶ
δὲ τοῦ Τρισαγίου
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε...
Κοινωνικὸν
Λύτρωσιν ἀπέστειλε Κύριος τῷ
λαῷ αὐτοῦ. Ἀλληλούϊα.