Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΑΥΓΟΥΣΤΟΥ

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνδρέου τοῦ Στρατηλάτου καὶ τῶν σὺν αὐτῷ δισχιλίων πεντακοσίων ἐνενήκοντα τριῶν.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.

 

Στιχηρὰ τῆς Ἑορτῆς

 

Ἦχος πλ. β'

Τριήμερος ἀνέστης Χριστὲ  ΤΟ ΑΚΟΥΤΕ

Ῥημάτων τοῦ σεπτοῦ Γαβριήλ, τὸ Χαῖρέ σοι βοῶμεν ἁγνὴ μεμνημένοι· ἀλλ' ὦ ἄχραντε σεμνή, καὶ Μήτηρ τοῦ Κυρίου, πρὸς τοῦτον μεταστᾶσα, μνείαν ποιοῦ τῶν ἀνυμνούντων σε.

 

Ἡ ἄπειρος Σοφία Θεοῦ, τὸν οἶκον ἑαυτῆς ὑπὲρ νοῦν, Θεοτόκε, ᾠκοδόμησεν ἐκ σοῦ, ἐν Πνεύματι Ἁγίῳ, καὶ νῦν σε πρὸς ἀΰλους, σκηνὰς μετέθηκε πανύμνητε.

 

Ἱκέτης νῦν προσέρχομαι, σοὶ τῇ Μητρὶ τοῦ πάντων Θεοῦ, λυτρωθῆναι, ἐκ παντοίων πειρασμῶν· ἀλλ' ὦ Θεογεννῆτορ, συνοῦσα τῷ Υἱῷ σου, Χριστιανῶν τὸ γένος φύλαττε.

 

Τοῦ Ἁγίου

 

Ἦχος α'

Πανεύφημοι μάρτυρες  ΤΟ ΑΚΟΥΤΕ

Ἀνδρείας ὑπόδειγμα δειχθείς, δῆμον παρεθάρρυνας, καθυπεισδῦναι τὸ στάδιον, τὸ τῆς ἀθλήσεως, οἷα στρατηγέτης, τούτου προηγούμενος, Ἀνδρέα ἀθλοφόρε πανόλβιε, πιστοῖς δὲ πάντοτε, ἰαμάτων βρύεις νάματα, οὐρανόθεν χάριν κομισάμενος.

 

Ἀνδρείας ἐπώνυμος δειχθείς, ἀνδρικῶς ἠρίστευσας, τῷ δυσμενεῖ συμπλεκόμενος, καὶ τοῦτον ὤλεσας, Φαραὼ ὡς ἄλλον, ῥείθροις τῶν αἱμάτων σου, βυθίσας πανστρατὶ ἀξιάγαστε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς  ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Ὅπλον ἀπροσμάχητον Σταυρόν, μάκαρ ἐνδυσάμενος, ὡς θυρεόν τε καὶ θώρακα, πίστιν ἐνδέδυσαι καὶ τοῖς  ἐναντίοις, ὤφθης φοβερώτατος, τροπούμενος τὰ τούτων στρατεύματα· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς  ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος δ'

Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ ἀδελφόθεος, καὶ πρῶτος Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις, ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι, καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν τὸν οὐρανοῦ καὶ τῆς γῆς Ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς, τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

 

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθ ΤΟ ΑΚΟΥΤΕ

Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· ἰδοὺ γάρ, ἡ τοῦ Ὑψίστου Μήτηρ, ἡ πάναγνος Παρθένος, θανοῦσα παραγίνεται.

 

Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

 

Ἤθροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ σῶμα, τὸ θεῖον καὶ ἀκήρατον.

 

Στίχ.  Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.

 

Πόλις νέα Σιών, χαῖρε, ὁ Βασιλεύς σου, ἐλήλυθεν ἐν δόξῃ, μορφῆς τοῦ θεανθρώπου, ἀΰλως ἣν ἐμόρφωσεν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'

Δεῦτε φιλεορτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσματι τὴν Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐν πᾶσι μὴ χωρούμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σὺν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι, συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.

 

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

 

Κάθισμα  Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ  ΤΟ ΑΚΟΥΤΕ

Καθορῶσαι ἀληθῶς, αἱ τῶν Ἀγγέλων στρατιαί, τὴν Μετάστασιν τὴν σήν, ἄχραντε Μῆτερ τοῦ Θεοῦ, εὐλογημένη πανύμνητε Παναγία, ἔχοντες βουλὴν τοῦ τεχθέντος ἐκ σοῦ, στῖφος Μαθητῶν συναθροίσασαι, ἐν εὐφροσύνῃ ἔφερον τὸ τίμιον, εἰς τὸν Παράδεισον σῶμά σου, Χριστὸν ὑμνοῦσαι, τὸν ζωοδότην, ὄντα εἰς τοὺς αἰῶνας.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα  ὅμοιον

Ἐν χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν  ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ἀκήρατον μετέστησεν εὐφροσύνην· ὅθεν σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τάς ψυχὰς ἡμῶν.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Εἶτα ὁ πρῶτος Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

 

Ὕμνοις κροτῶ σε, Ἀνδρέα στρατηλάτα. Ἰωσήφ.

 

ᾨδὴ α'  Ἦχος δ'

Θαλάσσης τὸ ἐρυθραον  ΤΟ ΑΚΟΥΤΕ

Ὑμνῆσαι τὴν ἱερὰν πανήγυριν, σοῦ προθεμένου μου, φωτιστικαῖς τοῦ Πνεύματος αὐγαῖς, τὴν ψυχήν μου καταύγασον, καὶ τὴν ἀχλὺν ἀπέλασον, τῆς ἀγνωσίας μάρτυς ἔνδοξε.

 

Μαρτύρων περιφανῶς λαμπρότητα, μάκαρ ἐπλούτησας, ἀνδρειοφρόνως σθένει θεϊκῷ, συμπατήσας τὸν δόλιον, καὶ νικητὴς γενόμενος, μάρτυς Ἀνδρέα μεγαλώνυμε.

 

Νεκρώσας τὰ ἐπὶ γῆς φρονήματα, μάρτυς πολύαθλε, τῷ νεκρωθέντι Λόγῳ διὰ σέ, ἀνδρικῶς ἠκολούθησας, καὶ πρὸς ζωὴν ἀνώλεθρον, διὰ θανάτου μεταβέβηκας.

Θεοτοκίον

Ὁ σάρκα ὑπερβολῇ χρηστότητος, ἐκ σοῦ πανάμωμε, εἰς σωτηρίαν πάντων τῶν πιστῶν, ἀληθῶς ἐνδυσάμενος, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, διπλοῦς ταῖς  φύσεσι γνωρίζεται.

 

ᾨδὴ γ'

Εὐφραίνεται ἐπὶ σοὶ  ΤΟ ΑΚΟΥΤΕ

Ἱστίω τῷ τοῦ Σταυροῦ, τῶν πειρασμῶν διεκπερῶν πέλαγος, τοὺς δυσμενεῖς ἔνδοξε, ῥείθροις σῶν αἱμάτων ἐβύθισας.

 

Σκανδάλων τοῦ πονηροῦ, καὶ τῶν ἐκεῖθεν μηχανῶν ὕπερθεν, ὡς νικητὴς ἄριστος, μάρτυς χρηματίσας δεδόξασαι.

 

Κοσμούμενος εὐπρεπεῖ, στεφάνῳ μάρτυς τῷ Χριστῷ πάντοτε, σὺν ἐκλεκτοῖς  μάρτυσιν, ἐν ἀγαλλιάσει παρίστασαι.

Θεοτοκίον

Ῥυόμενον τοὺς βροτούς, τῆς τυραννίδος τοῦ ἐχθροῦ τέτοκας, τὸν τοῦ παντὸς Κύριον, Δέσποινα Παρθένε Θεόνυμφε.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

 

Κάθισμα  Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ  ΤΟ ΑΚΟΥΤΕ

Ἀνδρείᾳ τὴν ψυχήν, κραταιούμενος μάρτυς, ἠφάνισας ἐχθροῦ, τὸ ἀνίσχυρον θράσος, καὶ χαίρων ἐνήθλησας, καὶ Θεῷ εὐηρέστησας· ὅθεν ἅπαντες, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν ἐν εὐφροσύνῃ καρδίας, Ἀνδρέα πανόλβιε.

Δόξα... Καὶ νῦν...

Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

 

ᾨδὴ δ'

Ἐπαρθέντα σε ἰδοῦσα  ΤΟ ΑΚΟΥΤΕ

Ὀχυρώτατον ὡς τεῖχος ἡ Ἐκκλησία, σὲ κεκτημένη πάνσοφε, ἐχθρῶν ἐναντίαις, προσβολαῖς κραυγάζουσα, ἀκλόνητος σῴζεται· Δόξα τῇ δυνάμει σου Κύριε.

 

Τοῖς  ἐνθέοις ὑποδείγμασιν ὀχυρώσας τὴν τῶν μαρτύρων φάλαγγα, οἷα στρατηγέτης, σώματος ὡς φθείρεσθαι, μακάριε μέλλοντος, φείδεσθαι μηδόλως παρέπεισας.

 

Ὡς ῥομφαίαν ὁπλισάμενος τὴν ἀνδρείαν, καὶ ὥσπερ ξίφος δίστομον, Ἀνδρέα παμμάκαρ, τὸν Σταυρὸν τὸν τίμιον, ἐχθροὺς ἐξηφάνισας, οἷα στρατηγὸς γενναιότατος.

 

Σὲ τὸν πρόμαχον τῆς πίστεως εὐφημοῦμεν, ὡς ἀθλητὴν ἀήττητον, καὶ ἐπουρανίου, μέτοχον λαμπρότητος, καὶ κρήνην πηγάζουσαν, νάματα θαυμάτων τοῖς  χρῄζουσιν.

Θεοτοκίον

Εὐφημοῦμέν σε τὸ καύχημα τῶν μαρτύρων, καὶ τῶν πιστῶν διάσωσμα, πᾶσαι τῶν ἀνθρώπων, γλῶσσαι παναμώμητε· Θεὸν γὰρ ἐκύησας, μείνασα Παρθένος ἀμόλυντος.

 

ᾨδὴ ε'

Σὺ Κύριέ μου φῶς  ΤΟ ΑΚΟΥΤΕ

Ἀνδρείας ἀληθοῦς, χρηματίσας ἐπώνυμος, ἐδίωξας τοὺς ἐχθρούς σου, καὶ εἰς τέλος Ἀνδρέα, παμμάκαρ ἐξηφάνισας.

 

Νάματα τοῖς  πιστοῖς, ἰαμάτων ἑκάστοτε, πανεύφημε ἀναβλύζεις τὴν σωτήριον χάριν, πλουτήσας τὴν τοῦ Πνεύματος,

 

Διέδραμεν εἰς γῆν, ἐπὶ πᾶσαν θεόπνευστε, τὸ κλέος σου τῶν θαυμάτων, καὶ σεπτῆς μαρτυρίας, τὸ φέγγος θείᾳ χάριτι.

Θεοτοκίον

Ῥομφαῖαι τοῦ ἐχθροῦ, νῦν εἰς τέλος ἐξέλιπον, τεκούσης σου Θεοτόκε, τὸν τῇ λόγχῃ τρωθέντα, καὶ κόσμον ἀναπλάσαντα.

 

ᾨδὴ ς'

Θύσω σοι, μετὰ φωνῆς  ΤΟ ΑΚΟΥΤΕ

Ἔθραυσας, τοῦ πονηροῦ τὰ κέντρα τοῖς  πόνοις σου, καὶ πρὸς τὴν ἄπονον δόξαν, μετετέθης χαίρων μάρτυς Ἀνδρέα, στρατηλάτα, μαρτυρικῆς τιμίας τε φάλαγγος.

 

Αἵμασι, βραχυτάτοις ἠλλάξω λαμπρότητα, διαιωνίζουσαν μάκαρ, καὶ χαρὰν μηδέποτε τελευτῶσαν, καὶ στεφάνους, οὐρανίους καὶ φέγγος ἀνέσπερον.

 

Στρατὸς σοι, πολυάριθμος μάρτυς συνήθλησε, καὶ τοῖς  χοροῖς τῶν Ἀγγέλων, ἠριθμήθη μάκαρ σὺν σοὶ ἀξίως, γηθοσύνως, τῷ Δεσπότῃ τῶν ὅλων παρίστασθαι.

Θεοτοκίον

Τέτοκας, ἀπορρήτως Πατρὸς τὸν συνάναρχον, ὁμοιωθέντα ἀνθρώποις, ὑπὲρ νοῦν καὶ λόγον Θεογεννῆτορ, ὃν δυσώπει, λυτρωθῆναι κινδύνων τοὺς δούλους σου.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

 

Συναξάριον

Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Ἀνδρέου τοῦ Στρατηλάτου, καί τῶν σὺν αὐτῷ τελειωθέντων δισχιλίων πεντακοσίων ἐνενήκοντα τριῶν.

Στίχοι

·       Ἔστησε τμηθεὶς αἱμάτων λίμνας ὄχλος,

·       Σοὶ τῷ παραστήσαντι λίμνας ὑδάτων.

·       Ἐννεακαιδεκάτῃ τάμον Ἀνδρέου αὐχένα λαμπρόν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Τιμοθέου, Ἀγαπίου καὶ Θέκλης.

Στίχοι

·       Πυρεῖον ἡ κάμινος, ἐν μέσῳ φέρον,

·       Ἄρωμα Τιμόθεον εὔοσμον μάλα.

·       Ἀγάπιος τὸ δῆγμα τοῦ θηρὸς φέρει,

·       Καὶ ψυχοδήκτης δάκνεται θὴρ τὴν καρδίαν.

·       Ἔμοιγε κλῆσις Θέκλα· πατρὶς Βιζύη.

·       Γάζης τόπος θέατρον, ἆθλον θὴρ δάκνων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Εὐτυχιανοῦ τοῦ στρατιώτου καὶ Στρατηγίου, διὰ πυρὸς τελειωθέντων.

 

Ὁ ὅσιος Θεοφάνης ὁ νέος καὶ θαυματουργός, ὁ ἐν τῷ ὄρει τῆς κατὰ Μακεδονίαν Ναούσης ἀσκήσας, οὗ καὶ τὸ λείψανον ἐν τῇ Ναούσῃ ἤδη ἐστίν, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

·       Εὐτυχιανὸς καίεται, κρίνας μέγα

·       Τὴν καῦσιν εὐτύχημα, μικρὸν τὸ πάθος.

·       Ὁ Στρατήγιος, Χριστὸν ὡς ὅπλον φέρων,

·       Κατεστρατήγει καὶ πυρᾶς διηρμένης.

 

Ταῖς  τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Ἐν τῇ καμίνῳ  ΤΟ ΑΚΟΥΤΕ

Ῥοαῖς αἱμάτων, πηγὴν ἐκβλῦσαι πεποίηκας, πᾶσαν νοσημάτων μάρτυς ὡς ἀληθῶς, ἀλγηδόνα θεραπεύουσαν, τῶν προσιόντων σοι, ἐν ἀδιστάκτῳ πίστει θεόπνευστε.

 

Ἅγιον δῆμον, τῷ παναγίῳ Λόγῳ, μάρτυς σοφέ, ὅλον προσηγάγω αἵματι τὴν ζωήν, τὴν ἀγήρω κληρωσάμενον· μεθ ὧν δυσώπησον, ὑπὲρ ἡμῶν Χριστὸν τὸν Θεὸν ἤμων.

 

Τῷ θείῳ λύθρῳ, τῶν σῶν αἱμάτων χλαῖναν σεαυτῷ, μάρτυς πορφυρώσας, ταύτην τε στολισθείς, τῶν ὅλων βασιλεύοντι, συμβασιλεύεις νῦν, νικητικῷ στεφάνῳ κοσμούμενος.

Θεοτοκίον

Ἡ τοὺς ἀνθρώπους, τῷ ὑπὲρ φύσιν θείῳ τόκῳ σου, Κόρη προφανῶς θεώσασα ὡς Θεόν, ἀπορρήτως σωματώσασα, εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.

 

ᾨδὴ η'

Χεῖρας ἐκπετάσας Δανιὴλ  ΤΟ ΑΚΟΥΤΕ

Λεόντων ἀγρίων τὰς ὁρμάς, ἐπέσχες ἔνδοξε, στερροῖς ἀγῶσί σου, τυράννων ἄθεον φρύαγμα, θείῳ σθένει ἐταπείνωσας, καὶ νικητὴς πρὸς οὐρανοὺς βοῶν ἀνέδραμες· Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸ Κύριον.

 

Ἁγίων λαμπρότητας ἰδεῖν, καὶ κατοικεῖν ἐν χαρᾷ μάρτυς ἠξίωσαι ἀγωνισάμενος ἄριστα, καὶ τελέσας τὸν ἀγῶνά σου, τῇ διὰ ξίφους ἐκτομῇ, καὶ νῦν βοᾷς ἐν χαρᾷ· Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον.

 

Τῷ θείῳ προστρέχοντες ναῷ, θείου μάρτυρος, φῶς κομιζόμεθα, τῇ θεία ψαύοντες πάντοτε, τῶν λειψάνων τούτου λάρνακι, ἁγιασμοῦ παρεκτικήν, χάριν λαμβάνομεν, ἐκβοῶντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

Ἁγία Παρθένε ἡ Θεόν, τὸν ὑπεράγιον, ἀρρήτως τέξασα, ὃν οἱ πανάγιοι μάρτυρες, ἐν σταδίῳ ὡμολόγησαν, ἁγιασμὸν καὶ φωτισμόν, ἡμῖν κατάπεμψον τοῖς  βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸ Κύριον».

 

ᾨδὴ θ'

Λίθος ἀχειρότμητος ὄρους  ΤΟ ΑΚΟΥΤΕ

Ἴδε φωταυγοῦς ἀθλοφόρου, μνήμη ἐξέλαμψε φωσφόρος, σκότος τῶν δαιμόνων μειοῦσα, πιστοὺς δὲ πάντας καταφωτίζουσα, ταύτην λαμπρῶς τελέσωμεν, τοῦτον ἀξίως μακαρίζοντες.

 

Ὤφθης ὥσπερ ἥλιος μέγας, μέσον Ἀνδρέα τῶν συνάθλων, τούτους πρὸς ἀνέσπερον φέγγος, τῆς οὐρανίου μάρτυς λαμπρότητος, καθοδηγῶν τῷ λόγῳ σου· μεθ' ὧν σε πίστει μακαρίζομεν.

 

Σὲ τὸν φρυκτωρίᾳ θαυμάτων, πᾶσαν φωτίζοντα τὴν κτίσιν, σὲ τὸν ἀκλινῆ στεφανίτην, τῆς Ἐκκλησίας στῦλον γενόμενον, καὶ τῶν πιστῶν κραταίωμα, μάρτυς Ἀνδρέα μακαρίζομεν.

 

Ἤνθησας λειμῶνος ἐν μέσῳ, τῶν ἀθλοφόρων ὥσπερ ῥόδον, φέρων μυστικὴν εὐωδίαν, καὶ κατευφραίνων πιστῶν τὸ πλήρωμα, καὶ τὴν δυσώδη πάνσοφε, πλάνην διώκων θείᾳ χάριτι.

Θεοτοκίον

Φέρουσα Χριστὸν ἐν ἀγκάλαις, νεύματι φέροντα τὰ πάντα, τοῦτον ἐκδυσώπει χειρὸς με τοῦ ἀλλοτρίου, ῥύσασθαι Δέσποινα, τὸν ὀρθοδόξῳ πίστει σε, ἀκαταπαύστως μεγαλύνοντα.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Τοῖς  μαθηταῖς συνέλθωμεν  ΤΟ ΑΚΟΥΤΕ

Ἀνδρέας ὁ πανεύφημος, στρατηλάτης καὶ μάρτυς, Σταυροῦ τῇ θείᾳ χάριτι, θράσος τύραννον εἷλε, καὶ στέφος ἤρατο δόξης, τούτω δὲ συνεκλάμπει, μαρτύρων δῆμος ἔνθεος, φάλαγξ τροπαιοφόρος, συνασπισμός, ἀρραγὴς ἀήττητος, ὧν τὴν μνήμην, φαιδρῶς πανηγυρίζοντες, τὸν Χριστὸν ἀνυμνοῦμεν.

Καὶ τῆς Ἑορτῆς

Ὁ οὐρανὸν τοῖς  ἄστροις  ΤΟ ΑΚΟΥΤΕ

Μετὰ βροντῆς ἐν νεφέλαις, τοὺς Ἀποστόλους ὁ Σωτήρ, πρὸς τὴν τεκοῦσαν ἐκπέμπει, πόθῳ κηδεύσοντας αὐτήν, κατέρχεται δὲ καὶ οὗτος, δορυφορούντων Ἀγγέλων.

 

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.

 

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ  ΤΟ ΑΚΟΥΤΕ

Ὢ τῶν ὑπερφυῶν, Ἁγνή σου μυστηρίων! τοῦ Θεοῦ γὰρ ὡς μήτηρ, πρὸς τοῦτον Θεοτόκε, λαμπρῶς νῦν ἐξεδήμησας.

 

Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

 

Κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος τῆς πανάγνου, καὶ Θεοτόκου πέλει, ἀνάγων τοὺς ὑμνοῦντας, τὴν θείαν αὐτῆς Κοίμησιν.

 

Στίχ.  Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.

 

Ὅτε πρὸς τὸν ἐκ σοῦ, τεχθέντα μετετέθης, συνῆλθον ἐν νεφέλαις, τὸ σῶμά σου κηδεῦσαι, Παρθένε οἱ Ἀπόστολοι.

Δόξα... Καὶ νῦν... Ὅμοιον

Πάντες οἱ γηγενεῖς, προσδράμωμεν προθύμως, μετὰ τῶν ἀσωμάτων, κηδεῦσαι τὴν τεκοῦσαν, τὸν Ποιητὴν τῆς κτίσεως.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες καὶ Ἀπόλυσις.