Τῌ ΚΔ'
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῆς Ἁγίας
Ὁσιομάρτυρος Εὐγενίας.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια Προεόρτια.
Ἦχος
δ'
Ὡς
γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς
ἀλαλάξωμεν, ἡ Χριστοῦ ἀνάδειξις πεφανέρωται,
τῶν Προφητῶν τὰ κηρύγματα, τὸ πέρας ἐδέξαντο·
ὃν γὰρ ἔφησαν σαρκί, τοῖς βροτοῖς ἐμφανίζεσθαι, ἀποτίκτεται,
ἐν ἁγίῳ Σπηλαίῳ, καὶ ἐν φάτνῃ,
ἀνακλίνεται ὡς βρέφος, καὶ σπαργανοῦται ὡς
νήπιον.
Προεόρτια ᾄσματα, διανοίας εὐθύτητι,
τῆς Χριστοῦ Γεννήσεως προηχήσωμεν· ὁ γὰρ
Πατρὶ καὶ τῷ Πνεύματι, ὑπάρχων ὁμότιμος,
διὰ σπλάγχνα τὸ ἡμῶν, ἐνδυσάμενος φύραμα,
μέλλει τίκτεσθαι, Βηθλεὲμ ἐν τῇ πόλει, οὗ
τὸν τόκον, τὸν ἀπόρρητον Ποιμένες, μετὰ
Ἀγγέλων ἀνύμνησαν.
Ἀνερμήνευτον Σύλληψιν, καὶ ἀνέκφραστον
Γέννησιν, ἡ Παρθένος βλέπουσα, κατεπλήττετο, καὶ
προσεφθέγγετο χαίρουσα, ὁμοῦ καὶ δακρύουσα·
Ἐπιδώσω σοι μαζόν, τῷ τὰ σύμπαντα τρέφοντι,
ἢ ὑμνήσω σε, ὡς Υἱὸν καὶ Θεόν
μου; ποίαν εὕρω, ἐπὶ σοὶ προσηγορίαν, ἀκατονόμαστε
Κύριε;
Στιχηρὰ Προσόμοια
τῆς Ἁγίας
Ἦχος
β'
Ὅτε,
ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, προμηθείᾳ θεϊκῇ, προγινωσκομένη
προῆλθες, ἔξω τῆς πόλεως, κόσμου τὴν τερπνότητα,
σαφῶς κατέλιπες, καὶ ψαλμῶν ἐπακούσασα
τερπνῆς μελῳδίας, θείας ἐπιγνώσεως, φωτὶ
κατηύγασαι· φόβον ἐν γαστρὶ δὲ λαβοῦσα,
θεῖον καὶ σωτήριον Πνεῦμα, τοῖς συνοδοιπόροις σου ἀπέτεκες.
Ὅτε, ἐνυμφεύθης τῷ Χριστῷ,
τοὺς σοὺς ὑπηρέτας προθύμως, αὐτῷ
προσήγαγες, προῖκα τούτους ἔμψυχον, ὥσπερ ἐνέγκασα,
μιμουμένους στερρότητα, τὴν σὴν Εὐγενία, πίστει
τε καὶ χάριτι, σαφῶς ἐκλάμποντας, πᾶσαν ἀρετὴν
ἀσκουμένους, Μάρτυρας θεόφρονας ὄντως, πᾶσι
τὴν εὐσέβειαν κηρύττοντας.
Αἴγλῃ, τῇ τοῦ Πνεύματος σαφῶς,
καταλαμπομένη παρθένων, Χριστῷ προσάγεις χορόν, λόγῳ
τῆς σοφίας σου, ταύτας ζωγρήσασα, καὶ τὸν
δρόμον δεικνύουσα, τῆς ἄνω πορείας, αἵμασι
λαμπρύνεσθαι, Μαρτύρων ἔπεισας. Ταύταις, συγχορεύουσα
Μάρτυς, πόθον νῦν κατάλληλον εὗρες, ὄντως τὴν
ἀπόλαυσιν Πανεύφημε.
Δόξα...
Καὶ νῦν ... Ἦχος β'
Ἰδοὺ καιρὸς ἤγγικε τῆς
σωτηρίας ἡμῶν, εὐτρεπίζου Σπήλαιον, ἡ
Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ,
Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ
σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε
ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς, Ἰουδαίας,
ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ, ὃν ἔπλασεν
ἄνθρωπον, ὡς φιλάνθρωπος.
Εἰς τὸν Στίχον,
Στιχηρὰ Ἰδιόμελα.
Ἦχος
α'
Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ
Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ
τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν
τὴν Παρθένον, τοῖς
ψυχικοῖς ὀφθαλμοῖς, ἐπειγομένην τίκτειν
ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων Κύριον καὶ
Θεὸν ἡμῶν· οὗ Ἰωσὴφ κατιδών, τῶν
θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν,
ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ
τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν
παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στίχ. Ὁ Θεὸς ἀπὸ
Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους
κατασκίου δασέος.
Ὁ
αὐτὸς
Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ
Γενέθλια καὶ ἐπάραντες τὸν νοῦν ἐπὶ
τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν
τὸ ἐν Σπηλαίῳ μέγα μυστήριον· ἤνοικται
γὰρ ἡ Ἐδέμ, ἐκ Παρθένου Ἁγνῆς
Θεοῦ προερχομένου, ὑπάρχοντος τελείου τοῦ αὐτοῦ,
ἐν Θεότητι καὶ ἀνθρωπότητι, διὸ κράξωμεν·
Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος
Ἰσχυρός, ὁ Υἱὸς ὁ σαρκωθείς, Ἅγιος
Ἀθάνατος, τὸ Πανάγιον Πνεῦμα· Τριὰς Ἁγία,
δόξα σοι.
Στίχ. Κύριε εἰσακήκοα τὴν
ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ
ἔργα σου.
Ὁ
αὐτὸς
Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου
ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ
Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι
ἐκ Κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ
φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ
τοῦ Ἁγίου Πνεύματος, Βηθλεὲμ εὐτρεπίζου·
ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ Ὢν
γίνεται ὃ οὐκ ἦν, καὶ ὁ Πλαστουργὸς πάσης
κτίσεως διαπλάττεται, ὁ παρέχων τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν ... Ἦχος πλ. β'
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς
γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ
ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς
ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς·
Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ
φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν
καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε,
ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃν
περ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε,
καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς·
Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης,
ὁ λυτρωτής μου καὶ Θεός;
Ἀπολυτίκιον Ἦχος δ'
Κατεπλάγη
Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἀπεγράφετο ποτέ, σὺν τῷ
πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ,
ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον
κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς
Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ
καταλύματι· ἀλλ' ὡς τερπνὸν παλάτιον τὸ
Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο.
Χριστὸς γεννᾶται τὴν πρὶν πεσοῦσαν, ἀναστήσων
εἰκόνα.
Ἐκ
τρίτου, καὶ Ἀπόλυσις.
Ἐν τοῖς ἀποδείπνοις
ψάλλομεν τὸν παρόντα.
Προεόρτιον Κανόνα,
οὗ ἡ Ἀκροστιχίς.
Κατὰ Ἀλφάβητον,
ἄνευ τῶν Εἱρμῶν.
ᾨδὴ
α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι
διώκτην τύραννον, φάτνῃ κρυπτόμενον, κτεῖναι
ζητεῖ ὁ Ἡρῴδης, ἀλλ' ἡμεῖς σὺν
Μάγοις μέλψωμεν· τῷ Κυρίῳ ᾄσωμεν·
ἐνδόξως γὰρ δεδόξασται».
Ἄρχων ἐξ Ἰούδα, ἐξέλιπεν
ἤδη· ᾧ γὰρ ἀπέκειτο, καθὼς προγέγραπται,
ἡ τῶν ἐθνῶν προσδοκία, Ἰησοῦς Χριστὸς
ἐλήλυθε, καὶ Σπηλαίῳ τίκτεται, δι' ἄκραν
ἀγαθότητα.
Βηθλεὲμ εὐφραίνου, ἡ πόλις Ἰούδα·
ἐν σοὶ γὰρ τίκτεται, Χριστὸς ὁ Κύριος,
ἡ οἰκουμένη σκιρτάτω, δεχομένη ἀπολύτρωσιν,
χορευέτω ἅπασα, ἡ κτίσις ἑορτάζουσα.
Γένος τῶν ἀνθρώπων, βουλόμενος
σῶσαι ὁ Ὑπεράγαθος, μήτρᾳ ἐσκήνωσεν,
ἀπειρογάμου Παρθένου, καὶ ἰδοὺ τεχθῆναι
ἔρχεται. Τοῦτον προσκυνήσωμεν· ἐνδόξως γὰρ
δεδόξασται.
ᾨδὴ
γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐπὶ ὑδάτων,
κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ
κτίσις κατιδοῦσα, ἐν τῷ Σπηλαίῳ τικτόμενον,
θαμβητικῶς συνείχετο. Οὐκ ἔστιν Ἅγιος, πλήν
σου Κύριε κραυγάζουσα».
Δούλου φορέσαι σχῆμα, ἠθέλησας,
ὅπως με τῆς δουλείας, τοῦ πονηροῦ λυτρώσῃ,
ὑμνολογῶ σου τὸ εὔσπλαγχνον, Λόγε Πατρὸς
συνάναρχε, καὶ συναΐδιε. Δόξα τῇ οἰκονομίᾳ σου.
Ἔρχεται ἡ Παρθένος, τὸν Κύριον
ἀποτεκεῖν Σπηλαίῳ, προφθάσατε οἱ Μάγοι.
Ποιμένες νῦν παραγίνεσθε, ὕμνον ἐξ ὕψους Ἄγγελοι,
ἐπανακράξατε, ὤφθη τῶν βροτῶν ἡ λύτρωσις.
Ζητῶν με τὸν πλανηθέντα, φιλάνθρωπε,
καὶ σπήλαιον δειχθέντα, λῃστῶν ἔργοις ἀκάρποις,
Σπηλαίῳ νῦν παραγέγονας, ἐκ τῆς Παρθένου
σήμερον, τεχθῆναι Δέσποτα. Δόξα Λόγε τῇ ἐλεύσει σου.
Ὠδη
δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἐκ Παρθένου παρουσίαν σου,
προορῶν Ἀββακούμ, ἐξεστηκῶς ἐβόα·
Σὺ ἐκ Θαιμὰν σαρκούμενος, ἥκεις Λυτρωτά, τὸν
Ἀδὰμ ἀπωσμένον, ἀνακαλέσασθαι».
Ἡ φωταυγὴς Νεφέλη ἔρχεται, ἀνατεῖλαι
Χριστέ, ἐκ μητρικῶν λαγόνων, δικαιοσύνης Ἥλιον,
ἅπασαν τὴν γῆν, φρυκτωρίαις ἐνθέοις,
καταλαμπρύνοντα.
Θεὸς ἀνθρώποις ὤφθη ὅμοιος,
καὶ πτωχεύει σαρκί, ἵνα ἡμᾶς πλουτίσῃ,
καὶ ἐν Σπηλαίῳ τίκτεται, τοῦτον οἱ
πιστοί, καθαρᾷ διανοίᾳ, ὑποδεξώμεθα.
Ἰδοὺ Χριστὸς ἐν πόλει τίκτεται,
Βηθλεὲμ τὴν Ἐδέμ, ὅπως ἡμῖν ἀνοίξῃ,
παρακοῇ τὸ πρότερον, ὄφεως κλοπῇ, κεκλεισμένην·
ἐνθέως πανηγυρίσωμεν.
ᾨδὴ
ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν,
σεαυτὸν τῷ πεσὸντι, κενώσαντα ἀτρέπτως, καὶ
δούλου μορφήν, ἐκ Παρθένου φορέσαντα, Λόγε
Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε».
Καρδία πᾶσα, γηγενῶν σκιρτάτω·
εὐφραινέσθω ἡ κτίσις, ὁ Κύριος γεννᾶται,
ἐκ Κόρης Ἁγνῆς, Βηθλεὲμ ἐν Σπηλαίῳ,
καὶ Μάγοι αὐτῷ, προσκομίζουσι δῶρα, νῦν
ἐπάξια.
Λαὸς ὁ πάλαι, ἐν σκιᾷ θανάτου,
καθεζόμενος βλέψον, τὸ φῶς σοι ἀνατεῖλαν, ἐκ
τῆς Παρθένου, καὶ πολλῆς θυμηδίας ἐμπλήσθητι,
τὸν πτωχεύσαντα Λόγον, μεγαλύνων ἀεί.
Μικρῷ Σπηλαίῳ, ἔρχῃ χωρηθῆναι,
ὀ ἀχώρητος φύσει, ὅπως με σμικρυνθέντα τῇ παραβάσει, μεγαλύνῃς δι' οἶκτον
ἀμέτρητον· προσκυνῶ σου, τὸ εὔσπλαγχνον Μακρόθυμε.
ᾨδὴ
ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων
ἐκύκλωσέ με· καὶ τὸν κλύδωνα μηκέτι
φέρων, ὡς, Ἰωνᾶς, τῷ Δεσπότῃ βοῶ
σοι· Ἐκ φθορᾶς με ἀνάγαγε».
Νόμων σε ἡ Παρθένος, τῶν τῆς
σαρκὸς δίχα Κύριε, παραγίνεται ἀποκυῆσαι, ἐν
τῷ Σπηλαίῳ καὶ φάτνη σαρκί, προσανακλινεῖ
σε ὡς νήπιον.
Ξένον γεγενημένον, παραβάσει με ὁ
Ὑπέρθεος, τεχθεὶς ἐκ Κόρης ἀπειρογάμου,
δι' οἶκτον πολίτην, οὐρανοῦ ἀποδείκνυσιν.
Ὄρη τε καὶ νάπαι, καὶ κοιλάδες
εὐφράνθητε· ὁ γὰρ Χριστὸς σαρκὶ γεννᾶται,
ἀνακαινίζων τὴν κτίσιν, φθαρεῖσαν πονηραῖς
παραβάσεσιν.
ᾨδὴ
ζ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Oἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου
φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς
ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς
εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».
Πῶς σε σμικρότατον Λόγε, καθυποδέξεται
Σπήλαιον, τὸν πτωχείᾳ πολλῇ, τὴν πτωχείαν
τοῦ Ἀδὰμ ἀφελόμενον, καὶ πλούτῳ
θείας χάριτος, τοὺς ἀνθρώπους πλουτίσαντα.
Ῥήματα ξένα Ποιμένες, ἀκηκοότες
κατέσπευσαν, Βηθλεὲμ κατιδεῖν, καὶ ἐν φάτνῃ
τῶν ἀλόγων τὸν λύσαντα, τῆς ἀλογίας
ἅπαντας, εὐσεβῶς προσεκύνησαν.
Στόματι καὶ καρδία, τὸν ἐν
σαρκὶ ἀφικόμενον, γεννηθῆναι Χριστὸν ἐν
Σπηλαίῳ, ἐκ Παρθένου νεάνιδος, ὑμνολογῆσαι
σπεύσωμεν, καὶ πιστῶς προσκυνήσωμεν.
ᾨδὴ
η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νόμων Πατρῴων οἱ μακαριστοί, ἐν
Βαβυλῶνι νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν,
προσταγῆς ἀλογίστου· καὶ συνημμένοι, ᾧ
οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον,
ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας».
Τὸν ὑπὲρ λόγον μόνον Κύριον,
σεσαρκωμένον Κόρη καὶ περικείμενον, τῶν ἀνθρώπων
τὸ ὁμοίωμα, κατέχουσα ἀγκάλαις, καὶ
προσκυνοῦσα, καὶ ἀσπαζομένη μητρικῶς. Τέκνον
ἔφης γλυκύτατον, πῶς σε οὕτω κατέχω, κατέχοντα
χειρί σου τὴν κτίσιν, καὶ χειρὸς δουλείας,
αὐτὴν ἐλευθεροῦντα;
Ὑμνολογῆσαι θεῖοι Ἄγγελοι, τὸν
ἐπὶ γῆς τεχθέντα, διευτρεπίσθητε. Μάγοι δῶρα
ὁδηγούμενοι, προσάξατε ἀστέρι. Ποιμένες τοῦτον
σπεύσατε, ἰδεῖν ταῖς μητρικαῖς, ὥσπερ νήπιον
κράζοντες, καθήμενον ἀγκάλαις. Τὸν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Φωτὸς Νεφέλη Παναμώμητε, πῶς
σπαργανώσεις νέφει τὸν ἐπενδύοντα, οὐρανοὺς
ἀρρήτῳ νεύματι; πῶς ἀλόγων ἐν φάτνῃ
ἐπανακλινεῖς, τὸν τῆς ἀλογίας τοὺς
βροτούς, διὰ ἔλεος ἄμετρον, ῥυσάμενον Δεσπότην;
ὃν πᾶσα προσκυνεῖ φόβῳ κτίσις, ἀνυμνολογοῦσα,
αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν
πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς, καὶ
ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ
ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ
τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν·σὺ
γὰρ Χριστιανῶν εἶ προστάτις, Σὲ μεγαλύνομεν».
Χαῖρε δοχεῖον ἄχραντε, χαρᾶς ἀνεκφράστου·
ἰδοὺ γὰρ ἔρχῃ τέξεσθαι ἐν Σπηλαίῳ,
ἀπορρήτως τὸν Δεσπότην, θέλοντα τὴν κτίσιν
ἅπασαν, καταφθαρεῖσαν τῇ
παραβάσει πρώην, καινίσαι ἀληθῶς, τοῦτον
ὑμνολογοῦντες ἐν πίστει, Σὲ μεγαλύνομεν.
Ψυχαὶ δικαίων πᾶσαι, ὑποχθόνιοι
ἅμα ἀγαλλιᾶσθε· ἡ πάντων ἀπολύτρωσις.
Ἰδοὺ γὰρ ἐπεφάνη, πόλει Βηθλεὲμ τικτόμενος·
ἀστὴρ δὲ τοῦτον καταμηνύει, Μάγοις ζητοῦσιν
εὐσεβῶς· ὃν περ καὶ κατιδόντες Σπηλαίῳ,
θάμβους ἐπλήσθησαν.
Ὡς οὐρανὸν σε ἄλλον, ἀνυμνοῦμεν
Παρθένε δικαιοσύνης Ἥλιον ἡμῖν, ἐκ λαγόνων
παναγίων, μέλλουσαν ἀνίσχειν αὔριον, φωταγωγοῦντα
τοὺς ἐν σκότει ὄντας, θανάτου καὶ φθορᾶς·
ὅθεν χρεωστικῶς ἐν αἰνέσει, σὲ μεγαλύνομεν.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν α'
Στιχολογίαν
Κάθισμα Ἦχος πλ. β'
Ἀγγελικαὶ
δυνάμεις ΤΟ ΑΚΟΥΤΕ
Τῶν Προφητῶν αἱ ῥήσεις, νυνὶ
πεπλήρωνται· ὁ γὰρ Θεὸς ἡμῶν, αὔριον
τίκτεται, ἐκ Παρθένου Μαρίας ὑπὲρ λόγον,
καὶ μένει ὥσπερ ἦν πρὸ τοῦ τόκου·
ἀθροίζονται οἱ Μάγοι, δῶρα κομίζοντες·
ἀγραυλοῦσι Ποιμένες, ἐπᾴδομεν καὶ ἡμεῖς·
ὁ ἐκ Παρθένου τεχθείς, Κύριε δόξα σοι.
Δόξα...
Καὶ νῦν ... Τὸ αὐτὸ
Μετὰ τὴν β'
Στιχολογίαν
Κάθισμα Ἦχος πλ. δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Αὐλῶν Ποιμενικῶν, καταπαύων ᾆσμα,
στρατὸς Ἀγγελικός, ἐπεφώνει λέγων· Παύσασθε
ἀγραυλοῦντες, οἱ τῶν θρεμμάτων ἡγεμονεύοντες·
κράξατε ἀνυμνοῦντες· Ὅτι ἐτέχθη Χριστὸς
ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός,
τὸ γένος τῶν ἀνθρώπων.
Εἶτα ὁ Ν' καὶ
οἱ Κανόνες, οἱ δύο Προεόρτιοι μετὰ τῶν
Εἱρμῶν, εἰς ι' καὶ τῆς Ἁγίας, εἰς
δ'. Κανὼν Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς.
Καὶ σήμερον
δὲ Σάββατον μέλπω μέγα.
Ἄνευ τῶν Εἱρμῶν
τῶν τεσσάρων πρώτων ᾠδῶν.
ᾨδὴ
α' Ἦχος πλ. β'
Ὁ
Εἱρμὸς ΤΟ
ΑΚΟΥΤΕ
«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι
διώκτην τύραννον, Φάτνῃ κρυπτόμενον, κτεῖναι
ζητεῖ ὁ Ἡρῴδης· ἀλλ' ἡμεῖς σὺν
Μάγοις μέλψωμεν· τῷ Κυρίῳ ᾄσωμεν·
ἐνδόξως γὰρ δεδόξασται».
Κύριε Θεέ μου, Γενέθλιον ὕμνον καὶ
προεόρτιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ Γεννήσει σου θείαν, ἀναγέννησιν
διδόντι μοι, καὶ εἰς τὴν προτέραν με, εὐγένειαν
ἀνάγοντι.
Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω
ἐν φάτνῃ, τὰ ὑπερκόσμια, καὶ τὰ
περίγεια, κατανοοῦντα Σωτήρ μου, κατεπλήττοντο τὸ
κράτος σου· ὑπὲρ νοῦν ὡράθης γάρ,
διπλοῦς φύσει Θεάνθρωπος.
Ἵνα σου τῆς δόξης, τὰ πάντα
πληρώσῃς, κλίνας ἐλήλυθας, τοὺς οὐρανοὺς
ἕως γῆς· ὡς γὰρ ἐν πόκῳ κατέβης,
ὑετὸς ἐν μήτρᾳ Παρθενικῇ, ἐξ ἧς
νῦν τεχθήσεσθαι, διπλοῦς ἔρχῃ Θεάνθρωπε.
Ἕτερος Κανὼν
Προεόρτιος, οὗ ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον.
Ἰωσήφ.
ᾨδὴ
α' Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν
Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις
σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν
ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως
γὰρ δεδόξασται».
Ἀπεγράφης Καίσαρος θεσμῷ, θέλων
ἀπογράψασθαι, βίβλῳ ζωῆς παμβασιλεῦ τὸν
ἄνθρωπον, ξένος εἰς τὰ ἴδια παραγέγονας, τὸν
δεινῶς ξενιτεύσαντα, ἐκ τοῦ Παραδείσου, εἰς
τὸν οὐρανὸν ἀνακαλούμενος.
Βηθλεὲμ ὑπόδεξαι Χριστόν· σοὶ
γὰρ σωματούμενος, ἐπιδημεῖ τὴν Ἐδὲμ ἐξανοίγων
μοι, εὐτρεπίζου Σπήλαιον, τὸν ἀχώρητον θεωρῆσαι
χωρούμενον, ἐν σοὶ παραδόξως, πλούτῳ εὐσπλαγχνίας
νῦν πτωχεύσαντα.
Γεννηθῆναι ἔρχεται Χριστός, ξένην
ἀναγέννησιν, τοῖς ἐξ
Ἀδάμ, ὡς ἀγαθὸς δωρούμενος, εὐφράνθητι
ἔρημος, ἡ οὐ τίκτουσα, τῶν βροτῶν φύσις
ἅπασα, ἦλθεν ὁ Δεσπότης, σὲ πολυτεκνοῦσαν ἀπεργάσασθαι.
Κανὼν τῆς Ἁγίας,
οὗ ἡ Ἀκροστιχίς.
Εὐγενίης μέγα κῦδος
ἐν ᾄσμασιν ἔξοχα μέλπω. Θεοφάνους
ᾨδὴ
α'
Ἦχος
καὶ Εἱρμὸς ὁ αὐτὸς
Εὐγενία Μάρτυς τοῦ Χριστοῦ,
νῦν περιχορεύουσα, χαρμονικῶς σὺν Ἀγγέλων
στρατεύμασιν, ὡς Παρθένος ἄμωμος, καὶ ὡς Μάρτυς
στεφανηφόρος πανόλβιε, χάριν δωρηθῆναι, πρέσβευε
τοῖς πόθῳ ἀνυμνοῦσί
σε.
Ὑμνῳδίας Νύμφη τοῦ Χριστοῦ,
θείας ἐπακούσασα, πρὸς ὑψηλὴν ἐπτερώθης
εὐγένειαν· ὡς γὰρ φῶς ἐνήστραψε,
τῇ καρδίᾳ σου τῶν
ᾀσμάτων τοῦ Πνεύματος, ἡ θεολογία, πᾶσαν
ἀθεότητα διώκουσα.
Γυναικείας φύσεως ὁ σός, νοῦς
ἐπιλαθόμενος, πρὸς ἀνδρικὰς ἐνεργείας
ἀνέδραμεν, ἀνδρωθεὶς τῇ χάριτι, καὶ Θεῷ προνοητικῶς
εὐθυνόμενος. Μάρτυς Εὐγενία, θείας εὐγενείας
ἡ ἐπώνυμος.
Ἐλλαμφθεῖσα φέγγει νοητῷ, πλείστους
τῆς ἐλλάμψεως, συμμετασχεῖν ἀπειργάσω θεόσοφε·
ἧς νῦν τοὺς ὑμνοῦντάς σε, λυτρουμένη
τῆς ἁμαρτίας ἀξίωσον, ταῖς σαῖς ἱκεσίαις,
Μάρτυς Εὐγενία παμμακάριστε.
Θεοτοκίον
Νεκρωθέντες γνώσεως φυτῷ, ξύλῳ
τῆς ζωῆς Ἁγνή, πρὸς τὴν ζωὴν οἱ
πιστοὶ ἀνεκλήθημεν, τῷ ἐκ σοῦ βλαστήσαντι,
ὑπὲρ ἔννοιαν, Θεοτόκε, Χριστῷ τῷ Θεῷ·
ᾧ σὺν παρρησίᾳ, πρέσβευε σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Προεόρτιος
ᾨδὴ
γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐπὶ ὑδάτων,
κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ
κτίσις κατιδοῦσα, ἐν τῷ Σπηλαίῳ τικτόμενον,
θαμβητικῶς συνείχετο· Οὐκ ἔστιν Ἅγιος πλήν
σου Κύριε κραυγάζουσα».
Σύμβολα τῆς ἀρρήτου, σαρκώσεως,
παραδεικνὺς Οἰκτίρμον, ἐπλήθυνας ὁράσεις,
καὶ προφητείας ἐνέπνευσας· ἃς νῦν ἐλθὼν
ἐπλήρωσας, σαρκὶ τικτόμενος, Κόρης ἐξ ἁγνῆς
ἐν πόλει Δαυΐδ.
Ἥπλωσε γῆ τὰ νῶτα, καὶ δέχεται
δεχόμενον τὸν Κτίστην, τὴν δόξαν ἐξ Ἀγγέλων,
ἐξ οὐρανοῦ τὸν ἀστέρα δέ, ἐκ τῶν
Ποιμένων αἴνεσιν, ἐκ Μάγων δῶρά τε, κόσμου
τε παντὸς ἐπίγνωσιν.
Μάντεως χρησμολόγου, προβλήματα Βαλαὰμ
νῦν πληροῦνται· ἀνέτειλε γὰρ ἄστρον, ἐξ,
Ἰακὼβ καὶ ὡδήγησε, πρὸς τὸν τῆς
δόξης Ἥλιον, δῶρα κομίζοντας, Μάγους ἐκ
Περσίδος ἄνακτας.
Ἕτερος
Ἐξήνθησεν
ἡ ἔρημος ΤΟ
ΑΚΟΥΤΕ
Δεσμῶν ἀπολυτρούμενος, τῶν κακῶν
με Κύριε, ἐνειληθῆναι σπάργανα, ὥσπερ βρέφος,
ἔρχῃ φιλάνθρωπε· προσκυνῶ σου τὴν θείαν
συγκατάβασιν.
Ἐν χρόνῳ γεγονότα σε, τὸν ἀχρόνως
λάμψαντα, ἐκ τοῦ Πατρὸς προέρχεται, ἡ Παρθένος
τεκεῖν τὰ χρόνια, διαλύοντα πάθη τῶν ψυχῶν
ἡμῶν.
Ζητῶν με τὸν πλανώμενον, παραβάσει
Σπήλαιον, ὡς οὐρανὸν κατῴκησας, τὰς μονὰς
μοι εὐτρεπιζόμενος, τὰς ἐκεῖθεν οἰκτίρμον
Πολυέλεε.
Τῆς
Ἁγίας
Ἐν
πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ἱερεῖον ὥσπερ ἄμωμον τῷ
Δεσπότῃ, προσήχθης διανοίᾳ τελειοτάτῃ,
τὸν πλοῦτον τὸν φθειρόμενον ἀπεσείσω, βοῶσα
Πάνσοφε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ
ἔστιν Ἅγιος πλήν σου Κύριε.
Ἡ Πάναγνος ἐγνώσθη σου καθαρότης·
διέλαμψε τῶν ἄθλων σου ἡ στερρότης· τὴν
πρᾶξιν γὰρ ἐπίβασιν θεωρίας, εἰργάσω
κράζουσα· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ
οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.
Σωφροσύνης τῷ ἔρωτι κατεθέλχθης, ἐτήρησας
τὸ καύχημα τῆς ἁγνείας, ἐγένου περιδέξιος
τῇ σοφίᾳ, Χριστῷ
κραυγάζουσα· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ
οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.
Θεοτοκίον
Μαρίαν τὴν πανάχραντον Θεοτόκον, ὑμνήσωμεν
ὡς πρόξενον σωτηρίας, φανεῖσαν οἱ θεόφρονες,
ἐκβοῶντες· Οὐκ ἔστιν ἄμωμος, ὡς σὺ
Πανάχραντε, καὶ οὐκ ἔστιν ἄμεμπτος, πλήν
σου Δέσποινα.
Ὁ
Εἱρμὸς
«Ἐν πέτρᾳ με τῆς πίστεως
στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς
μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν
τῷ ψάλλειν. Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς
ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου
Κύριε».
Κάθισμα
Προεόρτιον
Ἦχος
α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου,
ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας,
ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν·
ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις,
ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως,
ὁ μόνος Θεὸς ἡμῶν.
Δόξα...
Τῆς Ἁγίας
Ἦχος
πλ. δ'
Τὴν
Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐνασκήσασα πόνοις ἀθλητικοῖς,
ἐδοξάσθης ἀγῶσι μαρτυρικοῖς, πολλοὺς προσενέγκασα,
σῳζομένους τῷ Κτίστη σου· τῷ γὰρ θείῳ
πόθῳ, λιποῦσα τὰ πρόσκαιρα, ἀνδρικούς
ἀγῶνας, ἐτέλεσας ἔνδοξε· ὅθεν μετὰ
τέλος, ἀτελεύτητον εὗρες, ζωὴν συνυπάρχουσα,
τῷ Νυμφίῳ σου πάντοτε, Εὐγενία ἰσάγγελε.
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν Μνήμην σου.
Καὶ
νῦν ... Προεόρτιον
Ἦχος
ὁ αὐτὸς
Τὸ
προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ
προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν,
καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι
δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν
Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος,
ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ
ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.
Προεόρτιος
ᾨδὴ
δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἐκ Παρθένου παρουσίαν σου,
προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα. Σὺ
ἐκ Θαιμὰν σαρκούμενος, ἥκεις Λυτρωτά, τὸν Ἀδὰμ
ἀπωσμένον, ἀνακαλέσασθαι».
Ἐγγίζει ἥκει νῦν ὁ Κύριος,
προσδοκία Ἐθνῶν, καὶ σωτηρία κόσμου· εὐτρέπιζε
τὸ Σπήλαιον, πόλις Βηθλεέμ, καὶ σὺν Μάγοις
Ποιμένες, δρόμῳ προφθάσατε.
Ῥωμαλεότητι Θεότητος, συγκραθεὶς
τοῖς βροτοῖς, ἑνώσει
ἀσυγχύτῳ, σαρκὸς ἐν ὁμοιώματι, Σῶτερ
τὸν Ἀδάμ, ἀφθαρτίζεις καὶ σῴζεις, ἐν
τῷ προσλήμματι.
Ὁ Λόγος σάρξ ὀφθεὶς παχύνεται,
καὶ σκηνοῖ ἐν ἡμῖν, ἀρρήτῳ
προμηθείᾳ· δεῦτε πιστοὶ κατίδωμεν, δόξαν
τὴν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς, παρὰ
Θεοῦ καὶ Πατρός.
Ἕτερος
Ἐλήλυθας
ἐκ Παρθένου ΤΟ
ΑΚΟΥΤΕ
Ἡ κτίσις νῦν, τὴν παλαίωσιν
πᾶσαν ἀπόρριψον, τὸν Κτίστην κτιζόμενον, καὶ
καινουργοῦντά σε βλέπουσα, νήπιον γενόμενον, καὶ
πρὸς τὸ πρώην σε, κάλλος ἐπανάγοντα.
Θαυμάζοντες, τὸν παράδοξον τόκον ἐφίστανται,
Μάγοι ὁδηγούμενοι, θείῳ ἀστέρι, καὶ
βλέπουσιν, Ἥλιον ἀνίσχοντα, Παρθενικῆς ἐκ
Νεφέλης, δῶρα φέροντες.
Ἰδοὺ ἥκει, ἡ Παρθένος ὡς
δάμαλις φέρουσα, τὸν μόσχον ἐγγάστριον, τὸν
σιτευτὸν ἀφαιρούμενον, κόσμου ἁμαρτήματα, ἀγαλλιάσθω,
ἡ κτίσις ἑορτάζουσα.
Κηρύγματα, Προφητῶν τοῦ Χριστοῦ τὴν
ἀνάδειξιν, μηνύοντα εἴληφε, σήμερον πέρας
σωτήριον· ἦλθε γὰρ ἐπέφανε, διὰ σαρκός,
τοῖς ἐν σκότει κινδυνεύουσιν.
Τῆς
Ἁγίας
Ὁ
αὐτὸς
Ἐλήλυθας, σαρκωθεὶς ἐκ Παρθένου
ὁ Ὕψιστος, σαυτῷ μνηστευσάμενος, τὰ τῶν
Παρθένων συστήματα, σὲ μόνον ποθήσαντα, τὸν
τῶν Παρθένων, Νυμφίον γνωριζόμενον.
Γενέσεως, σαρκικῆς ἐξεδύσω τὸ
κάλυμμα, παλιγγενεσίας δέ, τὸ φθειρόμενον ἔνδυμα,
Μάρτυς παναοίδιμε, φωτοειδῶς, ἠμφιάσω τῷ
βαπτίσματι.
Ἀνέτειλεν, ἡ φωσφόρος αὐγὴ
τῇ καρδίᾳ σου, τῆς
πλάνης διώκουσα, τὴν κεχυμένην σκοτόμαιναν, φέγγει
τῷ τῆς χάριτος, Μάρτυς Χριστοῦ, Εὐγενία
καλλιπάρθενε.
Κοσμίως σου, καὶ ὡραίως τὸν
βίον ἐφαίδρυνας, ἀσκήσει τὸ πρότερον,
σαρκὸς τὰ πάθη μαράνασα, ὕστερον ἀθλήσει
δέ, περιφανῶς, Εὐγενία διαλάμψασα.
Θεοτοκίον
Ὑπερτέρα, τῶν Ἀγγέλων ἐγένου
Πανύμνητε, τοῦ Πατρὸς γεννήσασα, βουλῆς μεγάλης
τὸν Ἄγγελον, ἄνθρωπον γενόμενον, διὰ πολλήν,
εὐσπλαγχνίαν τὸν φιλάνθρωπον.
Προεόρτιος
ᾨδὴ
ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς
συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον,
ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἡ Παρθένος
ἰδοὺ γαστρὶ ἥξει, καὶ τέξεται σαρκούμενον
Λόγον, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται».
Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ
Πλαστουργὸς χοϊκὸς χρηματίσας· Φάτνη γὰρ καὶ
σπάργανα καὶ σπήλαιον, τῆς σῆς ταπεινώσεως
σύμβολα, ὁ δὲ Μνήστωρ τῆς σῆς Μητρός,
σὸς δὲ νομιζόμενος Πατὴρ κατὰ σάρκα, τοῦ
φύσαντός σε Πατρός, νῦν σχηματίζει βουλήν.
Διὰ τῆς σμύρνης τὸ θνητόν,
διὰ χρυσοῦ τὸ βασίλειον κράτος, διὰ λιβάνου
τῆς Θεότητος, τὴν ὑπεροχὴν ὑπεμφαίνουσι,
Βασιλεῖς Ἐθνῶν, ἀπαρχὰς δωροφοροῦντές
σε, τὸν ἐν τῷ Σπηλαίῳ τικτόμενον, Βηθλεὲμ
ἐξ ἀλοχεύτου Μητρός.
Ἐξ ἀλοχεύτου προελθών, ὁ τοῦ
Πατρὸς συναΐδιος Λόγος, σαρκωθεὶς κατῴκησας τὸ
Σπήλαιον, ὡς θρόνῳ τῇ φάτνῃ χρησάμενος. Καταπλήττεις
δέ, τῇ φρικτῇ οἰκονομίᾳ
σου, Μάγους καὶ Ποιμένας, Ἀγγέλους τε ἐξιστᾷς,
Δόξα κραυγάζοντας.
Ἕτερος
Μεσίτης
Θεοῦ ΤΟ
ΑΚΟΥΤΕ
Λαὸς ὁ ποτέ, σκότει καθεζόμενος,
ἰδέτω τὸ φῶς, λάμψαν τὸ ἀνέσπερον·
ὅπερ ὁ ἀστὴρ πάλαι ἐμήνυσε, τοῖς τὸ πῦρ σεβομένοις, ἐκ
τῆς Περσίδος ἄναξιν.
Μικρὸν ὑπελθεῖν, Βασιλεὺς ὁ
Μέγας σπεύδει Σπήλαιον, κατασμικρυνθέντα με, ὅπως
μεγαλύνῃ καὶ πτωχεύσαντα, τῇ ἀμέτρῳ
πτωχείᾳ, πλουτίσῃ ὁ ὑπέρθεος.
Νῦν ἐξ, Ἰακώβ, Βαλαὰμ ὡς
ἔφησε γεννᾶται Χριστός, Ἐθνῶν κυριεύσει τε,
καὶ ἀνυψωθήσεται ἐν χάριτι, ἡ αὐτοῦ
βασιλεία, μένουσα ἀδιάδοχος.
Τῆς
Ἁγίας
Ὁ
φωτισμὸς ΤΟ
ΑΚΟΥΤΕ
Δρόμον τὸν σόν, εὐθυνούμενον
βλέπων πρὸς σωτηρίαν, ὄφις ὁ ψυχόλεθρος Ἀθληφόρε,
ἀναρριπίζει πειρασμοὺς σοι ποικίλους, τὸν σὸν
τόνον λύειν πειρώμενος, τοῦτον δὲ θεόφρον, ἁγνὴ
κατεπάτησας.
Ὅλη καλή, τῶν καλῶν τῷ δοτῆρι
καὶ εὐεργέτῃ, καὶ ψυχῶν Νυμφίῳ
Χριστῷ ἐφάνης, ἠγλαϊσμένη Ἀσκητῶν ἐν
ἀσκήσει, καὶ Μαρτύρων ἀθλήσει λάμπουσα,
Μάρτυς Εὐγενία, Χριστοῦ καλλιπάρθενε.
Στεφος τῇ σῇ,
κορυφῇ ἐπετέθη τὸ τῶν χαρίτων· τὴν
θείαν ἐτίμησας γὰρ σοφίαν, πλοῦτον καὶ
δόξαν, πατρικὴν παριδοῦσα, καὶ συντόνως ἀκολουθήσασα,
τῷ πεποθημένῳ, Νυμφίῳ σου Πάνσοφε.
Θεοτοκίον
Ἐκ σοῦ ζωή, ἀνατείλασα κόσμῳ
Θεογεννῆτορ, τοὺς πρὶν τῷ θανάτῳ κεκρατημένους,
ἀνακαλεῖται, πρὸς ζωῆς ἀϊδίου μετουσίαν,
τοὺς πίστει κράζοντας· Ἕτερον ἐκτός
σου, Θεὸν οὐ γινώσκομεν.
Προεόρτιος
ᾨδὴ
ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις
κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον
φέρων, τοῦ τεχθέντος καὶ σαρκὶ φανέντος, ὡς
ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε· γεννηθείς
γὰρ νῦν τὸ κατὰ σάρκα, καὶ ταφὴν καὶ
θάνατον σαρκὶ ὑπελθών, μέλλεις ἀναστήσεσθαι
τριήμερος».
Ἀνῃρέθη, νῦν καὶ διῃρέθη,
ἔχθρας τῆς ἀρχαίας τῇ σῇ, ἐνσάρκῳ παρουσίᾳ,
τὸ μεσότοιχον Χριστὲ καὶ νῶτα, ῥομφαία
πᾶσιν, ἡ φλογίνη δίδωσι, ζωηφόρου τῆς Ἐδέμ
δὲ ξύλου, μεταλαμβάνω πιστῶς, ἀθανάτων φυτῶν,
αὖθις γεωργὸς ἀναδεικνύμενος.
Βασιλεύει, σὺν τῇ ἁμαρτίᾳ ᾍδης ἐν
Ἀδὰμ μέχρι σοῦ, ἀλλ' ἀναιρεῖται τούτου,
ἡ ἀναίδεια τῆς τυραννίδος, τὸ κατὰ σάρκα
τικτομένου σου Λυτρωτά, ἐκ φυλῆς Δαυΐδ, καὶ
ἐπὶ θρόνου βασιλείας αὐτοῦ, τεθειμένου
σου φῶς, καὶ εἰς τοὺς αἰῶνας βασιλεύοντος.
Βρεφοκτόνος ἀλλ' οὐ χριστοκτόνος,
ἔφυ Ἡρῴδης ὁ δεινός· εἰ γὰρ καὶ
τῶν νηπίων, ἐξεθέρισε πικρῶς τὴν χλόην,
ἀλλὰ τὸν στάχυν, τῆς ζωῆς οὐκ ἴσχυσε,
καταλήψεσθαι καὶ θανατῶσαι· ζωῆς γὰρ ὢν
χορηγός, ἔλαβεν ὡς Θεός, θείᾳ δυναστείᾳ
τὸν διώκοντα.
Ἕτερος
Ἐν
ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ξενοτρόπος Χριστὸς εἰς τὰ ἴδια,
ἔρχεται, ξενώσωμεν, ἁμαρτιῶν ἑαυτούς, καὶ
τοῦτον εἰσδεξώμεθα, ταῖς πραέων ψυχαῖς οἰκιζόμενον.
Οὐδαμῶς ἐλαχίστη ἐν πόλεσι,
Βηθλεὲμ γεγένησαι· ἐν σοὶ γεννᾶται γάρ,
ὁ Βασιλεὺς καὶ Κύριος, τοῦ ποιμᾶναι λαὸν
περιούσιον.
Πῶς σμικρὸν σε εἰσδέξεται Σπήλαιον,
κόσμῳ μὴ χωρούμενον, Ἀπερινόητε; πῶς ὁραθήσῃ
νήπιος, ὁ Πατρὶ συννοούμενος ἄναρχος;
Τῆς
Ἁγίας
Ὁ
αὐτὸς
Νυσταγμὸν τοῖς βλεφάροις οὐκ ἔδωκας, ἕως
ἡδυπάθειαν, πᾶσαν ἐνέκρωσας, καὶ καθαρὸν
τῷ Κτίστῃ σου, σεαυτὴν ἀπετέλεσας σκήνωμα.
Αἰγυπτίας τοὺς τρόπους ζηλώσασα,
ἡ μεμελασμένη, καὶ πρᾶγμα καὶ ὄνομα,
συκοφαντεῖν θρασύνεται, τὴν σεπτὴν πολιτείαν σου
Πάνσοφε.
Σταθηρὰν ἐπεδείξω τὴν ἔνστασιν,
καὶ τῶν ἰαμάτων τὴν χάριν πλουτήσασα,
περιουσίᾳ πίστεως, Μοναστῶν καθηγήσω συστήματος.
Θεοτοκίον
Μυστικῶς ἐμυοῦντο τὴν ἄφραστον,
πάντες οἱ Προφῆταί σου, Πάναγνε γέννησιν,
πνευματικῶς τυπούμενοι, καὶ προλέγοντες πᾶσι τὰ
μέλλοντα.
Ὁ
Εἱρμὸς
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος,
τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι
ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον
Προεόρτιον Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον
Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως.
Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον
μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα
ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων
Θεόν.
Ἕτερον
τῆς Ἁγίας
Ἦχος
δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τὴν τοῦ κόσμου πρόσκαιρον, φυγοῦσα
δόξαν, τὸν Χριστὸν ἐπόθησας, τὸ εὐγενές
σου τῆς ψυχῆς, ἀδιαλώβητον σῴζουσα, Μάρτυς
θεόφρον, Εὐγενία πανεύφημε.
Ὁ
Οἶκος
Βίῳ καὶ λόγῳ καθαρῷ,
καὶ χάριτι Παρθένε, ἀεὶ κεκοσμημένη, σαυτὴν
θῦμα προσήγαγες, τῷ ἐκ Παρθένου δι' ἡμᾶς
σάρκα ἀνειληφότι, καὶ τεχθέντι ἐπὶ γῆς,
δι' εὐσπλαγχνίαν ἄφατον· καὶ διπλοῖς ἐκόσμησε
δόξης ἐν στεφάνοις, εὐπρεπῶς σε ὁ Δεσπότης·
ἁγνείαν γὰρ ὡς ἄσαρκος τηρήσασα σεμνή,
ὡς ἄμωμος Νύμφη, συνεισῆλθες αὐτῷ εἰς
τόν οὐράνιον νυμφῶνα, ὅλη φαεινή, τοῖς ἄθλοις πεποικιλμένη, Μάρτυς
θεόφρον, Εὐγενία πανεύφημε.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιοπαρθενομάρτυρος
Εὐγενίας καὶ τῶν σὺν αὐτῇ.
Στίχοι
·
·
Στεφθεῖσα πρῶτον τοῖς
πόνοις Εὐγενία,
·
·
Bαφὴν ἐβάψω
δευσοποιὸν ἐκ ξίφους.
·
·
Τέτλαθι Εὐγενίη ξίφος εἰκάδι ἀμφὶ
τετάρτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Ἡ Ἁγία Μάρτυς Βασίλλα, ἡ συμμαρτυρήσασα
τῇ Ἁγίᾳ Εὐγενίᾳ,
ξίφει τελειοῦται.
Στίχοι
·
·
Τὶς ἂν παραδράμῃ σε τμηθεῖσαν ξίφει,
·
·
Μάρτυς Βασίλλα, πίστεως θείας βάσις;
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Μάρτυς Φίλιππος, ὁ πατὴρ τῆς Ἁγίας
Εὐγενίας, ξίφει τελειοῦται.
Στίχοι
·
·
Μάχαιραν ὄντως δίστομον κατὰ πλάνης,
·
·
Κτείνει Φίλιππον τῆς μαχαίρας τὸ στόμα.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ Ἅγιοι, Πρωτᾶς καὶ Ὑάκινθος, οἱ εὐνοῦχοι
καὶ συνασκηταὶ τῆς Ἁγίας Εὐγενίας, ξίφει
τελειοῦνται.
Στίχοι
·
·
Τμηθέντες, Ὑάκινθε καὶ Πρωτᾶ ξίφει,
·
·
Κληροῦσθε πρῶτα Μαρτύρων Θεοῦ γέρα.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου
μοναχοῦ, τοῦ ἀπὸ στρατιωτῶν, καὶ διήγησις
ὠφέλιμος.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Μάρτυς Ἀχαϊκὸς ξίφει τελειοῦται.
Στίχοι
·
·
Πᾶν Ἀχαϊκὸς ἐκβαλὼν ψυχῆς ἄχος,
·
·
Ὅλῃ χαρᾷ δέδωκε τὴν κάραν ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ὅσιος Ἀντίοχος ἐν εἰρήνῃ
τελειοῦται.
Στίχοι
·
·
Ἀντιόχῳ βδέλυγμα τύρβαι τοῦ βίου,
·
·
Καὶ βίος ἅπας, ὃν παρῆλθεν ἡδέως.
Οἱ Ὅσιοι Bιτιμίων καὶ Ἀφροδίσιος,
ἐν εἰρήνῃ τελειοῦνται.
Ὁ ἅγιος νεομάρτυς Ἀχμὲτ
ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει κατὰ τὸ
1682, ξίφει τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς
Προεόρτιος
ᾨδὴ
ζ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ
ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ
φλογος, φάτνῃ πενιχρᾷ, βρέφος ἀνακέκλιται,
εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων·
Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ».
Τέτρωται πλάνος, ἐχθρὸς Θεὸν
βρέφος κείμενον, ἐπὶ φάτνης, βλέπων πενιχρᾶς,
καὶ στένει χειρί, θείᾳ καθαιρούμενος, εἰς
σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ
ὁ Θεός, εὐλογητὸς εἶ.
Ὄλβιος φάτνη! ἐν ἑαυτῇ
δεξαμένη γάρ, ὥσπερ βρέφος, τὸν Δημιουργόν,
ὡς χερουβικὸς θρόνος ἀναδείκνυται, εἰς
σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ
ὁ Θεός, εὐλογητὸς εἶ.
Νόμῳ βροτείῳ, τὴν ἐν
σπαργάνοις κατάθεσιν, καταδέχῃ, βρέφος πεφηνώς,
δι' ὧν τοὺς δεσμούς, λύεις τῶν πταισμάτων
μου, ἐλευθερίαν βραβεύων τοῖς βοῶσι· Λυτρωτὰ ὁ Θεός,
εὐλογητὸς εἶ.
Μία ὑπῆρχεν, ἡ ἐν ἀνάρχῳ
γεννήσει σου, καὶ ἐν τόκῳ, τῷ μετὰ
σαρκός, Θεότης Χριστέ, σὺν Πατρὶ καὶ Πνεύματι,
εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων·
Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
Ἕτερος
Ἀντίθεον
πρόσταγμα ΤΟ
ΑΚΟΥΤΕ
Ῥανάτωσαν ἄνωθεν ὕδωρ νεφέλαι,
ὁ νέφη τιθέμενος, αὐτοῦ σεπτῶς ἐπίβασιν,
Νεφέλη ὀχούμενος, Παρθένῳ ἔρχεται, λάμψαι
φῶς ἀνέσπερον, τοῖς
πρὶν ἐσκοτισμένoις, καὶ κινδυνεύουσι.
Στρατὸς εὐτρεπίσθητι θείων Ἀγγέλων,
ὑμνῆσαι τὴν ἄφατον, Κυρίου συγκατάβασιν, Μάγοι
ἐπιφθάσατε. Ποιμένες σπεύσατε, ἦλθεν ᾧ ἀπέκειτο,
Χριστὸς ἡ προσδοκία, Ἐθνῶν καὶ λύτρωσις.
Τὶ τοῦτο τὸ μέγιστον καὶ ξένον
θαῦμα; πῶς φέρω σε φέροντα, τῷ ῥήματι
τὰ σύμπαντα, ἀπόρρητον γέννημα, Υἱέ
μου Ἄναρχε; ἔλεγεν ἡ Πάναγνος, Χριστὸν ἐν
ταῖς ἀγκάλαις, φρικτῶς κατέχουσα.
Τῆς
Ἁγίας
Ὁ
αὐτὸς
Ἀνέπτυξας ἅπασι, τῶν θεοπνεύστων,
Γραφῶν τὴν ἀλήθειαν, τὸ θῆλυ ἀρρενώσασα,
καὶ πάντας κατέπληξας, τῷ παραδόξῳ σεμνή,
οὗσπερ καὶ προσήγαγες, λαμπρῶς, πεπιστευκότας
Χριστῷ Πανόλβιε.
Σοφῶς ἐστηλίτευσας, τὴν τῶν
Εἰδώλων, μανίαν Πανεύφημε, τοῖς θείοις σου διδάγμασι, Παρθένων
ἀμέτρητον, μνηστευσαμένη πληθύν, πάντων βασιλεύοντι
Χριστῷ, λαμπρυνομένην Μαρτύρων αἵμασιν.
Ἰδοῦσα τὸν βίον σου, τὸν
θεοφόρον, Βασίλλα ἡ ἔνδοξος, σὲ πόθῳ ἐμιμήσατο·
Χριστῷ γὰρ μνηστεύεται, καταλιποῦσα σαρκός, πᾶσαν
τὴν εὐπάθειαν· καὶ νῦν τῆς τῶν
Μαρτύρων χαρᾶς ἠξίωται.
Θεοτοκίον
Νομὴν ἐθεράπευσας, τὴν τοῦ
θανάτου, ἀσπόρως κυήσασα, Zωὴν τὴν ἐνυπόστατον,
Παρθένε πανάμωμε, Θεογεννῆτορ Ἁγνή· ὅθεν
σε γηθόμενοι, πηγὴν ἀθανασίας κατονομάζομεν.
Προεόρτιος
ᾨδὴ
η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔκστηθι φρίττων οὐρανέ, καὶ
σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ
γὰρ σπαργάνοις συμπλέκεται, ὁ πάντα φέρων
δρακί, καὶ φάτνῃ σμικρᾷ ξενοδοχεῖται· ὅν
Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,
Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Λέλυται δέσμιος Ἀδάμ, ἐλευθερία
τε, πᾶσι δέδοται πιστοῖς, σπαργάνοις Σωτὴρ ἐμπλακέντος
σου, καὶ ἐν Σπηλαίῳ σμικρῶ, καὶ φάτνῃ
τῶν ἀλόγων τεθέντος· διὸ σοι γεγηθότες,
προεόρτιον ὕμνον, ἐν τῇ σῇ γεννήσει, προσφέρομεν
ἐν πίστει.
Πέπαυται πλάνη Περσική· Ἀστεροσκόποι
γάρ, Βασιλεῖς ἀνατολῶν, τεχθέντι δῶρα
προσκομίζουσι, Χριστῷ τῷ παμβασιλεῖ, χρυσόν τε καὶ
σμύρναν σὺν λιβάνῳ· ὃν Παῖδες εὐλογεῖτε,
Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ
ἀγαθότητος, καὶ ἀπείρου ἀνοχῆς! ἰδοὺ
γὰρ ὡς βρέφος λογίζεται, ὁ ἐν ὑψίστοις
οἰκῶν, καὶ φεύγει Θεός, θέλων Ἡρῴδην·
ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,
Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος
Κάμινος
ποτέ. ΤΟ
ΑΚΟΥΤΕ
Ὕψος ἀληθῶς, ἀρρήτου μυστηρίου,
τους οὐρανοὺς γνώσει καλύψαντος, ἡ ἄμεμπτος
Δέσποινα, κατεπλήττετο, καὶ ἔλεγεν· Ὁ θρόνος
ὁ οὐράνιος, φλέγεται σε κατέχων, καὶ πῶς
Υἱέ μου βαστάζω σε;
Φέρεις Πατρικήν, ὁμοίωσιν Υἱέ
μου, καὶ πῶς τοῦ δούλου τὸ ὁμοίωμα,
πτωχεύσας ἀνέλαβες; πῶς ἐν φάτνῃ ἀνακλίνω
σε, ἀλόγως τὸν ῥυόμενον, ἅπαντας ἀλογίας,
ὑμνολογῶ σου τὸ εὔσπλαγχνον.
Χαῖρε πᾶσα γῆ· ἰδοὺ
Χριστὸς ἐγγίζει, ἐν Βηθλεὲμ ἀποτικτόμενος,
θάλασσα εὐφράνθητι, Προφητῶν ὅμιλε σκίρτησον,
τὴν ἔκβασιν θεώμενος, σήμερον τῶν σῶν λόγων,
πάντες ἀγάλλεσθε Δίκαιοι.
Τῆς
Ἁγίας
Τὸν
ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν ποταμῷ νεανικῶς, ἐν πυρὶ
καρτερικῶς ἐδοκιμάσθης· ἐναντίας γὰρ φύσεις,
στερρῶς διῆλθες, Χριστὸν ὑμνοῦσα καὶ πίστει
κραυγάζουσα· Ὑπερευλογῶ σε, Χριστὲ εἰς τοὺς
αἰῶνας.
Ξενοπρεπῶς ἐπιφανείς, ὁ Χριστὸς
σοι ἐν φρουρᾷ κατεχομένῃ, διατρέφει πλουσίως,
καὶ τῇ Γεννήσει αὐτοῦ,
συνάπτει τοῖς ἄνω
στρατεύμασιν, αὐτὸν εἰς αἰῶνας, δοξάζουσαν
Ὁσία.
Ὁ σὸς Νυμφίος εὐπρεπῶς, ἐν
στεφάνοις σε διπλοῖς καθωραΐζει, Εὐγενία θεόφρον,
καὶ σοὶ νυμφῶνα λαμπρόν, ἐνδίκως ὁ δίκαιος
δίδωσιν· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς
αἰῶνας.
Χάρις Θεοῦ φωτοειδής, ἐπιλάμπουσα
σὲ νῦν καταγλαΐζει, ἐν μοναῖς οὐρανίαις·
ἧς ἐμπλησθῆναι ταῖς σαῖς, πρεσβείαις ἀπαύστως
δυσώπησον, τοὺς ἐπιτελοῦντας, τήν σὴν μνήμην
θεόφρον.
Θεοτοκίον
Ἀθανασίας διαυγῆ, ἐπιστάμεθα
πηγὴν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ
ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον,
τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τούς αἰῶνας.
Ὁ
Εἱρμὸς
«Τὸν ἐν καμίνῳ τοῦ πυρός,
τῶν Ἑβραίων τοῖς
Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς
δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα
ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας».
Προεόρτιος
ᾨδὴ
θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ ἐκθαμβῇ νῦν ὦ Μῆτερ,
καθορῶσα ὡς βρέφος, ὃν ἐκ γαστρὸς πρὸ
Ἑωσφόρου, τέτοκε Πατήρ· ἀναστῆσαι γὰρ
καὶ συνδοξάσαι βροτῶν, πεπτωκυῖαν τὴν φύσιν,
ἐλήλυθα σαφῶς, τὴν ἐν πίστει καὶ πόθῳ,
σὲ μεγαλύνουσαν».
Ἐπὶ τῷ ξένῳ σου τόκῳ,
τὰς ὠδῖνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην,
Ἄναρχε Υἱέ· σὲ δὲ νῦν ὁρῶσα,
Ἡρῴδην φεύγοντα, τῇ
ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι ψυχήν·
ἀλλὰ ζῆθι καὶ σῷζε τοὺς σὲ γεραίροντας.
Γῆς μὲν ἐπέβην Αἰγύπτου,
ἀλλ' Αἰγύπτου ὦ Μῆτερ, τὰ χειροποίητα
κατέβαλον σεισμῷ, τὴν ψυχὴν δέ μου μάτην, ἐπιζητούντων
ἐχθρῶν, πεμπομένων εἰς ᾍδην, ὡς μόνος
κραταιός, ἐπανήξω, καὶ σώσω, τοὺς σὲ
γεραίροντας.
Ἀγαλλιάσθω ἡ κτίσις· κτίζεται
γὰρ ὁ Κτίστης, καὶ ὁ προὼν νῦν πρόσφατος,
γνωρίζεται Θεός, μετὰ δώρων Μάγοι προσυπαντάτωσαν,
οἱ Ποιμένες τὸ θαῦμα, κροτείτωσαν πιστῶς,
καὶ βροτοὶ τοῖς, Ἀγγέλοις, συνευφραινέσθωσαν.
Ἕτερος
Ἀνάρχου
Γεννήτορος ΤΟ
ΑΚΟΥΤΕ
Ψαλάτωσαν χαίρουσαι, αἱ βασιλεῖαι
πάσης γῆς, πατριαὶ τῶν Ἐθνῶν τε ἀγαλλιάσθωσαν,
ὄρη καὶ βουνοὶ καὶ κοιλάδες οἱ ποταμοί,
θάλασσα καὶ ὅλη, ἡ κτίσις τὸν Κύριον,
νῦν τικτόμενον μεγάλυνε.
Ὡράθης ὡς θέμις ἦν, Προφήταις
σὲ θεάσασθαι· ἐν ἐσχάτοις καιροῖς δέ,
βροτὸς γενόμενος, πᾶσιν ἐπεφάνης ἀνθρώποις,
ἐν Βηθλεὲμ πόλει Ἰουδαίας, ἀστέρος
δεικνῦντός σε, ἀστρολόγοις Ἀνερμήνευτε.
Ἰδοὺ εἰς
τὰ
ἴδια,
ἐν
ἀλλοτρίῳ
ἔρχεται,
ὁ
Πανάγιος
Λόγος,
Ἁγίῳ
Σώματι,
ξένῳ
τοκετῷ,
ξενωθέντα
προσοικειῶν, ἑαυτῷ τὸν
κόσμον,
αὐτὸν
ἀνυμνήσωμεν, δι' ἡμᾶς πτωχὸν γενόμενον.
Ὦ
τέκνον
γλυκύτατον,
πῶς
τρέφω
σε
τὸν
τρέφοντα;
πῶς
κρατῶ
σε
κρατοῦντα
τὰ
πάντα
νεύματι;
πῶς
δὲ
σπαργανῶ
σπαργανοῦντα, πᾶσαν τὴν
γῆν
ὁμίχλῃ; ἐβόα, ἡ
Πάναγνος
Δέσποινα,
ἣν
ἐν
πίστει
μεγαλύνομεν.
Τῆς
Ἁγίας
Ὁ
αὐτὸς
Μονὰς κατοικήσασα, τὰς οὐρανίους
ἔνδοξε, νῦν τρυφῆς Παραδείσου, κατηξιώθης σαφῶς,
μετὰ τῶν Παρθένων ὡς Μάρτυς, παναληθής, καὶ
μετὰ Μαρτύρων, Παρθένος πανάμωμος, Εὐγενία
παμμακάριστε.
Ἐφέσεως ἔτυχες, τῆς ὑπὲρ
νοῦν καὶ ἔννοιαν, ὀρεκτῶν ἀκροτάτῳ,
παρισταμένη φαιδρῶς, καὶ ταῖς φωτοβόλοις ἀκτῖσι,
τῆς ἀρχικῆς, Τριάδος θεόφρον, σαφῶς διαλάμπουσα,
Εὐγενία παμμακάριστε.
Λαμπάδα κατέχουσα, τῆς παρθενίας ἔνδοξε,
τῶν Μαρτύρων στεφάνῳ, κατακεκόσμησαι, καὶ νῦν
δυσωποῦσα μὴ παύσῃ, τοὺς εὐσεβῶς, πόθῳ
σε τιμῶντας, σωθῆναι πρεσβείαις σου, Εὐγενία
παναοίδιμε.
Πρὸς θείαν ἐξῆλθες νῦν, ἀναψυχὴν
πανάριστε, αἰκισμῶν διελθοῦσα, τὸ πῦρ τὸ
ἄστεκτον, καὶ τὸ ἀνυπόστατον ὕδωρ, τῶν
πειρασμῶν, Μάρτυς Εὐγενία, Χριστὸν οὖν δυσώπησον,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ὡς πόκος Πανάμωμε, τὸν ὄμβρον
τὸν οὐράνιον, ἐν γαστρὶ συλλαβοῦσα, ἡμῖν
ἐκτέτοκας, τὸν τὴν ἀμβροσίαν διδόντα,
τοῖς εὐσεβῶς, αὐτὸν
ἀνυμνοῦσι, καὶ σὲ τὴν Πανάμωμον, Θεοτόκον
καταγγέλλουσιν.
Ὁ
Εἱρμὸς
«Ἀνάρχου Γεννήτορος, Υἱὸς
Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν
ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν
τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον,
Θεοτόκον μεγαλύνομεν».
Ἐξαποστειλάριον
Προεόρτιον
Τοῖς
Μαθηταῖς συνέλθωμεν ΤΟ
ΑΚΟΥΤΕ
Ὁ φῶς οἰκῶν ἀπρόσιτον,
καὶ συνέχων τὰ πάντα, δι' εὐσπλαγχνίαν ἄφατον,
ἐκ Παρθένου γεννᾶται, καὶ σπαργανοῦται ὡς
βρέφος, ἐν Σπηλαίῳ καὶ φάτνῃ, ἀλόγων
ἀνακλίνεται· σπεύσωμεν ἐπιστῆναι, ἐν
Βηθλεέμ, εἰς αὐτοῦ προσκύνησιν μετὰ Μάγων,
καρποὺς ἀρίστων πράξεων, κομιοῦντες ὡς δῶρα.
Τῆς
Ἁγίας, ὅμοιον
Οὐδὲν ἐδείχθη κώλυμα, πρὸς
τελείους ἀγῶνας, τὸ ἀσθενὲς τοῦ θήλεος
ἀοράτῳ σου σθένει, Χριστὲ ῥωννύμενον·
ὅθεν, Εὐγενία ἡ Μάρτυς, γενναίως ὑπερήθλησεν,
ἧς τὴν ἔνδοξον μνήμην, συνῆψας νῦν, τῇ σεπτῇ Γεννήσει σου καὶ φωσφόρῳ,
ἣν κατεδέξω Δέσποτα, ἐκ Παρθένου Ἁγίας.
Ἕτερον
Προεόρτιον, ὅμοιον
Ὕμνον πιστοὶ προσάξωμεν, τῇ Παρθένῳ Mαρίᾳ· ἰδοὺ
γὰρ νῦν προέρχεται, Βηθλεὲμ ἐν τῇ πολει,
τεκεῖν Χριστὸν τὸν Σωτῆρα· ὅθεν Μάγοι
σὺν δώροις, μετὰ ἀστέρος δράμετε, σὺν
ἡμῖν προσκυνῆσαι, Ποιμένες δέ, ἐκβοῆσαι
σπεύσατε σὺν Ἀγγέλοις, τῷ τικτομένῳ·
Δόξα σοι, ἐν σπηλαίῳ καὶ φάτνῃ.
Εἰς τοὺς Αἴνους,
Στιχηρὰ Προσόμοια.
Προεόρτια
Ἦχος
πλ. β' Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ὢ τῶν ὑπὲρ νοῦν, καὶ ἀρρήτων
μυστηρίων! τίκτεται Θεός, ἐπὶ γῆς δι' εὐσπλαγχνίαν,
τὴν δουλικὴν εἰκόνα, ἑαυτῷ περιθέμενος,
ὅπως τῆς δουλείας ἀφαρπάσῃ, τῆς τοῦ
ἀλλοτρίου τοὺς βοῶντας, πόθῳ ζέοντι·
Εὐλογημένος εἶ Σωτήρ, ὁ μόνος Φιλάνθρωπος.
Δεῦρο Ἰσραήλ, βαρυκάρδιε ἀπόθου,
τὸ ἐν τῇ ψυχῇ, ἐπικείμενόν σοι νέφος,
ἐπίγνωθι τὸν Πλάστην, ἐν Σπηλαίῳ τικτόμενον,
οὗτος τῶν Ἐθνῶν ἡ προσδοκία, οὗτος
καθελεῖ τὰς ἑορτάς σου, βοᾶν· οὐ πείθῃ
γάρ, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς
παραγίνεται.
Ἥλιε Υἱέ, πῶς σε κρύψω τοῖς σπαργάνοις; πῶς σε γαλουχῶ,
πάσης φύσεως τροφέα; πῶς σε χερσὶ κατέχω, τὸν
κρατοῦντα τὰ σύμπαντα; πῶς σοι ἀδεῶς ἐνατενίζω,
ᾧ οὐ τολμᾷ ἐνατενίζειν, τὰ πολυόμματα;
ἡ Ἀπειρόγαμος Χριστόν, κρατοῦσα ἐφθέγγετο.
ᾌσμασι καινοῖς, ἀλαλάξατε Ποιμένες,
λόγους μαγικούς, ἀπορρίψατε οἱ Μάγοι, σταλάξατε
τὰ ὄρη, καὶ βουνοὶ ἀγαλλίασιν, δεῦτε
θυγατέρες Βασιλέων, εἰς τὴν χαράν τῆς Θεοτόκου,
λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς,
Θεὸς ἡμῶν δόξα σοι.
Δόξα...
ὅμοιον
Δεῦρο Βηθλεέμ, ἑτοιμάζου τὰ
τοῦ τόκου, ἴθι Ἰωσήφ, ἀπογράφου σὺν
Μαρίᾳ, σεπτοτάτη ἡ φάτνη! θεοφόρα τὰ
σπάργανα! ἔνθα ἡ ζωὴ ἐνειληθεῖσα, σειρὰς
θανάτου διαρρήξει, ἐπισφίγγουσα, πρὸς ἀφθαρσίαν
τοὺς βροτούς, Χριστὲ ὁ Θεὸς ἡμῶν.
Καὶ
νῦν ... ὅμοιον
Ὢ μακαριστή, τῆς θεόπαιδος κοιλία,
ἥτις νοητῶς, οὐρανοῦ μείζων ἐδείχθη! ὃν
οὐ χωρεῖ γὰρ οὗτος, σὺ κατέχεις βαστάζουσα.
Ὢ μακαριστοὶ μαστοὶ Παρθένου, οὕσπερ θηλάσειεν
ὁ τρέφων, πνοὴν ἅπασαν, Χριστὸς ὁ μήτρᾳ
σάρξ παγείς, ἀνάνδρου Νεάνιδος.
Εἰς τὸν Στίχον,
Στιχηρὰ Προσόμοια.
Ἦχος
β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Οἶκος τοῦ Παντουργοῦ, ἐδείχθης
ὦ Παρθένε· ἐν σοὶ γὰρ ἐνοικήσας,
ὁ Κύριος τῆς δόξης, τεχθῆναι νῦν προέρχεται.
Στίχ. Ὁ Θεὸς ἀπὸ
Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου
δασέος.
Nέον ἐν
Βηθλεέμ, παιδίον ἐκ Παρθένου, Θεὸς ὁ πρὸ
αἰώνων, ἐν φάτνῃ τῶν ἀλόγων,
γεννᾶται, ὢ τοῦ θαύματος!
Στίχ. Κύριε εἰσακήκοα τὴν
ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ
ἔργα σου.
Τάξεις αἱ νοεραί, Ἀγγέλων ἐν
ὑψίστοις, Θεῷ μετὰ Ποιμένων, βοήσατε καὶ
Μάγων, τῷ τικτομένῳ δόξα σοι.
Δόξα...
Καὶ νῦν ... Ἦχος πλ. δ'
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ
Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ
σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ,
ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ
Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε·
Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον
μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν
Παντουργέρτην.
H
λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες,
καὶ Ἀπόλυσις.