Τῌ Ε'
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ὀσiου καὶ θεοφόρου Πατρὸς
ἡμῶν Σάββα τοῦ Ἡγιασμένου.
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους
δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος
α'
Πανεύφημοι
Μάρτυρες ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Θεωρὸς γεγένησαι νοΐ, νοερῶν δυνάμεων,
ὡς πρακτικὸς θεῖα λόγια, διατιθέμενος, ἐν τῇ
σῇ καρδίᾳ, ἐν ᾗ καὶ ἀνάβασιν, ὡς
κλίμακα ἐστήριξας Ὅσιε, Σάββα Πατήρ ἡμῶν,
καὶ πρεσβεύεις δωρηθῆναι ἡμῖν, τὴν εἰρήνην,
καὶ τὸ μέγα ἔλεος. (Δίς)
Σάββα Ὁσιώτατε τὴν σήν, ἐκ
παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν,
ὑφ' οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη,
λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων
τῷ κρείττονι· διὸ
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,
τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεόφρον Πατὴρ ἡμῶν φωστήρ,
καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον,
θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων· ὅθεν
μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο·
διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,
τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα...
Ἦχος β'
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν
ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ
ἁγίου Πνεύματος, καὶ παρ' αὐτοῦ λαβὼν
τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τούς
ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων· νῦν
δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος,
φώτισον καὶ ἡμῶν τὰς διανοίας, Σάββα
Πατὴρ ἡμῶν.
Καὶ
νῦν... Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ
ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με
ὑπὸ τὴν σκέπην σου.
Ἀπόστιχα
Στιχηρὰ
Ἦχος
β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ὤφθης ἐκ μητρικῶν, σπαργάνων θεοφόρε,
ἡγιασμένον σκεῦος, Πατὴρ ἡμῶν καὶ οἶκος,
τοῦ παναγίου Πνεύματος.
Στίχ. Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Φέρων ἐν ταῖς χερσί, σοῦ Σάββα
τοῦ Κυρίου, Σταυρὸν τὰ τῶν δαιμόνων, φαντάσματα
τελείως, Πατὴρ ἡμῶν ἠφάνισας.
Στίχ. Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος.
Δόλους τῶν πονηρῶν, δαιμόνων
θριαμβεύσας, τῇ τοῦ Σταυροῦ δυνάμει, ἐτράνωσας
τὴν δόξαν, Χριστοῦ Σάββα Πατὴρ ἡμῶν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Δέσποινα ἀγαθή, τὰς ἁγίας
σου χεῖρας, πρὸς τὸν Υἱόν σου ἆρον, τὸν
φιλόψυχον Πλάστην, οἰκτειρῆσαι τοὺς δούλους
σου.
Τροπάριον Ἦχος πλ. δ'
Ταῖς τῶν δακρύων σου ῥοαῖς,
τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ
τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν
τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας
φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι,
Σάββα Πατὴρ ἡμῶν Ὅσιε· Πρέσβευε Χριστῷ
τῷ Θεῷ, σωθῆναι τὰς
ψυχὰς ἠιμῶν.
Καὶ
Ἀπόλυσις
ΕΝ Τῼ
ΜΕΓΑΛῼ ΕΣΠΕPΙNῼ
Στιχολογοῦμεν τὴν
α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τό,
Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος
πλ. α' Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ
Σάββα θεόφρον, τῶν Ἀγγέλων Ἰσοστάσιε,
ὁμόσκηνε Ὁσίων, συνόμιλε Προφητῶν, Μαρτύρων
Ἀπόστόλων συγκληρονόμε, φῶς τὸ ἀνέσπερον,
ὁ νῦν κατοικῶν, οὗ ταῖς φρυκτωρίαις, λαμπόμενος
ταῖς θείαις, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν,
ὁ παρεστὼς παρρησίᾳ λελαμπρυσμένος, καὶ ἐνηδόμενος
αὐτοῦ ταῖς θεωρίαις, καὶ ἐντρυφῶν αὐτοῦ,
τῷ κάλλει ἀνενδότως, Χριστὸν ἱκέτευε,
Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ
ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Σάββα παμμάκαρ, ἐγκρατείας λύχνος
ἄσβεστος, φωστὴρ τῶν Μοναζόντων ὁ διαυγέστατος,
ἀγάπης φρυκτωρίαις λελαμπρυσμένος, πύργος ἀκλόνητος
τῆς ὑπομονῆς, ἔρεισμα καὶ σθένος, τῶν
πίστει σε τιμώντων, τῶν ἰαμάτων ὁ θησαυρός,
ὁ πολιστὴς τῆς ἐρήμου ὡς ἀληθῶς,
ὁ ὡς Παράδεισον αὐτὴν ἔνθεον δείξας,
θείους προσφέρουσαν, καρπούς τῶν σῳζομένων,
Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε,
δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην,
καὶ μέγα ἔλεος.
Σάββα θεόφρον, ἀρετῶν στῦλος
ὁ πύρινος, πυρσὸς ὁ ἐκ θαλάσσης, τῆς
κοσμικῆς τοὺς λαούς, λιμένα πρὸς τὸν θεῖον
καθοδηγῶν, πλάνης τὰ πνεύματα ὁ καταβαλών,
Πνεύματος Ἁγίου τὸ καθαρὸν δοχεῖον, ὁ
ποδηγέτης τῶν Μοναστῶν, ἠκριβωμένη τε στάθμη
τῆς ἐγκρατείας, τῆς ταπεινώσεως, περίβλεπτον
τὸ ὕψος, κρήνη ἡ βρύουσα, ἰάσεων πελάγη,
Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε,
δωρηθῆναι τῇ Ἐκκλησία, ὁμόνοιαν, εἰρήνην,
καὶ μέγα ἔλεος.
Δόξα...
Ἦχος πλ. β'
Τὸ κατ' εἰκόνα τηρήσας ἀλώβητον,
νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς
ἐνστησάμενος, εἰς τὸ καθ' ὁμοίωσιν ὡς
δυνατὸν ἀνελήλυθας· ἀνδρικῶς γὰρ τήν
φύσιν ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον
καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα
δουλῶσαι τῷ πνεύματι. Ὅθεν Μοναζόντων, ἀνεδείχθης
ἀκρότης, πολιστὴς τῆς ἐρήμου, εὐδρομούντων
ἀλείπτης, κανὼν ἀρετῆς ἀκριβέστατος,
καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων
λυθέντων Μακάριε, καθαρῶς ἐποπτεύεις, τὴν ἁγίαν
Τριάδα, ἐντυγχάνων ἀμέσως, ὑπὲρ τῶν
πίστει καὶ πόθῳ τιμώντων σε.
Καὶ
νῦν... Θεοτοκίον
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε;
τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον;
ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας
Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ
τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς,
φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος
ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων
τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν,
τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ.
3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ,
καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν
ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ'
ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν
εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων
ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται,
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς
χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς,
καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς.
Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας.
Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν,
καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ.
5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ
ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ
τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας,
καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς,
καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται
πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει
τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται
θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον,
ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς
ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει
κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς,
καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν
βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων
γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη
παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ.
4, 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι,
ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον
οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν
μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις,
καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος
Θεῷ γενόμενoς, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ
τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ,
ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ
ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο
ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες
ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις
καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτὴν
Στιχηρὰ
ἰδιόμελα Ἦχος β'
Ἀσκητικὸν γυμνάσιον συγκροτήσας ἐπὶ
γῆς, Ὅσιε Σάββα, τῶν παθῶν τὰς προσβολάς,
ἐν τῇ ῥοῇ τῶν δακρύων σου, πάσας ἀπήμβλυνας.
Κλῖμαξ θεία καὶ σεπτή, εἰς οὐρανούς ἀνάγουσα,
τοῖς πᾶσιν ἐγνωρίσθη, ὁ θεόληπτος βίος
σου. Εὐσεβείας γὰρ καρποὺς ἐν αὐτῷ ἐνδειξάμενος,
θεραπεύεις δι' αὐτῶν τὰς ἀσθενείας τῶν
παθῶν, τῶν πιστῶς ἐκβοώντων σοι. Χαίροις τῆς
Ἑῴας ἀστὴρ χρυσαυγέστατος, καὶ τῶν
Μοναζόντων λαμπαδοῦχε καὶ ποιμήν. Χαίροις Ἀοίδιμε,
τὸ τῆς ἐρήμου κάλλιστον θρέμμα, καὶ τῆς
Ἐκκλησίας ἀκράδαντον ἔρεισμα. Χαίροις τῶν
πλανωμένων ὁ μέγας ὁδηγός. Χαίροις τὸ
ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης
φαιδρὸν ἀγαλλίαμα.
Ὁ
αὐτὸς
Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ
ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου
τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν
καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ
καύχημα, Σάββαν τιμήσωμεν· πεφυτευμένος γὰρ ἐν
τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως,
καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ, ἐπλήθυνε
τὸ ποίμνιον τοῦ Χριστοῦ, τῶν λογικῶν προβάτων,
ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
Ἦχος
ὁ αὐτὸς
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν
ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ
Ἁγίου Πνεύματος καὶ παρ' αὐτοῦ λαβὼν
τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς
ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων· νῦν
δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος,
φώτισον καὶ ἡμῶν τὰς διανοίας, Σάββα
Πατὴρ ἡμῶν.
Δόξα...
Ἦχος ὁ αὐτός. Θεοφάνους.
Τῶν ὑπὲρ νοῦν ἀγαθῶν
δεξάμενος ἔρωτα, πάντα τὰ ἐν τῷ κόσμῳ
τερπνὰ ὑπερεῖδες θεόληπτε· ἐντεῦθεν γὰρ
τῷ καρπῷ οὐχ ἑάλως, καθάπερ Ἀδὰμ·
τὸν ὄφιν δὲ ἐναποκρουσάμενος δι' ἐγκρατείας,
ἀγγελικῶς τὸν βίον διήνυσας, καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ,
ἐπαπολαύων τοῦ ξύλου τῆς ζωῆς, Θεὸν ἱλεούμενος
ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων,
ἡγιασμένε Σάββα τὴν μνήμην σου.
Καὶ
νῦν... Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ
ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με
ὑπὸ τὴν σκέπην σου.
Εἰς τὸν Στίχ.
Στιχηρὰ Προσόμοια.
Ἦχος
πλ. α' Αὐτόμελον
Χαίροις ἀσκητικῶν ἀληθῶς, ἀγωνισμάτων
τὸ εὐῶδες κειμήλιον· σταυρὸν γὰρ ἐπ'
ὤμων ἄρας, καὶ τῷ Δεσπότῃ Χριστῷ,
σεαυτὸν Παμμάκαρ ἀναθέμενος, σαρκὸς κατεπάτησας,
τὸ χαμαίζηλον φρόνημα, ταῖς ἀρεταῖς δέ,
τὴν ψυχὴν κατελάμπρυνας, καὶ πρὸς ἔνθεον, ἀνεπτέρωσας
ἔρωτα. Ὅθεν τὴν παναγίαν σου, κυκλοῦντες πανεύφημε,
λάρνακα Σάββα τῆς θείας, φιλανθρωπίας αἰτούμεθα,
τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ
δωρηθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Ἄνθραξ θεοφεγγὴς τῷ πυρί,
προσομιλήσας θεοφόρε τοῦ Πνεύματος, ἐδείχθης
ἐν κόσμῳ Σάββα, καταλαμπρύνων ψυχάς, τῶν
πιστῶς θεόφρον προσιόντων σοι, πρὸς φῶς ὁδηγῶν
αὐτούς, τὸ ἀνέσπερον Ὅσιε, ἐρημικοὺς
δέ, δροσιζόμενος ἄνωθεν, θείᾳ χάριτι κατεμάρανας
ἄνθρακας. Ὅθεν καὶ τὸν τῆς νίκης σοι, προδήλως
δεδώρηται στέφανον Πάτερ τῆς θείας, δικαιοσύνης
ὁ πρύτανις, Χριστός, ὃν δυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Κλῖμαξ οὐρανομήκης σαφῶς, ἡ
πολιτεία σου θεόφρον γεγένηται, δι' ἧσπερ πρὸς ὕψος
ἤρθης, καὶ τῷ Δεσπότῃ Χριστῷ, ὁμιλεῖν
παμμάκαρ κατηξίωσαι, τὸν νοῦν ἐλλαμπόμενος,
ταῖς ἐκεῖθεν ἐλλάμψεσι, μαρμαρυγαῖς δέ,
ταῖς αὐτοῦ φωτιζόμενος, τὴν ἰσάγγελον,
ἐκομίσω φαιδρότητα· ᾧ καὶ νῦν παριστάμενος, ἱκέτευε Ὅσιε,
τοὺς ἐκτελοῦντας τὴν θείαν, καὶ πανσεβάσμιον
μνήμην σου, σὺν σοὶ παραστῆναι, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ
μέγα ἔλεος.
Δόξα,..
Ἦχος πλ. δ'
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν
Καθηγητὴν σε τιμῶμεν, Σάββα Πατὴρ ἡμῶν·
διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν,
πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ
δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν,
Ἀγγέλων συνόμιλε, Δικαίων ὁμόσκηνε, καὶ
Ὁσίων, μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν... Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν
ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ
Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμόν τῶν
πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ταῖς τῶν δακρύων σου ῥοαῖς,
τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ
τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν
τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ,
τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Σάββα
Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς
ἠιμῶν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ
Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ,
ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν
δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας
τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον,
δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν
ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν,
λαὸν ἀπεγνωσμένον.
Καὶ
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν α'
Στιχολογίαν
Kάθισμα Ἦχος α'
Τὸν
τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τὸν βίον εὐσεβῶς, ἐπὶ
τῆς γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ
τοῦ Πνεύματος ὤφθης, φωτίζων τοὺς ἐν πίστει
σοι, προσιόντας Μακάριε· ὅθεν αἴτησαι, τὸν σόν
Δεσπότην φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν
ἀνυμνούντων σε Σάββα, θεόφρον Πατὴρ ἡμῶν.
Θεοτοκίον
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες,
παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν,
οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα·
σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ
κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην
Πανάμωμον.
Μετὰ τὴν β'
Στιχολογίαν
Κάθισμα
Τὴν
Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν Σταυρὸν τοῦ Κυρίου ἄρας
Σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν,
τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ
θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις, τὰ πάθη
ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας, σαυτὸν
τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων, ἀμοιβὴν
ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν
τὰ πνεύματα, θεοφόρε μακάριε. Πρέσβευε Χριστῷ
τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ
γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν
τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις
ἔσχες, τὸν πάντας συνέχοντα, τὸν τροφοδότην
πάντων, καὶ Πλάστην τῆς κτίσεως· ὅθεν
δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων
μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ
Κτίστου μου. Δέσποινα Παρθένε Ἁγνή, τὴν σὴν
βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι,
ὅσα θέλεις Πανάμωμε.
Μετὰ δὲ τὸ
Πολυέλεον
Κάθισμα Ἦχος δ'
Τὴν
Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὰ ἐπίγεια πάντα καταλιπών,
καὶ ἐν κόσμῳ ὑπάρχων σωματικῶς, τῷ
πνεύματι γέγονας, τῶν Ἀγγέλων συμμέτοχος·
τὰ γὰρ παρόντα πάθη νεκρώσας τοῦ σώματος,
τῆς Τριάδος ἐδείχθης θεράπων Μακάριε. Ὅθεν
καὶ νοσούντων, θεραπεύεις τὰ πάθη, καὶ λόγῳ
τὰ πνεύματα, ἀπελαύνεις τῇ χάριτι, θεοφόρε
Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Τὴν οὐράνιον Πύλην καὶ
Κιβωτόν, τὸ πανάγιον Ὄρος, τὴν φωταυγῆ, Νεφέλην
ὑμνήσωμεν, τὴν οὐράνιον Κλίμακα, τὸν
λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν,
τῆς οἰκουμένης πάσης, τὸ μέγα Κειμήλιον·
ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τοῦ κόσμου
καὶ ἄφεσις, τῶν πολλῶν ἐγκλημάτων· διὰ
τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ
καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς προσκυνοῦσιν ἐν
πίστει, τὸν ἄχραντον τόκον σου.
Οἱ Ἀναβαθμοί,
τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Ἀντίφωνον
Α'
·
·
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ'
αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
·
·
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε
ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ
ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται,
τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν
τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος.
Στίχ. Τὶ ἀνταποδώσωμεν
τῷ Κυρίῳ.
Τό, Πᾶσα πνοή.
Εὔαγγέλιον Ὁσιακόν, καὶ ὁ Ν'.
Δόξα... Ταῖς
τοῦ σοῦ Ὁσίου...
Καὶ
νῦν... Ταῖς τῆς Θεοτόκου...
Εἶτα
το, ἰδιόμελον Ἦχος πλ.
β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν
κατορθωμάτων σου, δι' ὧν ἐν
τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων
σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων
ἔφθασας τὰ τάγματα, ὧν
τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν
ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι
ταῖς ψυχαῖς ἡμῶν.
Ὁ Κανὼν τῆς
Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Τον Πανάριστον
ἐν Ἀσκηταῖς Σάβαν ἔξοχα μέλπω. Θεοφάνους
ᾨδὴ
α' Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε,
τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως
πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ
φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ
Θεῷ ἀναμέλποντα».
Τῇ φωταυγείᾳ τοῦ Ἁγίου
Πνεύματος, Σάββα καταύγασον, τοὺς εὐσεβεῖς
πόθῳ, ὕμνοις εὐφημοῦντάς σε, τῶν Ἀσκητῶν
τὸ καύχημα, Μοναζόντων τὸ κλέος, τὸν τῆς
ἐρήμου κοσμήτορα, τὸν τῆς παρθενίας Διδάσκαλον.
Ὅλον τὸν πόθον πρὸς Θεὸν ἀνέτεινας,
ἀπὸ νεότητος, καὶ πρὸς αὐτὸν ἔχων,
πᾶσάν σου τὴν ἔφεσιν, τὰ τῆς σαρκὸς
κινήματα, καὶ παθῶν τὰς ἐφόδους, δι' ἐγκρατείας
ἐνέκρωσας, Σάββα θεοφόρε πανεύφημε.
Νενικηκὼς τὸν τῷ καρπῷ κρυπτόμενον,
ὄφιν ἐπάτησας, καὶ τοὺς αὐτοῦ βρόχους,
κούφως ὑπερβέβηκας, θεοσεβείας πτέρυξιν, ἀνιπτάμενος
Πάτερ· ζωὴν δὲ χαίρων ἐτρύγησας, ἀπὸ
τοῦ φυτοῦ τοῦ τῆς γνώσεως.
Περιλαμπόμενος φωτὶ τῆς χάριτος,
τὸ πῦρ εἰσέδραμες, ὥσπερ οἱ τρεῖς παῖδες,
μείνας ἀκατάφλεκτος, σὲ τοῦ Θεοῦ φυλάξαντος,
καὶ μηνύσαντος πᾶσι, τὴν ἐσομένην σοι ὕστερον,
Πάτερ προκοπὴν καὶ λαμπρότητα.
Θεοτοκίον
Ἀκατασχέτοις καθ' ἡμῶν ὁ θάνατος,
ὁρμαῖς ἐκέχρητο· ἀλλὰ τῷ σῷ
τόκῳ προσεγγίσας ὤλετο, καὶ προσβαλὼν κατήργηται,
Θεοτόκε Παρθένε· ζωὴν γὰρ ὄντως ἀΐδιον,
σεσωματωμένην γεγέννηκας.
ᾨδὴ
γ' ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς
οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας,
ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν
σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος
μόνε Φιλάνθρωπε».
Νοῦν ἡγεμόνα τῶν παθῶν, Πανόλβιε
καταστήσας, βραβευτὴς δικαιοσύνης ἐδείχθης·
τῷ γὰρ κρείττονι σαφῶς, τὸ χεῖρον καθυπέταξας·
ὅθεν ὡς φοίνιξ Πάτερ, ἐν τοῖς ἐρήμοις
ἐξήνθησας.
Ἀκολουθῆσαι διαγνούς, τοῖς ἴχνεσι
τοῦ Δεσπότου, μετανάστης τῆς πατρίδος ἐγένου,
καὶ τὴν ἔρημον οἰκῶν, τὸ τρόπαιον ἀνέστησας,
κατὰ τῶν ἀντιπάλων, θείᾳ δυνάμει ῥωννύμενος.
Ῥωμαλεότητι φρενῶν, Παμμάκαρ ὠχυρωμένος,
τὰς ποικίλας τοῦ ἐχθροῦ μεθοδείας, ἐθριάμβευσας
σοφέ, καὶ πᾶσιν ἐφανέρωσας, καὶ τὴν ὀφρὺν
ἐκείνου τὴν ἐπηρμένην κατέβαλες.
Ἱλαρωτάτῃ σε ψυχῇ, καὶ
προσηνεῖ διαθέσει, ἀρεταῖς κατακοσμούμενον βλέπων,
ὁ λαμπρότατος φωστήρ, Εὐθύμιος ἐδέξατο,
φωτιστικῶς θεσπίζων, τὴν σὴν Παμμάκαρ φαιδρότητα.
Θεοτοκίον
Σωτηριώδους δι' ἡμᾶς, τοῦ Λόγου
οἰκονομίας, φωτεινὴ σὺ Μητροπάρθενε πύλη, ἐγνωρίσθης
ἀληθῶς· σὺ γὰρ ἡμῖν εἰσήγαγες,
τὴν νοητὴν ἀκτῖνα, τῆς ὑπερθέου Θεότητος.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν
Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τοὺς θορύβους τοῦ βίου καταλιπών,
τὸν σταυρόν σου ἐπ' ὤμων ἀναλαβών, ὅλον
ἀνατέθεικας, σεαυτὸν τῷ Κυρίῳ σου, καὶ
σαρκὸς δὲ ἔξω, καὶ κόσμου γενόμενος, τοῦ
Ἁγίου ἐγένου, συνόμιλος Πνεύματος· ὅθεν
καὶ πρὸς ζῆλον, τοὺς λαοὺς διεγείρων, τὰς
πόλεις ἐκένωσας, καὶ ἐρήμους ἐπόλισας,
θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
ἁγίαν μνήμην σου.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν,
ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις
καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ
ἔχω τὶ πράξω, ἢ ποῦ καταφεύξομαι, ἀλλ'
οὐδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι.
Φεῦ μοι ὁ ἀχρεῖος! διὰ τοῦτο ἱκέτης,
πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν
σοι τό, Ἥμαρτον. Πρέσβευε τῷ σῷ Υἱῷ
καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί
μοι· εἰς σὲ γὰρ πάσας Παρθένε, τὰς ἐλπίδας
ἀνέθηκα.
ᾨδὴ
δ' ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχὺς Κύριε, σύ μου
καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα,
ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν
ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ
σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω,
τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».
Τὴν τῆς ψυχῆς, ἀνακαθαίρων
κατάστασιν, καὶ πλατύνων, θείοις θεωρήμασι,
χωρητικήν, ταύτην ἀληθῶς, θείων χαρισμάτων,
εἰργάσω θεομακάριστε, ἁφῇ δὲ τῶν χειρῶν
σου, ἀσθενοῦντας ἰάσω, μιμητὴς τοῦ Δεσπότου
γενόμενος.
Ὁ κατὰ σοῦ, Πάτερ δεινῶς
θρασυνόμενος, κατεπόθη, ὡς Δαθὰν ὁ δείλαιος,
ὡς Ἀβειρὼν ἐξαφανισθείς· σὲ γὰρ ἀοράτως,
ἡ θεία χάρις ἐφύλαττε, πολλῶν προνοουμένη
διὰ σοῦ σωζομένων, καὶ τοῖς σοῖς ἑπομένων
διδάγμασι.
Νόμῳ Θεοῦ, παιδαγωγήσας θεσπέσιε,
τὰς αἰσθήσεις, πρὸς τὴν κατανόησιν, τῶν
ἀσωμάτων καὶ νοητῶν, σοῦ ἐπιτηδείαν,
κατέστησας τὴν διάνοιαν, προβαίνων ἀνενδότως,
ἀπὸ δόξης εἰς δόξαν, ἐκ δυνάμεως Πάτερ
εἰς δύναμιν.
Εὐεργετεῖν, τοὺς ὁμοφύλους
προθέμενος, ἐν ἐρήμῳ, πόλεις ᾠκοδόμησας,
θεοπρεπεῖς καὶ ψυχωφελεῖς καὶ ἐν γῇ διψώσῃ,
πηγὰς ὑδάτων ἐξήγαγες, καὶ ὄμβρους οὐρανόθεν,
παραδόξως θεόφρον, ἐν ἀνύδροις χωρίοις κατήγαγες.
Θεοτοκίον
Νεοθαλής, ἀθανασίας Παράδεισος,
καὶ ὡραῖος, ὄντως ἀναδέδειξαι, ξύλον
ζωῆς, ἐν σοὶ φυτευθέν, θεαρχικωτάτως, κυοφοροῦσα
καὶ τίκτουσα, τὸ πᾶσιν ἀποστάζον, ζωηφόρους
ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον φρονοῦσί
σε.
ᾨδὴ
ε' ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ
τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ
ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν
δείλαιον; ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς
τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς
μου κατεύθυνον δέομαι».
Ἀκλινεῖ διανοίᾳ, πρὸς τὸν
σὸν ποθούμενον ἀνατεινόμενος, παρ' αὐτοῦ τὴν
χάριν, τῶν μεγίστων θαυμάτων τὴν ἄφθονον, ἐκομίσω
Πάτερ, καὶ τοὺς πιστῶς προσερχομένους, συμπαθῶς
ἐθεράπευσας Ὅσιε.
Σαρκικῶν βαρημάτων, ὄγκον ἀποθέμενος,
σκεῦος θεότευκτον, ἐκλογῆς ἐγένου, τοῦ
ἁγίου θεσπέσιε Πνεύματος, ἀποχῇ βρωμάτων,
καὶ προσευχῇ καὶ καρτερίᾳ, καὶ ταπεινοφροσύνῃ
κοσμούμενος.
Κήρυξ θείων δογμάτων, μεγαλοφωνότατος
κεχειροτόνησαι, τῶν Συνόδων Πάτερ, τῶν Ἁγίων
συνήγορος γέγονας, Βασιλεῖς σοφίζων, οἷς ἐμφανῶς
χάριτι θείᾳ, τειχιζόμενος ὤφθης μακάριε.
Ἡ θεόθεν δοθεῖσα, χάρις σοι Θεόπνευστε
διαβεβόηται, διεδόθη πᾶσιν, εἰς τὰ τῆς οἰκουμένης
ἀκρότατα, ἐναργεῖς ποιοῦσα, θεοπρεπῶς τὰς
ἀποδείξεις, τῶν θαυμάτων τὴν θείαν ἐνεργειαν.
Θεοτοκίον
Τῶν πιστῶν ἡ προστάτις, τεῖχος
ἀκατάλυτον, τῶν εὐφημούντων σε, ἡ παντὶ
τῷ γένει, τῶν ἀνθρώπων
φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς
ἐπιφανέντα, τήν ψυχήν μου διάσωσον Πάναγνε.
ᾨδὴ
ς' ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ
γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν
κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ
ἐβόησα, καὶ ἐπάκουσόν μου, Ὁ Θεὸς
τῆς σωτηρίας μου».
Ἀγάπην πρὸς τὸν Θεόν, καὶ
τὸν πλησίον κτησάμενος, τοῦ Νόμου καὶ
Προφητῶν, πληροῖς τὸ κεφάλαιον· τὴν γὰρ
ὑπερέχουσαν, πασῶν ἀσυγκρίτως, ἀρετὴν
Πάτερ κατώρθωσας.
Ἰσάγγελον ἐπὶ γῆς, σὺ
πολιτείαν διήνυσας, ἰσάγγελον δὲ τιμήν,
Χριστὸς σοι δεδώρηται, Ἁγίων τὰ τάγματα,
συνοδοιποροῦντα, τῇ ψυχῇ σου παρασχόμενος.
Σοφίας γόνος ὀφθείς, ἀρχὴν
σοφίας ἐπόθησας, τὸν φόβον τὸν τοῦ
Θεοῦ, ᾧ καὶ στοιχειούμενος, πρὸς τὴν τελειότητα,
τὴν ἐνδεχομένην, τοῖς ἀνθρώποις Πάτερ
ἔφθασας.
Θεοτοκίον
Σωτῆρα καὶ Λυτρωτήν, Θεὸν τῶν
ὅλων καὶ Κύριον, τεκοῦσα διὰ σαρκός, ἡμῖν
ὁμιλήσαντα, διάσωσον Πάναγνε, τοὺς προσκαλουμένους,
ἐκ κινδύνων σε τὴν Δέσποιναν.
Κοντάκιον Ἦχος πλ. δ'
Τῇ
ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀπὸ βρέφους τῷ Θεῷ
θυσία ἄμωμος, προσενεχθεὶς δι' ἀρετῆς, Σάββα
μακάριε, τῷ σὲ πρὶν
γεννηθῆναι ἐπισταμένῳ, ἐχρημάτισας Ὁσίων
ἐγκαλλώπισμα, πολιστὴς τε τῆς ἐρήμου ἀξιέπαινος,
διὸ κράζω σοι· Χαίροις Πάτερ ἀοίδιμε.
Ὁ
Οἶκος
Σοφίας ὑπάρχων βλάστημα, Σάββα
Ὅσιε, παιδιόθεν ἐπόθησας Σοφίαν τὴν ἐνυπόστατον·
ἣ συνοικήσασά σοι, ἀπὸ γῆς σε ἐχώρισε,
καὶ πρὸς ὕψος ἀνήγαγεν, ἐξ ἀΰλων
ἀνθέων πλέξασα στέφανον, καὶ τῇ σῇ ἐπιθεῖσα
ἡγιασμένῃ κάρᾳ θεόφρον· ᾧπερ
κεκοσμημένος, ἐξιλέωσαι τὸ Θεῖον, τοῦ δοθῆναί
μοι σοφίαν λόγου ἐπαξίως, ὅπως ἀνυμνήσω
τὴν ἁγίαν σου κοίμησιν, ἣν ἐδόξασε
Χριστὸς ὁ Θεὸς ἡμῶν· διὸ καὶ ἡμεῖς
κράζομέν σοι· Χαίροις Πάτερ ἀοίδιμε.
Συναξάριον
Τῇ Ε' τοῦ αὐτοῦ
μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Σάββα τοῦ Ἡγιασμένου.
Στίχοι
·
·
Ψυχὴν ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάλαι,
·
·
Ἔμπροσθεν αὐτοῦ νῦν παρίσταται Σάββας.
·
·
Θεσπεσίοιο πόλου πέμπτῃ Σάββας ἐντὸς
ἐσήχθη.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀναστασίου.
Στίχοι
·
·
Ἀναστάσιον τιμῶ ὡς σεβόμενον,
·
·
Τὴν ἀνάστασιν τοῦ Χριστοῦ καὶ Θεοῦ
μου.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Μάρτυς Διογένης, λιθοβοληθείς, τελειοῦται.
Στίχοι
·
·
Χαίρων ὑπ' ἀνδρῶν ἐνδιδύσκεται πλάνων,
·
·
Χιτῶνα Μάρτυς λάϊνον Διογένης.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Μάρτυς, Ἀβέρκιος ξίφει τελειοῦται.
Στίχοι
·
·
Ἔπαθλον Ἀβέρκιε σοὶ τομῆς μέγα.
·
·
Οὐ γὰρ κότινος, οὐρανὸς δὲ τὸ στέφος.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ὅσιος Nόννος ἐν
εἰρήνῃ τελειοῦται.
Στίχοι
·
·
Φυγόντα Nόννον ἀντικειμένου
πέδην,
·
·
Πεδοῦσι νεκρὸν κείμενον ταῖς κειρίαις.
Μνήμη τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Νεκταρίου τοῦ ἐν τῷ κελλίῳ
τοῦ Ἰάγαρι, κειμένῳ κατὰ τὰς Καρεὰς
τοῦ Ἄθω, ἀσκήσαντος ἐν ἔτει 1470.
Ὁ Ὅσιος Φιλόθεος ὁ
Καρεώτης, ὁ χρηματίσας πνευματικὸς Πατὴρ τοῦ
ἀνωτέρω Νεκταρίου, ὁ καὶ προορατικοῦ χαρίσματος
ἠξιωμένος, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ Ἅγιοι Ὅσιοι Μάρτυρες,
οἱ ἐν τοῖς κελλίοις τοῦ Ἄθω κατοικοῦντες,
οἱ τοὺς Λατινόφρονας ἐλέγξαντες, τὸν Βασιλέα,
φημί, Μιχαὴλ καὶ τὸν Πατριάρχην Βέκκον, ὁ
μὲν πρῶτος ἀγχόνῃ, οἱ δὲ λοιποὶ
ξίφει τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ' ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη
ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ Παῖδες,
ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς
ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Ἀπέθου τὰ πρόσκαιρα, τῶν αἰωνίων
διαμειβόμενος· σὺν Ἀγγέλοις χορεύεις, ὡς
τῶν Ἀγγέλων πολιτευσάμενος, τὴν πολιτείαν,
μεθ' ὧν καὶ συνέψαλλες·
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Βοᾷ χαριστήρια, ἡ σὴ μεγίστη
Λαύρα καὶ πάντιμος, οἰκιστὴν σε καὶ κτίστην,
καὶ πολιοῦχον προβαλλομένη Σοφέ, καὶ καυχωμένη
κραυγάζει πρὸς Kύριον· Εὐλογητός ὁ Θεός,
ὁ τῶν Πατέρων ἡμῶν.
Ἀπαύστως ἱκέτευε, Σάββα θεόφρον
ὑπὲρ τῆς ποίμνης σου, ἐκτενῶς τε δυσώπει,
τοὺς σοὺς καμάτους διαιωνίζειν ἀεί, καρποφοροῦντας,
τοὺς πόθῳ κραυγάζοντας· Εὐλογητός ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νυμφῶνα πανάχραντον, τῆς ὑπὲρ
λόγον Λόγου σαρκώσεως, καὶ Παστάδα καὶ Θρόνον,
ὀρθὰ φρονοῦντες σὲ ὀνομάζομεν, καὶ
γεγηθότες, τῷ τόκῳ σου ψάλλομεν· Εὐλογητός
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ
η' ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων
ὁ τύραννος, τοῖς
θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει
δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν
Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες
εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας».
Ἐν εὐφροσύνῃ Ὅσιε, τῶν
Ἁγίων τὰ τάγματα, τῆς καθαρωτάτης, σοῦ
ψυχῆς προτρέχουσιν, εἰς τόπον ἀνέσεως, εἰς
φωτεινὰ σκηνώματα, ἔνθα τῶν Ἁγίων, οἱ
χοροὶ ποδηγοῦντες· μεθ' ὧν νῦν ἀναμέλπεις· Ἱερεῖς
εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Ξένα τὰ σὰ θαυμάσια· τοὺς
γὰρ θῆρας ἡμέρωσας, προκατηρεμίσας, τῶν παθῶν
τὰ κύματα, προλέγεις τὰ μέλλοντα, προφητικῷ χαρίσματι, στίφη τῶν δαιμόνων,
φυγαδεύων ἐλαύνεις, εὐτόνοις ἀγρυπνίαις,
προσευχαῖς καὶ νηστείαις, Σταυροῦ τε τῇ ἀμάχῳ,
δυνάμει θεοφόρε.
Ὁ Μωϋσῇ τὸ πρότερον, ἀπὸ
στύλου φθεγγόμενος, στῦλον ἀπὸ γῆς, εἰς
οὐρανοὺς ὁλόφωτον, ἐκτείνας σοι ἔδειξεν,
ἔνθα καὶ νῦν κατάκειται, τὸ καρτερικόν σου,
καὶ πολύαθλον σῶμα· ᾧ πίστει παρεστῶτες,
εὐσεβῶς μελῳδοῦμεν· Λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Χαρμονικῶς ἡ μνήμη σου, ἐκτελεῖται
Πανεύφημε· τὴν χαροποιὸν γὰρ ἀρετὴν ἐνδέδυσαι,
τὸ ὄντως ἱμάτιον, τοῦ σωτηρίου καὶ
καθαρόν, καὶ φωτοειδῆ τῆς εὐφροσύνης χιτῶνα·
ᾧ νῦν ὡραϊσμένως,
μελῳδεῖς ἀνενδότως· Λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἀπειρογάμως τέτοκας, καὶ Παρθένος
διέμεινας, καὶ τῷ ξένῳ τόκῳ σου, συνῆψας
ἅπαντα, τὸν χρόνιον πόλεμον, καὶ τὴν μακρὰν
διάστασιν λύσασα, Χριστὸν τὸν τῆς εἰρήνης
δοτῆρα, βαστάζοντα ἐν κόλποις· ὃν πιστῶς
εὐλογοῦντες, σὲ πόθῳ ἀνυμνοῦμεν, τὴν
μόνην Θεοτόκον.
ᾨδὴ
θ' ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ
οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,
ὅτι Θεός, ὤφθη τοῖς
ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ
σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν·
διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων,
ταξιαρχίαι μεγαλύνουσιν».
Μυρίζει σου ἡ θήκη πνευματικήν, εὐωδίαν
πλουσίως εὐφραίνουσα, τοὺς σοὺς υἱούς,
σὲ περιεστώτας εἰλικρινῶς, ἐνθυμουμένους Ὅσιε,
τὴν Ἀγγελικήν σου διαγωγήν, καὶ τὴν σοὶ
δεδομένην, λαμπρότητα καὶ δόξαν, καὶ τὴν ἀΐδιον
τερπνότητα.
Ἐρράγη ἐν ἐρήμῳ ὕδωρ
καὶ γῆ, ἡ διψῶσα εἰς ἕλη ἐγένετο,
ταῖς προσευχαῖς, μετασκευασθεῖσα Πάτερ ταῖς σαῖς·
ἀσκητικαὶ γὰρ φάλαγγες, ταύτην κατοικοῦσι
ποταμηδόν, ἡ χώρα Ἰορδάνου, ἐξήνθησεν
ὡς κρίνον, ἀρδευομένη τοῖς σοῖς δάκρυσι.
Λαμπρότης τῶν Ἁγίων ἐν οὐρανοῖς,
ὡς δικαίῳ σοι Πάτερ ἀνέτειλε· τὸν
γὰρ Χριστόν, τὴν δικαιοσύνην τὴν ἀληθῆ,
περιφανῶς ἠγάπησας, οὗ τὴν πολιτείαν ἰχνηλατῶν,
τὴν τούτου ζωηφόρον, Παμμάκαρ ἐμιμήσω, ὡς
δυνατὸν σοι ἁγιότητα.
Πλουσίως Θεοφόρε λάμπων φωτί, καὶ
χορείας Ἀγγέλων θεώμενος, φωτοειδεῖς, περιπολευούσας
τὸ τρισσὸν φῶς, καὶ δεχομένας χάριτι, τὰς
τῆς θεοπτίας ἐπιβολάς, μὴ παύσῃ ἱκετεύων,
ἀφέσεως πταισμάτων, ἀξιωθῆναι τοὺς ὑμνοῦντάς
σε.
Θεοτοκίον
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ,
ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν,
Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ
Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς
ἀγαθός, ὅν νῦν
καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ
καὶ τὸ σῶμα περιβέβληται.
Ἐξαποστειλάριον
Ἐν
Πνεύματι τῷ Ἱερῷ
ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἔρημον ἐπόλισας, τρόποις
ἐν φιλοσόφοις, Πατέρων τὸ ἀγλάϊσμα, Σάββα
Πάτερ θεόφρον, καὶ ταύτην ἀπετέλεσας, νοητὸν
Παράδεισον, κομῶσαν ἄνθεσι θείοις, μονοτρόπων τῷ
πλήθει, τῶν ἀξίως τελούντων, τὴν σὴν
σεβάσμιον μνήμην.
Ἕτερον,
Φῶς ἀναλλοίωτoν Λόγε ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἔρημος εὐφραινέσθω, καὶ ἐξανθείτω
ὡς κρίνον, ὅτι ἐπλήθυνας ταύτης, τὰ τέκνα
Σάββα θεόφρον, ἡ χώρα τοῦ Ἰορδάνου, ἀγαλλιάσθω
νῦν χαρμοσύνως, ἐπὶ
τῇ θείᾳ σου μνήμῃ.
Θεοτοκίον
Χρυσοπλοκώτατε Πύργε, καὶ δωδεκάτειχε
Πόλις, ἡλιοστάλακτε θρόνε, Καθέδρα τοῦ
Βασιλέως, ἀκατανόητον θαῦμα ! πῶς γαλουχεῖς
τὸν Δεσπότην.
Εἰς τοὺς Αἴνους
ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια.
Ἦχος
α' Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὑπερόπτης τῶν κάτω, καὶ
παρεπίδημος, ὁ ἐραστὴς τῶν ἄνω, καὶ ἐρημοπολίτης,
Σάββας ὁ θεόφρων, πάντας ἡμᾶς, ἑορτάσαι
προτρέπεται, τῆς πρὸς Θεὸν ἐκδημίας αὐτοῦ
πιστῶς, τὴν ἡμέραν τὴν σεβάσμιον. (Δίς)
Ἔξω σαρκὸς καὶ τοῦ κόσμου,
ταῖς ἀρεταῖς γεγονώς, καὶ δι' αὐτῶν
δοξάσας, ἐπὶ γῆς διὰ βίου, τὸν Κύριον
τῆς δόξης, Πάτερ σοφέ, κατ' ἀξίαν δεδόξασαι,
καὶ ἰαμάτων ἐδείχθης θεία πηγή, παρ'
αὐτοῦ Σάββα θεόληπτε.
Μέτριος ἄκακος πρᾶος, ἁπλοῦς,
ἡσύχιος, ὡς χρηματίσας Πάτερ, ὑπὲρ ἄνθρωπον
ὄντως, καὶ ἄϋλος ἐν ὕλῃ, οἶκος Θεοῦ,
καθωράθης πανάξιος, τὰς ἐξ αὐτοῦ προϊούσας
σοι δωρεάς, συμπαθῶς διαπορθμεύων ἡμῖν.
Δόξα...
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, ὁ φθόγγος τῶν
κατορθωμάτων σου, δι' ὧν ἐν
τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων
σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων
ἔφθασας τὰ τάγματα, ὧν
τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν
ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι
ταῖς ψυχαῖς ὑμῶν.
Καὶ
νῦν... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ
ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς
ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα,
μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία μεγάλη,
καὶ Ἀπόλυσις.
Εἰς τὴν
Λειτουργίαν, τὰ Τυπικά, καὶ ἀπὸ τοῦ
Κανόνος ᾨδὴ γ' καὶ ς'.