ΑΚΟΛΟΥΘΙΑ

 

 

Δεκεµβρίου ιζ΄.

 

Μνήµη τοῦ ἁγίου προφήτου Δανιὴλ

καὶ τῶν ἁγίων Τριῶν Παίδων

Ἀνανίου, Ἀζαρίου καὶ Μισαήλ

 

 

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τὸ «Κύριε, ἐκέκραξα» ἱστῶμεν στίχους ς΄ καὶ ψάλ­λομεν στιχηρὰ προσόμοια τοῦ προφήτου.

 

Στιχηρὰ προσόμοια τοῦ προφήτου.

῏Ηχος δ΄. ῾Ως γενναῖον ἐν μάρτυσιν.

λαμπρότατος ἥλιος, προφητῶν ὁ περίδοξος, εὐ­φη­μείσθω σήμερον θείοις ᾄσμασι, τῶν χαρισμάτων τοῦ Πνεύματος, θεῖον ἐνδιαίτημα, ἡ ἀείρυτος πηγή, ἡ διόπτρα τοῦ Πνεύματος, ὁ ὑπέρτιμος, καὶ παν­άριστος στῦλος τῶν δογμάτων, ἡ κρηπὶς τῆς οἰ­κου­μένης, τὸ ἀκατάσειστον ἔρεισμα.

 

ς ἀστέρα φανότατον, ἑωσφόρον ὡς μέγιστον, ἐπι­θυ­μιῶν τε ἄνδρα τιμῶμέν σε, τῶν ἀρετῶν ταῖς λαμ­πρότησι, φαιδρῶς ἀποστίλβοντα, καὶ φωτίζοντα πιστῶν, τὰς ψυχὰς καὶ τὰ σώματα, καὶ βοῶμέν σοι· Δανιὴλ ὑποφῆτα τὸν Σωτῆρα, ἐκδυσώπει τοῦ σω­θῆ­ναι, τοὺς εὐσεβῶς ἀνυμνοῦντάς σε.

 

Σοῦ ἡ γλῶσσα ὡς κάλαμος, γραμματέως πολύσοφε, ὀξυγράφου γέγονε ῥητορεύουσα· νόμος Θεοῦ γὰρ ἐγκάρδιος, ἐν σοὶ πεπολίτευται, καὶ τὸ στόμα σου λαλοῦν, κρίσιν ἔνδικον δέδεικται· ἐν οἷς ᾔσχυνας, πα­ρα­­νόμους πρεσβύτας καὶ Σωσάνναν, ἐκ θανάτου ἐλυ­τρώσω, τῶν προφητῶν τὸ ἀγλάισμα.

 

Στιχηρὰ προσόμοια τῶν ἁγίων Τριῶν Παίδων.

῏Ηχος ὁ αὐτός.  ῎Εδωκας σημείωσιν.

Νόμων ἀντεχόμενοι, τῶν θεοσδότων πανόλβιοι, μια­ραῖς οὐκ ἐχράνθητε, τροφαῖς ἀλλ᾿ ἀκήρατον, τῆς ψυχῆς τὸ κάλλος, διασεσωκότες, διετηρήσατε σα­φῶς, ἀδιαλώβητον καὶ ἀμάραντον, τὸ ἄνθος τὸ θαυμάσιον, καὶ τὴν τερπνὴν ὡραιότητα, τοῦ Δεσ­πό­του δοξάζοντος, τοὺς αὐτὸν θεραπεύοντας.

 

Θείῳ πυρακτούμενοι, οἱ νεανίαι πυρσεύματι, τοῦ πυ­ρὸς κατεφρόνησαν· ἐν ᾧ δροσιζόμενοι, οἱ σε­πτοὶ χορείαν, ἐκλελαμπρυσμένην, διατυπώσαντες ᾠ­δήν, τὴν πολυύμνητον ᾖδον ψάλλοντες· τὴν ὄντως ἀ­δι­άδοχον, καὶ ἀμετάπτωτον πάνσοφοι, βασιλείαν πο­θή­σαντες, τὴν οὐράνιον ἔνδοξοι.

 

Λόγον τῆς σοφίας σου, καταπλαγέντες οἱ τύραννοι, Δανιὴλ ἀξιάγαστε, καὶ Παίδων τὴν σύνεσιν, τῆς Χαλδαίων χώρας, ἄρχειν καὶ δεσπόζειν, ὑμᾶς κα­τέ­στησαν σεπτοί· τὴν ἀρετὴν γὰρ οἶδε σαφέστατα, θαυ­μά­ζειν καὶ πολέμιος, καὶ πολιτείας λαμπρότητα· τῶν παθῶν γὰρ κρατήσαντες, ἡγεμόνες γεγόνατε.

 

Δόξα.  ῏Ηχος β΄.  ᾿Ανατολίου.

Πνευματικῶς ἡμᾶς πιστοί, συνήγαγε σήμερον ὁ προ­φήτης Δανιήλ· καὶ τράπεζαν προτίθησιν ἀ­ρε­τῶν  δαψιλῶς, πλουσίοις καὶ πένησι καὶ ξένοις καὶ αὐτόχθοσι· καὶ κρατῆρα νοητόν, προχέοντα νᾶμα εὐ­σεβείας, καὶ εὐφραίνοντα καρδίας πιστῶν, καὶ Πνεύ­ματος ῾Αγίου χάριν παρέχοντα.  Οὗτος γὰρ ὁ προφήτης, ὁ φανότατος λύχνος, ὁ λάμψας ἐν τῷ κό­σμῳ, τὰ σεβάσματα πάντα τῶν ᾿Ασσυρίων καθεῖλε, καὶ θηρῶν ἀτιθάσων στόματα ἔφραξε.  Σὺν τούτῳ καὶ οἱ Τρεῖς Παῖδες εὐφημείσθωσαν, οὐ χρυσοῖ τῇ φύ­σει ὄντες, χρυσίου δὲ δοκιμώτεροι δεικνύμενοι· οὐ γὰρ ἐχώνευσεν αὐτοὺς τὸ πῦρ τῆς καμίνου, ἀλλ᾿ ἐ­φύλαξεν ἀκεραίους, οὓς νάφθα καὶ πίσσα καὶ κλη­μα­τίδες ἔστεψαν.  ῾Ο δὲ ἀγαγὼν ἡμᾶς, εἰς τὴν περίοδον τοῦ χρόνου Κύριος, ἀξιώσαι ἡμᾶς φθάσαι, καὶ ἐπὶ τὴν κυρίαν καὶ σεβασμίαν ἡμέραν, τῶν γενεθλίων Χρι­στοῦ, τοῦ παρέχοντος ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν.  Προεόρτιον, ἦχος ὁ αὐτός.

Δεῦτε ἅπαντες Χριστοῦ τὰ γενέθλια, πιστῶς προ­ε­ορ­τάσωμεν· καὶ νοητῶς τὸν ὕμνον, ὡς ἀστέρα προ­βαλλόμενοι, μαγικὰς δοξολογίας, μετὰ ποιμέ­νων βοή­σωμεν· ῏Ηλθεν ἡ σωτηρία τῶν βροτῶν, ἐκ παρ­θενι­κῆς νηδύος, βροτοὺς ἀνακαλέσασθαι.

 

 

Εἰς τὸν στίχον.  Στιχηρὰ προσόμοια,

ἦχος δ΄. ῾Ως γενναῖον ἐν μάρτυσι.

Δανιὴλ ὁ θαυμάσιος, τὴν καρδίαν κτησάμενος, κα­θα­ρὸν  τοῦ Πνεύματος καταγώγιον, καὶ παρ᾿ αὐτοῦ φωτιζόμενος, μελλόντων τὴν δήλωσιν, προθεσπίζει προ­φανῶς, προφητείας λαμπρότητι καλλυνόμενος, καὶ τρανῶς σαφηνίζων τῶν κρατούντων, παρανόμων βασιλέων, τὰ κεκρυμμένα ἐνύπνια.

 

Στίχος.  Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

 

Προστομώσας τὸ σῶμά σου, τῇ νηστείᾳ ἀδάμαστον, τῶν λεόντων στόμασιν ἀπετέλεσας· μέσον γὰρ τούτων ἱστάμενος, προφῆτα θεσπέσιε, καὶ Θεῷ τῷ ἀ­γα­θῷ, ἀτενίζων διέμεινας ἀπαράτρωτος, ἀπορρήτῳ δυνάμει τοῦ τὰ πάντα, ἐνεργοῦντος παραδόξως, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

 

Στίχος.  Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμά­στω­σεν ὁ Κύριος.

 

πὶ θρόνου καθήμενον, καὶ ἀγγέλοις κυκλούμε­νον, τὸν ὑπὲρ κατάληψιν ἐθεώρησας, κριτὴν ὑ­πάρ­χον­τα δίκαιον, προφῆτα θαυμάσιε· ἐκπλαγεὶς δὲ τὸ φρικτόν, τῆς ἐμφόβου ὁράσεως διεσήμανας, τοῖς με­τέ­πειτα πᾶσιν ὑπογράψας, τὴν δευτέραν πα­ρου­σί­αν, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν.

 

Δόξα.  Τῶν ἁγίων Παίδων.  ῏Ηχος πλ. β΄.

 

ν ψυχῇ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώ­σε­ως, ἐν μέσῳ τῆς καμίνου τοῦ πυρός, τὸν παγ­κό­σμιον ὕμνον ἐμελῳδήσατε, Παῖδες τρισόλβιοι· καὶ τῆς φωνῆς ὑμῶν εἰσήκουσεν, ὁ ὢν ἐγγὺς Κύριος, τοῖς συν­τετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σῴζων· καὶ διατηρήσας ἀσινεῖς, προσε­δέξατο ὑμᾶς, ὡς θυσίαν καθαράν· δι᾿ ὃ ἀπόγονοι ᾿Αβραὰμ τυγχάνοντες, παῖδες Θεοῦ γενέσθαι ἠξι­ώ­θητε· παρρησίαν οὖν ἔχοντες πρὸς αὐτόν, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν.  Τοῦ προφήτου.  Ἦχος ὁ αὐτός.

 

Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, λίθον ἄνευ χειρὸς τμηθέν­τα, θεωρήσας σε Κύριε, βρέφος ἄνευ σπορᾶς τε­χθῆ­ναι προηγόρευσε, σὲ τὸν ἐκ Παρθένου σαρκωθέντα Λόγον, τὸν ἀναλλοίωτον Θεόν, καὶ Σωτῆρα τῶν ψυ­χῶν ἡμῶν.

 

᾿Απολυτίκιον.  ῏Ηχος β΄.

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα!  ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι Τρεῖς Παῖδες ἠγάλλοντο, καὶ ὁ προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο.  Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Δόξα.  Καὶ νῦν.  Θεοτοκίον.

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένῃ, καὶ παρθενίᾳ φυλαττομένη, μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχῶν ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

 Ἡ συνήθης στιχολογίαν. Κανὼν τῆς ὀκτωήχου εἷς, καὶ τοῦ προφήτου Δα­νιήλ, καὶ τῶν ἁγίων Τριῶν Παίδων.

 

Κανὼν τοῦ προφήτου Δανιήλ, οὗ ἡ ἀκροστιχίς· «Σο­φὸν Δανιὴλ ᾄσμασι περιστέφω».  Θεοφάνους.

 

ᾨδὴ α΄.  ῏Ηχος πλ. δ΄. Ὁ εἱρμός. 

«ᾎσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ».

 

Σῶτερ εὐεργέτα τοῦ παντός, τῶν ἀγαθῶν ὁ αἴτιος, τῇ φωτοφόρῳ σου, τὴν ἔννοιάν μου αἴγλῃ, φωτίζοις φιλάνθρωπε, ὅπως τοῦ σοῦ προφήτου, εὐφημήσω τὴν ἔνδοξον μνήμην.

 

ρθρος ὡς ἀνέτειλας σοφέ, τῆς σωφροσύνης σώ­φρο­να, προκινδυνεύουσαν Σωσάνναν διασώσας· Θεὸς γάρ σε ἤγειρε, γνώστης ὁ τῶν κρυφίων, πρεσβυτέρους δεινοὺς κατακρῖναι.

 

Φόβῳ στοιχειούμενοι Θεοῦ, οἱ ᾿Αβραὰμ ἀπόγονοι, τρο­φὴν παράνομον, ἀπώσαντο γενναίως, καὶ θείῳ τρεφόμενοι, πόθῳ τῆς εὐσεβείας, πρὸς μεγίστην ἐ­πήρ­θησαν δόξαν.

 

Θεοτοκίον.

ρος ἐθεώρεις νοητόν, Δανιὴλ ἱερώτατε, τὴν μό­νην ἄχραντον, ἀειπάρθενον κόρην· ἐξ ἧς περ ἐκ­τέτμηται, λίθος ὁ ἀκρογωνιαῖος, καὶ τὴν πλάνην συν­έτριψε πᾶσαν.

 

Ἕτερος κανών, τῶν ἁγίων Τριῶν Παίδων, οὗ ἡ ἀ­κροστιχίς· «Τρεῖς Παῖδας ὑμνῶ Δανιήλ τε τὸν μέ­γαν».  Θεοφάνους.

 

ᾨδὴ α΄. ῏Ηχος ὁ αὐτός. ῾Υγρὰν διοδεύσας.

Τὸν ἄναρχον Λόγον τὸν ἐκ Πατρός, πρὸ πάντων αἰ­ώνων, γεννηθέντα θεοπρεπῶς, τὸν ἐν τῇ καμίνῳ Νε­ανίαις, συμβολικῶς ὁραθέντα δοξάσωμεν.

 

ημάτων τυράνου τοῦ δυσσεβοῦς, οἱ εὐγενεῖς Παῖ­δες, καταπτύσαντες καρτερῶς, τροφαῖς παρανό­μων μὴ χρανθῆναι, χαλδαϊκῶς οὐ κατηξίωσαν.

 

τρέφεσθε λόγῳ μὲν ψυχικῶς, τροφαῖς αὐτομάτοις, κεχρημένοι δὲ σαρκικῶς, τῶν ἁβροδιαίτων τὰς ἰ­δέας, τῷ βασιλεῖ ὡραιότεροι δείκνυσθε.

 

Θεοτοκίον.

ὸν τὸν τοῦ ὄφεως ἀκοαῖς, πικρῶς ἐμπαρέντα, ταῖς τῆς Εὔας ἡ ἐκ Δαυίδ, βλαστήσασα κόρη θεραπεύει, τὸν λυτρωτὴν κυοφορήσασα.

 

Τοῦ προφήτου.  ᾨδὴ γ΄.  Ὁ εἱρμός.

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

 

Νόησιν καὶ σύνεσιν, παρὰ Θεοῦ λαβὼν ἔλυσας, φωτοφανῶς, τὰ ἐσκιασμένα τῶν κρατούντων ἐνύ­πνια.

 

Δράκοντα ἐνέκρωσας, διὰ τροφῆς βαλὼν ἔνδοξε,  τὸν αἰσθητόν· τοὺς πρὶν ἀοράτους, ἐτροπώσω γὰρ δαίμονας.

 

Θεοτοκίον.

Αἴγλῃ φωτιζόμενος, τὸ ἐμφανὲς ὁρᾷς ἔνδοξε, ὄρος Θεοῦ, τὴν εὐλογημένην, τὸ βροτῶν ἐγκαλ­λώ­πι­σμα.

 

Τῶν ἁγίων Παίδων.  ῾Ο αὐτός.

Σύνεσιν κτησάμενοι, τὴν θεοδίδακτον δέσποτα, Παῖ­δες Δαυίδ, νόμους τοὺς πατρῴους, θεοφρό­νως ἐτήρησαν.

 

Πῦρ οὐ κατεφλόγισε, τὰ καθαρώτατα σώματα, τῶν εὐσεβῶν· διὰ γὰρ νηστείας, ψυχοτρόφου ἠρ­δεύ­ον­το.

 

Αἶνον τὸν παγκόσμιον, καὶ πολυύμνητον ᾄδουσι, Παῖδες οἱ Τρεῖς, μέσον τῆς καμίνου, θαυμαστῶς δρο­σιζόμενοι.

 

Θεοτοκίον.

να τόκον δέσποτα, ἐκ παρθενεύοντος σώματος, δεί­ξῃς ἡμῖν, σῴζεις ἐν καμίνῳ, παρθενεύοντα σώ­μα­τα.

 

Ὁ εἱρμός.

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

 

Κοντάκιον τοῦ προφήτου.  ῏Ηχος γ΄.  ῾Η Παρθένος σήμερον.

Καθαρθεῖσα Πνεύματι ἡ καθαρά σου καρδία, προ­φητείας γέγονε φαεινοτάτης δοχεῖον· βλέπεις γάρ, ὡς ἐνεστῶτα τὰ μακρὰν ὄντα, λέοντας ἀποφιμοῖς δὲ βληθεὶς ἐν λάκκῳ· διὰ τοῦτό σε τιμῶμεν, προφῆτα μάκαρ Δανιὴλ ἔνδοξε.

 

Κάθισμα τοῦ αὐτοῦ. ῏Ηχος πλ. δ΄.  Τὴν σοφίαν καὶ Λόγον.

Προφητείας τὴν χάριν πεπλουτηκώς, τῆς Παρθέ­νου τὸν τόκον σκιαγραφεῖς, καὶ λύεις ὀνείρατα, τῶν κρατούντων σαφέστατα· ἐμβληθεὶς δὲ λάκκῳ ὡς μάρ­τυς ἐδίδαξας, παραδόξως μάκαρ, νηστεύειν τοὺς λέοντας· ὅθεν καταστρέψας, τῶν ἀθέων τὸ σέβας, τὸν δράκοντα ἔκτεινας, ἀριστεύσας λαμπρότατα, Δα­νιὴλ ἀξιάγαστε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πται­σμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πό­θῳ, τὴν ἁγίαν μνήμην σου.

 

Δόξα.  Τῶν Τριῶν Νέων.

Τῆς Τριάδος εἰκόνα προφητικῶς, ἐξ ἀύλων χρω­μά­των ἐν τῇ φλογί, Τρεῖς Νέοι διέγραψαν, τῷ κα­λάμῳ τῆς πίστεως· καὶ τὴν τοῦ Λόγου ἄκραν, εἰς γῆν συγκατάβασιν, μυστικῶς κατεῖδον, καὶ πᾶσιν ἐκή­ρυ­ξαν· ὅθεν καὶ τὴν δρόσον, οὐρανόθεν λαβόντες, τοῦ Πνεύματος βρύουσι, τοῖς πιστοῖς τὰ χαρίσματα· διὰ τοῦτο βοήσωμεν· Δώρησαι Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἑορτάζου­σι πόθῳ, τὴν ἁγίαν μνήμην αὐτῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ· χαῖρε κόρη κα­θέδρα βασι­λική, κλίνη πορφυρόστρωτε, χρυ­σο­πόρ­φυ­ρε θάλαμε, χλαμὺς ἀλουργόχροε, τι­μαλ­φέ­στα­τον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πο­λύ­φω­τε· χαῖρε Θεοτόκε, δω­δεκάτειχε πόλις, καὶ πύ­λη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀ­γλα­ό­χρυ­σε τράπεζα, θεοκόσμητον σκήνωμα·  χαῖρε ἔν­δο­ξε νύμφη ἡλιοστάλακτε· χαῖρε μόνη ψυχῆς μου εὐ­πρέ­πεια.

 

Τοῦ προφήτου.  ᾨδὴ δ΄.  Ὁ εἱρμός

«Ἐξ ὅρους κατασκίου, Λόγε ὁ προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν».

 

Νόμον εὐσεβῶς, φυλάξας ὦ προφῆτα, τῆς ὄν­τως σοφίας, ἔγνως τὸν δοτῆρα, τὰ μυστικά σε δι­δά­σκον­τα καὶ βαθέα, καὶ τὰ ἐν σκότει σε φω­τί­ζον­τα.

 

ερὰν ζωήν, βιώσας θεοφάντορ, ἐπιθυμιῶν ἀνὴρ προση­γο­ρεύθης· ἀρρενωπῶς γὰρ τὰ πάθη κα­τα­πα­τή­σας, πρὸς τὴν ἀγήρω μετετέθης ζωήν.

 

ἐνοικοῦσα ἐν σοί, τοῦ Παρακλήτου χάρις, Δανιήλ σε δεικνύει ὅλον φωτοφόρον, καὶ νικητὴν τῶν τυ­ράννων καὶ βασιλέων, καὶ τῆς σοφίας καταγώγιον.

 

Θεοτοκίον.

Λίθον σε χειρός, τμηθέντα ἄνευ Λόγε, ὄρους προ­ο­ρᾷ, παρθένου Θεοτόκου, Δανιὴλ ὁ προφήτης ἀνα­κραυ­γάζων, καὶ ἀνυμνῶν σου τὴν θεότητα.

 

Τῶν ἁγίων Παίδων.  Εἰσακήκοα, Κύριε.

Δανιὴλ ὁ σοφώτατος, ἐνθεαστικῶς τὸν νοῦν φω­τι­ζόμενος, τὰ ἐνύπνια διέλυσε, τῶν αὐτοκρατόρων θείᾳ χάριτι.

 

παστράπτει τοῖς θαύμασιν, ἡ ἐν τῇ καμίνῳ τῶν Παί­δων ἄθλησις· τὸν γὰρ τύραννον ἐζώγρησαν, πρὸς ἐπίγνωσίν σου παντοδύναμε.

 

Συμφωνίας τὰ ὄργανα, καὶ τῆς μουσικῆς μέλη παν­αρ­μόνια, τοὺς γενναίους οὐ κατέθελξαν, καὶ χρυ­σῇ εἰκόνι οὐχ ὑπέκυψαν.

 

Θεοτοκίον.

μνῳδίαις πανύμνητε, οἱ ἐν Βαβυλῶνι Παῖδες γε­ραί­ρουσι, τὸν Υἱόν σου τὸν ὑπέρθεον, ὃν ἐν τῇ κα­μίνῳ ἐπεγίνωσκον.

 

Τοῦ προφήτου.  ᾨδὴ ε΄.  Ὁ εἱρμός.

«Ὁ ἐκ νυκτὸς ἀγνοίας, φαιδρύνας τὰ πέρατα, φώτισόν με τῶ ὄρθρω τῆς φιλανθρωπίας σου Κύριε».

 

θλητικοὺς ἀγῶνας, τῆς προφητείας φαιδρύνας κη­ρύγματι, λάμπεις δι’ ἀμφοτέρων, θείας ἐπιπνοίας ἀνάπλεως.

 

Σοφὸς ἐδείχθης μάκαρ, ταῖς ὑπὲρ νοῦν τῆς σοφίας ἐλλάμψεσι, μέγιστε θεορρῆμον, Δανιὴλ καὶ πάν­τας ἐφώτισας.

 

Θεοτοκίον.

Μυσταγωγεῖ τοὺς τύπους, τῆς ἀπορρήτου σαρ­κώ­σεως ἄχραντε, τῆς ἐκ σοῦ τοῦ Ὑψίστου, Δανιὴλ ὁ προφήτης ὁ ἔνδοξος.

 

Τῶν ἁγίων Παίδων.  Ἵνα τί με ἀπώσω.

Μυηθέντες τὸν νόμον, Σῶτερ οὐκ ἠρνήσαντο οἱ σοὶ θεράποντες, Δανιὴλ ὁ μέγας, σὺν Τρισὶ Νεανίαις θεόφροσιν· ἀλλ᾿ ἰσχὺν λαβόντες, τὴν παρὰ σοῦ τοῦ εὐ­εργέτου, τοὺς τυράννους ἀνδρείως ἐτρέψαντο.

 

Νοερῶς ἐμυεῖτο, Δανιὴλ φιλάνθρωπε, τὰ σὰ μυ­στή­ρια· ἐπὶ γὰρ νεφέλης, ὡς υἱόν σε ἀνθρώπου ἐρ­χόμενον, τῶν ἐθνῶν ἀπάντων, οἷα κριτὴν καὶ βασι­λέ­α, ἐθεώρει νοὸς καθαρότητι.

 

ραιώθη ὦ Παῖδες, ὑπὲρ λίθον σάπφειρον ὑμῶν τὰ σώματα· ὡς αὐγὴ χρυσίου, εὐσεβείας τῷ ζήλῳ πυρ­σεύετε, ἐμπεριπατοῦντες, χαρμονικῶς ἐν τῇ κα­μίνῳ, καὶ κροτοῦντες χορείαν τρισάριθμον.

 

Θεοτοκίον.

Δανιήλ σε Παρθένε, ὄρος προδιέγραφε σαφῶς ὁ ἔν­θε­ος· οἱ τριττοὶ δὲ Παῖδες, καθορῶντες τὴν φλό­γα δροσίζουσαν, τὸν σὸν θεῖον τόκον, μελῳδικῶς ἀνευ­φημοῦσιν, ὡς Σωτῆρα καὶ κτίστην καὶ Κύριον.

 

Τοῦ προφήτου.  ᾨδὴ Ϛ΄. Ὁ εἱρμός.

«Ὡς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου Χριστὲ ὁ Θεός, καμὲ τῶν πταισμάτων μου ῥύσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι».

 

γγελικὰς σὺ χορείας, ἐν φωτὶ λαμπροτάτῳ θεώ­με­νος, μιμητὴς πανάριστος, τούτων ἐχρημάτισας, τοῦ παντάνακτος, ἐντρυφῶν ἐλλάμψεσι.

 

Σωτηριώδη τοῦ Λόγου, παρουσίαν μηνύων προ­ήγ­γειλας, καὶ ναοῦ καθαίρεσιν, Νόμου τε τὴν πλή­ρωσιν, καὶ τῆς χάριτος, ὑπὲρ νοῦν δωρήματα.

 

Θεοτοκίον.

δοὺ Παρθένος ἐν μήτρᾳ, ἐμφανῶς συλλαμβάνει Χριστὸν τὸν Θεόν· ἧς περ τὴν προτύπωσιν, ἐλλαμ­φθεὶς τῷ Πνεύματι, προεώρακε Δανιὴλ ὁ ἔνδοξος.

 

Τῶν ἁγίων Παίδων.  ῎Αβυσσος ἁμαρτιῶν.

ρξαντες τῶν ψυχικῶν, παθημάτων τῇ δυνάμει τοῦ λόγου, χώρας ἐθνῶν Χαλδαίων, ἡγεμόνες γεγόνατε· οἶδε γὰρ ἡ ἀρετή, γέρα χαρίζεσθαι κεκτημένοις, ὦ τοῦ Δαυὶδ σοφοὶ ἀπόγονοι.

 

Νέκρωσιν ὁ Δανιήλ, ζωηφόρον ἐνδυσάμενος πάλαι, τὸν ὡς θεὸν Χαλδαίοις, δυσσεβῶς νομιζόμενον, ἀναι­ρεῖ διὰ τροφῆς, δράκοντα κάκιστον ἱερεῖς τε, τοὺς δυσμενεῖς σοφῶς ἀπέκτεινε.

Θεοτοκίον.

λεών μοι τὸν κριτήν, ὡς Υἱόν σου Θεοτόκε παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι, ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτήν τε τῶν δεινῶν, Μῆτερ δυσώπησον· σοὶ γὰρ μόνῃ, τὰ τῆς ἐλπίδος ἀνατίθημι.

 

Ὁ εἱρμός.

«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγίς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως, ἀλλὰ σὺ τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ φθορᾶς με ἀνακάλεσαι».

 

Κοντάκιον τῶν Τριῶν Νέων.  ῏Ηχος πλ. β΄.  Αὐτόμελον.

Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ᾿ ἀγρά­φῳ οὐσίᾳ θωρακισθέντες, τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε· ἐν μέσῳ δὲ φλο­γὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε· Τά­χυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

 

῾Ο οἶκος.

κτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖ­ραν Αἰγύπτιοι πολεμοῦντες, καὶ ῾Εβραῖοι πολε­μού­μενοι· μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θά­νατος, ὁ διψῶν ἡμᾶς, καὶ σατὰν ὁ μισῶν ἡμᾶς· ἀλλ᾿  ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Βαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κά­μινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι· Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

 

Συναξάριον.

Τῇ ΙΖ΄ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν ἁγίων Τριῶν Παίδων καὶ Δανιὴλ τοῦ προφήτου.

Στίχοι 

῞Υπαρ, Θεέ, βλέπει σε νῦν ἐπὶ θρόνου,

τμηθεὶς Δανιήλ, οὐκ ὄναρ, καθὼς πάλαι.

Εἰ μὴ θανεῖν Τρεῖς Παῖδες ἥρων ἐκτόπως,

ὡς τοῦ πυρὸς πρίν, ἦρχον ἂν καὶ τοῦ ξίφους.

῾Εβδομάτῃ δεκάτῃ Δανιὴλ τάμον, ὃς βλέπει μέλ­λον.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων μαρτύρων Πατερ­μουθίου, Κόπρι καὶ ᾿Αλεξάνδρου, μαρτυρησάντων ἐπὶ ᾿Ιουλιανοῦ τοῦ παραβάτου.  Καὶ μνήμη τοῦ ὁσί­ου καὶ ἀειμνήστου ὁμολογητοῦ Δουναλέ, τοῦ με­το­νο­μασθέντος Στεφάνου.

Στίχοι

Στολαῖς Στέφανος ἀρετῶν ἐστεμμένος,

λαμπρός τις ἥκει πρὸς στεφάνους τοὺς ἄνω.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου μάρτυρος ᾿Ι­άκ­χου.

Στίχοι

῎Ιακχε, κρατύνθητι· καὶ τμηθεὶς κάραν,

τμηθεῖσιν ἐγγράφηθι, καὶ στέφου κάραν.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Διονυσίου ἀρχιεπισκόπου Αἰγίνης τοῦ θαυ­μα­τουρ­γοῦ, τοῦ ἐκ τῆς νήσου Ζακύνθου.

 

Στίχοι

Λιπὼν τὰ τῆς γῆς, νῦν κατοικεῖ ἐν πόλῳ,

κλέος Ζακύνθου Διονύσιος νέος.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.  ᾿Αμήν.

 

Τοῦ προφήτου.  ᾨδὴ ζ΄. Ὁ εἱρμός.

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

 

Νόμῳ προφῆτα πεφραγμένος, οὐκ ἠνέσχου τοῦ χραν­θῆναι παρανόμως· ἀλλ᾿ ἐνθέως τὸν νοῦν, λαμ­πόμενος ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Πάντας ἐκπλήττει σου τὸ θαῦμα· ὡς προφήτῃ γὰρ προφήτης σοι παρέστη, μεταρσίως τροφήν, κο­μίζων σοι καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

νδον τοῦ λάκκου καθειργμένος, καὶ τοῖς λέουσι πρὸς βρῶσιν τεθειμένος, διεσώθης Θεοῦ, σκε­πά­σαν­τός σε μάκαρ, Εὐλογητὸς εἶ μέλποντα, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Θεοτοκίον.

εῖθρα ἀφθόνως ἀναβλύζεις, ἰαμάτων ὦ παρθένε Θε­οτόκε· Δανιὴλ γὰρ τρανῶς, ἑώρακέ σε ὄρος, ἐξ οὗ Σωτὴρ ἀνέτειλεν, ὁ Θεὸς ὁ εἰς αἰῶνας.

 

῎Αλλος.  Παῖδες θεοσεβεῖς ἐν Βαβυλῶνι.

χος θεοφιλὴς ἐμελῳδεῖτο, ἐκ μέσου πυρὸς τῷ παν­τοκράτορι· ᾿Αζαρίας γὰρ θεῖον χορὸν συ­στη­σά­μενος, τὴν ᾠδὴν σὺν τούτοις ἀνέμελπεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

 

Λύρα Νεανιῶν ἐθεολόγει, τὸν πάντων Θεὸν καὶ παν­τοκράτορα, τὸν αὐτοῖς ἐν καμίνῳ, τρανῶς ὀ­πτα­νόμενον, καὶ ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

 

Τρεῖς τοὺς ἐν τῇ καμίνῳ βεβλημένους, εἰδὼς ὁ κρα­τῶν ὡς ἐθεάσατο, τοῦ τετάρτου τὴν θέαν, Υἱὸν προηγόρευσε, τοῦ Θεοῦ, καὶ πᾶσιν ἐτράνωσεν, Εὐλογητὸς ἐκβοῶν, ὁ τῶν πατέρων Θεός.

Θεοτοκίον.

χων λελαμπρυσμένον θείᾳ αἴγλῃ, τὸν νοῦν Δανιὴλ θεο­μακάριστε, τῆς Παρθένου τὸν τόκον, σαφῶς προ­τε­θέασαι, μυστικαῖς εἰκόσι μορφούμενον, Εὐλο­γη­τὸς ἐκβοῶν, ὁ τῶν πατέρων Θεός.

 

Τοῦ προφήτου.  ᾨδὴ η΄. Ὁ εἱρμός.

«Οἱ θεορρήμονες παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

 

εροφάντωρ ἐδείχθης ὦ προφῆτα, καὶ πρακτικῇ θε­ωρίᾳ τοῖς ἀσωμάτοις συνέψαλλες· Εὐλογεῖτε τὰ ἔρ­γα Κυρίου τὸν Κύριον.

 

Σὲ παμμακάριστε πάντες εὐφημοῦμεν, καὶ τῇ σε­πτῇ πανηγύρει, σοῦ γεγηθότες κραυγάζομεν· Εὐ­λο­γεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Θεοτοκίον.

Τὴν ὑπερθαύμαστον κόρην θεηγόρε, τυπικοῖς ἐν συμ­βόλοις, κατανοήσας ἐκραύγαζες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Τῶν ἁγίων Παίδων.  ῾Επταπλασίως κάμινον.

Τὴν ᾿Αβραὰμ εὐγένειαν, διασῴζειν σπουδάζοντες, τὴν οἰκειοτάτην, πρὸς αὐτὸν ἐκτήσασθε, κρηπῖδα τῆς πίστεως, καὶ τῆς ἐλπίδος ὅσιοι, καὶ ὑπομονὴν καὶ πειρασμῶν καρτερίαν, βοῶντες ἀνενδότως· ῾Ιε­ρεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Οἱ ὡς φωστῆρες λάμποντες, καὶ τὴν γῆν οὐ­ρα­νώ­σαν­τες, καὶ τῆς εὐσεβείας φωτισμῷ πυρσεύοντες, παγκόσμιον στήσαντες, χοροστασίαν ᾄδουσι, σοὶ τῷ εὐεργέτῃ, καὶ δεσπότῃ τῶν ὅλων· Οἱ Παῖδες εὐ­λο­γεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάν­τας τοὺς αἰῶνας.

 

Νεανικῶς οἱ σβέσαντες, ἐπηρμένην τὴν κάμινον, καὶ τὰς τῶν λεόντων ἀκωκὰς πεδήσαντες, Δαυ­ὶδ οἱ ἀπόγονοι, νῦν γεγηθότες ψάλλουσι· Τὸν ἐκ πειρασμῶν, ἐκσεσωκότα δεσπότην, οἱ Παῖδες εὐλο­γεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Θεοτοκίον.

Μυσταγωγεῖται πάναγνε, Δανιὴλ ὁ σοφώτατος, καὶ προ­ζω­γραφοῦσι Παῖδες Τρεῖς τὴν γέννησιν, τὴν σὴν οἱ θεόφρονες, διὰ συμβόλων βλέποντες, τὸν ἐκ τῆς γαστρός σου, προελθόντα ἀφράστως· ὃν παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

 

Ὁ εἱρμός.

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, πε­ρι­σω­θέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Τοῦ προφήτου.  ᾨδὴ θ΄. Ὁ εἱρμός.

«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες».

 

δρέψω σου τῶν πόνων, τὰς ἐπικαρπίας, ἐν οὐρανοῖς σὺν προφήταις χορεύων ἀεί, περὶ τὸν ὕψιστον θρό­νον, τοῦ Παντοκράτορος.

 

Φωτὶ τῷ τρισηλίῳ, νῦν στεφανηφόρος, τῶν ἐφετῶν ἀκροτάτῳ παρίστασαι, ταῖς ἀσωμάτων χορείαις συναγαλλόμενος.

 

Θεοτοκίον.

ραῖόν σου τὸ κάλλος, οὗ νῦν ἀπολαύεις· τὴν γὰρ πανύμνητον κόρην προφῆτα σοφέ, διὰ συμβόλων μηνύειν πᾶσιν ἠξίωσαι.

 

Τῶν ἁγίων Παίδων.  ῾Ο αὐτός.

φθάσατε τὸ τέλος, τὸ πεποθημένον, καὶ ὀρεκτῶν ἀ­κροτάτῳ παρέστητε, ἐν οὐρανίοις θαλάμοις, Παῖ­δες πανόλβιοι.

 

Γηθόμενοι τὸ δράγμα, τῆς μετὰ δακρύων, καλῆς ὑ­μῶν γεωργίας κομίζεσθε, τῆς ἀφθαρσίας τὸν στά­χυν καρποφορήσαντες.

 

νέτειλε λαμπρότης, νῦν ὑμῖν ἀξίως, καὶ εὐφρο­σύ­νη καρδίας ἐξήνθησεν· ἔνθεν ἀπέδρα γὰρ λύπη κα­τεσκηνώσατε.

Θεοτοκίον.

Νομὴν τὴν τοῦ θανάτου, ἔστησας Παρθένε, τὸν ζω­ο­δότην τεκοῦσα καὶ Κύριον, ζωοποιοῦντα τοὺς πίστει σὲ μεγαλύνοντας.

 

Ὁ εἱρμός

«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες».

 

᾿Εξαποστειλάριον. Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.

ἐν προφήταις μέγιστος, Δανιὴλ νῦν τιμάσθω· Χρι­στὸν γὰρ τὸν Θεὸν ἡμῶν, εἶδε λίθον τμηθέντα, ἄνευ χειρῶν ἀπὸ ὄρους, τῆς ἁγνῆς Θεοτόκου· σὺν τούτῳ εὐφημείσθωσαν, καὶ οἱ τρεῖς Παῖδες οὕς περ, σῴζει πυρός, ἀβλαβεῖς καμίνου τύπος Παρθένου, ὁ θεῖος καὶ ἀπόρρητος, δι᾿ οὗ σέσωσται κόσμος.

 

Θεοτοκίον, ὅμοιον.

Μυσταγωγεῖται πάναγνε, διὰ Πνεύματος θείου, Δα­νιὴλ ὁ σοφώτατος· καὶ προγράφουσι πίστει, ᾿Αβραμιαῖοι Τρεῖς Παῖδες, σοῦ τὸν ἄσπορον τόκον· ὁ ὢν γὰρ τῇ Θεότητι, ἀπερίγραπτος Λόγος, ἐκ σοῦ σαρκί, θέλων περιγράφεται Θεοτόκε, ἐν Βηθλεὲμ τι­κτό­μενος, εἰς βροτῶν σωτηρίαν.

 

Εἰς τὸν στίχον τῶν αἴνων. 

῏Ηχος β΄.  Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε τὴν Δανιήλ, Τριῶν τε Παίδων μνήμην, τε­λέ­σωμεν ὑμνοῦντες, τὴν τούτων πολιτείαν, δι᾿ ἧς ἐμεγαλύνθησαν.

 

Στίχος.  Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Λάκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος, Δα­νιὴλ ὁ προφήτης, ἀμέτοχος τῆς τούτου, ἐδεί­κνυ­το κακώσεως.

 

Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστω­σεν ὁ Κύριος. 

σβεσαν τοῦ πυρός, τὴν δύναμιν οἱ Παῖδες, χο­ρεύ­οντες ἐν μέσῳ, καμίνου καὶ ὑμνοῦντες, Θεὸν τὸν παντοδύναμον.

 

Δόξα.  ῏Ηχος β΄.  (Τοῦ ἑσπερινοῦ)

Πνευματικῶς ἡμᾶς πιστοί, συνήγαγε σήμερον ὁ προ­φήτης Δανιήλ· καὶ τράπεζαν προτίθησιν ἀ­ρε­τῶν  δαψιλῶς, πλουσίοις καὶ πένησι καὶ ξένοις καὶ αὐτόχθοσι· καὶ κρατῆρα νοητόν, προχέοντα νᾶμα εὐ­σεβείας, καὶ εὐφραίνοντα καρδίας πιστῶν, καὶ Πνεύ­ματος ῾Αγίου χάριν παρέχοντα.  Οὗτος γὰρ ὁ προφήτης, ὁ φανότατος λύχνος, ὁ λάμψας ἐν τῷ κό­σμῳ, τὰ σεβάσματα πάντα τῶν ᾿Ασσυρίων καθεῖλε, καὶ θηρῶν ἀτιθάσων στόματα ἔφραξε.  Σὺν τούτῳ καὶ οἱ Τρεῖς Παῖδες εὐφημείσθωσαν, οὐ χρυσοῖ τῇ φύ­σει ὄντες, χρυσίου δὲ δοκιμώτεροι δεικνύμενοι· οὐ γὰρ ἐχώνευσεν αὐτοὺς τὸ πῦρ τῆς καμίνου, ἀλλ᾿ ἐ­φύλαξεν ἀκεραίους, οὓς νάφθα καὶ πίσσα καὶ κλη­μα­τίδες ἔστεψαν.  ῾Ο δὲ ἀγαγὼν ἡμᾶς, εἰς τὴν περίοδον τοῦ χρόνου Κύριος, ἀξιώσαι ἡμᾶς φθάσαι, καὶ ἐπὶ τὴν κυρίαν καὶ σεβασμίαν ἡμέραν, τῶν γενεθλίων Χρι­στοῦ, τοῦ παρέχοντος ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν.  Προεόρτιον, ἦχος ὁ αὐτός. (Τοῦ ἑσπερινοῦ)

Δεῦτε ἅπαντες Χριστοῦ τὰ γενέθλια, πιστῶς προ­ε­ορ­τάσωμεν· καὶ νοητῶς τὸν ὕμνον, ὡς ἀστέρα προ­βαλλόμενοι, μαγικὰς δοξολογίας, μετὰ ποιμέ­νων βοή­σωμεν· ῏Ηλθεν ἡ σωτηρία τῶν βροτῶν, ἐκ παρ­θενι­κῆς νηδύος, βροτοὺς ἀνακαλέσασθαι.

 

Ἡ λοιπὴ ἀκολουθία τοῦ ὄρθρου, ὡς σύνηθες,

ἡ α΄ ὥρα, καὶ ἀπόλυσις.