Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΑΥΓΟΥΣΤΟΥ

 

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ματθία.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.

 

Στιχηρὰ τῆς Ἑορτῆς

 

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων  ΤΟ ΑΚΟΥΤΕ

Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως, τὴν ἑορτὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν, τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ πρίν, ἀφθαρσίᾳ καταστράψαντα.

 

Ἐπὶ τὸ ἅγιον ὄρος δεῦτε ἀνέλθωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν Κυρίου, τούτῳ πιστῶς, ἐκβοῶντες καὶ λέγοντες· Σὺ εἶ Θεὸς ἡμῶν μόνος, ὁ σαρκωθείς, καὶ θεώσας τὸ ἀνθρώπινον.

 

Αὕτη ἐστὶν ἡ ἡμέρα ἡ πανσεβάσμιος, καθ' ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως καὶ Ἠλία καὶ τῶν αὐτοῦ, Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνὴ δὲ θεία προῆλθεν· Οὗτός ἐστιν, ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός.

 

Στιχηρὰ τοῦ Ἁγίου

 

Ἦχος ὁ αὐτὸς

Πανεύφημοι μάρτυρες  ΤΟ ΑΚΟΥΤΕ

Ματθία μακάριε Ἐδέμ, νοητῆς ἐξέβλυσας, ὡς ποταμὸς προσκλυζόμενος, ἐνθέοις ὕδασι, καὶ τὴν γῆν ἀρδείαις, μυστικαῖς κατήρδευσας, καὶ ταύτην καρποφόρον ἀνέδειξας· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῐς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Ματθία Ἀπόστολε χορόν, θεῖον ἀνεπλήρωσας, ἐξ οὗ Ἰούδας ἐκπέπτωκε, καὶ θείαις ἀστραπαῖς, τῶν σοφῶν σου λόγων, σκότος ἀπεδίωξας, τῆς εἰδωλομανίας ἐν Πνεύματι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Ματθία θεόπνευστε τροχῷ, τῷ τοῦ κόσμου ἔφαναν, αἱ ἀστραπαὶ τῶν δογμάτων σου, πάντας φωτίζουσαι, πάντας ὁδηγοῦσαι, θείαν πρὸς ἐπίγνωσιν, δοχεῖα τοῦ φωτός ἐργαζόμεναι, τοὺς πρὶν καθεύδοντας, ἐν νυκτὶ τῆς ματαιότητος, καὶ ἐν σκότει, πάσης ἀθεότητος.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Ὁ φωτί σου ἅπασαν, τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης, Ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

 

Ἦχος πλ. β'

Αἱ Ἀγγελικαὶ  ΤΟ ΑΚΟΥΤΕ

Λάμψας ὑπὲρ νοῦν, ἐκ Παρθένου Παναγίας, Λόγε τοῦ Θεοῦ, τόν, Ἀδὰμ ὅλον φορέσας, τὴν πρὶν ἀμαυρωθεῖσαν, φύσιν πᾶσαν ἐλάμπρυνας, θείᾳ τῆς μορφῆς σου ἀλλοιώσει, μεταμορφωθεὶς ἐπὶ τοῦ ὄρους, Θαβὼρ Δέσποτα, πρὸ τοῦ τιμίου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν.

 

Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

 

Ὄρος τὸ ποτέ, ὂν ζοφῶδες καὶ καπνῶδες, τίμιον ἰδού, νῦν καὶ ἅγιον ὑπάρχει· ὁ πρὶν τὸν Ἰσραὴλ γάρ, ὁδηγήσας ὡς γέγραπται, στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ, σήμερον ἐξέλαμψεν ἀρρήτως, ὑπὲρ ἥλιον, Χριστὲ ἐν τούτῳ ὡς Θεός, φαιδρύνας τὰ σύμπαντα.

 

Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

 

Νῦν δουλοπρεπῶς, συλλαλοῦντες τῷ Δεσπότῃ, βλέπων ὁ Κηφᾶς, ἐν Θαβὼρ τοὺς δύο ἄνδρας· Καλὸν ἐστιν ἐβόα, ὧδε εἶναι· ποιήσωμεν, τρεῖς σκηνὰς εἰ θέλεις ἀνὰ μέρος, σοὶ Χριστὲ Μωσεῖ τε καὶ Ἠλίᾳ, τοῖς οἰκέταις σου, ὅπερ ἐλάλει μὴ εἰδώς· θάμβει γὰρ συνείχετο.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφωθεὶς ἐν δόξῃ Χριστὲ ὁ Θεός, καὶ ὑποδείξας τοῖς Μαθηταῖς σου, τὴν δόξαν τῆς σῆς Θεότητος, καταύγασον καὶ ἡμᾶς, τῷ φωτὶ τῆς σῆς ἐπιγνώσεως, καὶ ὁδήγησον ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Τοῦ Ἀποστλου  χος γ'

Ἀπόστολε Ἅγιε Ματθία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ τῆς Ἑορτῆς

Ἀπολυτίκιον  Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

 

Κάθισμα  Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ  ΤΟ ΑΚΟΥΤΕ

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, τῆς θεϊκῆς ὑπεράγαθε. Ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα ὅμοιον

Τῇ ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καὶ Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον, τὴν τοῦ προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Εἶτα οἱ Κανόνες, ὁ πρῶτος τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.

 

Ὕμνοις σε μέλπω Ματθία Χριστοῦ φίλε.

Θεοφάνους.

 

ᾨδὴ α'  Ἦχος πλ. δ'

ᾌσωμεν τῷ Κυρίῳ  ΤΟ ΑΚΟΥΤΕ

Ὕμνοις σου τὴν φωσφόρον, μέλποντα Ματθία νῦν πανήγυριν, οὐρανόθεν μοι αἴγλην, σωτηρίας δοθῆναι ἱκέτευε.

 

Μέγας ἥλιος ὤφθης, φωτὶ τῷ μεγάλῳ ἀξιάγαστε, μεθ' ἡμῶν γενομένῳ, ὁμιλήσας ἀμέσως, Ἀπόστολε.

 

Νόμοις τοῖς τοῦ Δεσπότου, Μάκαρ καθυπείκων τῇ σαγήνῃ σου, συλλαμβάνεις τῆς γλώττης, ἐκ βυθοῦ ἀγνωσίας τὰ πέρατα.

Θεοτοκίον

Ὅλον με διασῴζει, Λόγος ὁ ὑπέρθεος χρηστότητι, βουληθεὶς ἐκ γαστρός σου, σαρκωθῆναι ἁγνὴ Μητροπάρθενε.

 

ᾨδὴ γ'

Σὺ εἶ τὸ στερέωμα  ΤΟ ΑΚΟΥΤΕ

Ἴσχυσας σθενούμενος, ζωαρχικῷ σοφὲ νεύματι, τοῦ ἰσχυροῦ σκῦλα διαρπάσαι, καὶ δουλῶσαι τῇ χάριτι.

 

Στέργων τὸν Διδάσκαλον, καθυπουργῶν αὐτοῦ νεύμασι, παντουργικοῖς πλάνης διασῴζεις, τοὺς βροτοὺς ἀξιάγαστε.

 

Σὲ τὸν δωδεκάριθμον, τῶν Μαθητῶν χορὸν ἅγιον, τὸ παντουργόν, Πνεῦμα συμπληροῦντα, θεορρῆμον ἐκλέγεται.

Θεοτοκίον

Ἔχων σε βοήθειαν, τῶν δυσμενῶν ὁρμὰς Ἄχραντε, οὐ δειλιῶ· ἔχων σε προστάτιν, τὰς αὐτῶν τρέπω φάλαγγας.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

 

Κάθισμα  Ἦχος πλ. δ'

Τὴν Σοφίαν  ΤΟ ΑΚΟΥΤΕ

Ἀστραπαῖς σου τῶν λόγων τῶν θεϊκῶν, καταφλέξας τὴν πλάνην τὴν πονηράν, πιστοὺς κατεφώτισας, ἀνυμνεῖν τὴν ἐν σώματι, παρουσίαν Μάκαρ, τοῦ πάντων δεσπόζοντος, καὶ αὐτοῦ τὸ πάθος τὸ θεῖον ἐζήλωσας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, καὶ συμφώνως βοῶμέν σοι· Ματθία Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Ἦχος δ'  Ἐπεφάνης σήμερον  ΤΟ ΑΚΟΥΤΕ

Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ Χριστὸν ἐποψόμενοι.

 

ᾨδὴ δ'

Εἰσακήκοα Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Μίαν φύσιν Θεότητος, μίαν βασιλείαν καὶ κυριότητα, καταγγέλλων παμμακάριστε, τῶν ἐθνῶν ἀγέλας ἐσαγήνευσας.

 

Ἐπεβίβασε Κύριος, σὲ ἐν τῇ θαλάσσῃ τοῦ βίου πάνσοφε, ὥσπερ, ἵππον συνταράσσοντα, τῆς πολυθεας πικρὰ ὕδατα.

 

Λόγῳ θείῳ ἐνέωσας, τὰς κεχερσωμένας καρδίας πάνσοφε, κατασπείρας τὴν εὐσέβειαν, καὶ τῆς ἀληθείας τὴν ἐπίγνωσιν.

Θεοτοκίον

Παρθενίας κειμήλιον, καὶ τῆς ἀχωρήτου φύσεως σκήνωμα, τὴν ψυχήν μου φωταγώγησον, τὴν ἐσκοτισμένην πολλοῖς πάθεσιν.

 

ᾨδὴ ε'

Ἵνα τὶ με ἀπώσω  ΤΟ ΑΚΟΥΤΕ

Ὡς πολύφορον κλῆμα, ἡ ἀληθινὴ σε ἐξέτεινεν ἄμπελος, γεωργοῦντα βότρυν, τὸν προχέοντα οἶνον σωτήριον, ὃν πιόντες Μάκαρ, οἱ συσχεθέντες ἀγνωσίᾳ, τῆς ἀπάτης τὴν μέθην ἀπέρριψαν.

 

Μαθητῶν δωδεκάδος, ὤφθης συμπληρῶν τὸν χορὸν τὸν μακάριον, ἐξ οὗ ὁ προδότης, ἑαυτὸν ἀπορρίψας ἐκέρδησε, τὴν πικρὰν ἀγχόνην, κατὰ Χριστοῦ ἐπάρας πτέρναν, μυστολέκτα Ματθία Ἀπόστολε.

 

Ἅλας θεῖον ἐβλήθης, Μάκαρ εἰς τὸν κόσμον Ματθία Ἀπόστολε, σηπεδόνα πλάνης, ἐκκαθαίρων νοστίμοις διδάγμασιν, ἐκδιώκων νόσους, καὶ ἀπελαύνων μαλακίας, τῶν ψυχῶν καὶ τῶν σωμάτων πανεύφημε.

Θεοτοκίον

Τοὺς ἀμόρφους χιτῶνας, καὶ τὴν παλαιὰν ἐξεδύσατο νέκρωσιν, ὁ Ἀδὰμ Παρθένε, τῷ ἀχράντῳ σου τόκῳ Θεόνυμφε, καὶ στολὴν ἁγίαν, ἀληθινὴν μετημφιέσθη, μηδαμῶς ῥυπουμένην παθήμασιν.

 

ᾨδὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ  ΤΟ ΑΚΟΥΤΕ

Θεὸς ἐγένου θετός, ἑνώσει θείᾳ θεούμενος, καὶ πρωτουργῶς ἐκ Θεοῦ, ἀκτῖνας δεξάμενος, πιστοὺς κατεφώτισας, καὶ τὴν γῆν ἀχλύος, τῶν εἰδώλων ἐξεκάθηρας.

 

Ἰδοὺ σοι ὑποχωρεῖ, τῷ Μαθητῇ πᾶσα πρόρρησις, τῶν ἱερῶν Προφητῶν· αὐτόπτης ἐγένου γάρ, οὗ πάλαι προήγγειλαν, ὑπουργὸς Ματθία, μιμητής τε καὶ Ἀπόστολος.

Θεοτοκίον

Ἁγίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστήριον, λυχνίαν χρυσοειδῆ, καὶ τράπεζαν ἔμψυχον, τὸν ἄρτον βαστάσασαν, τῆς ζωῆς Παρθένε, οἱ πιστοὶ σε ὀνομάζομεν.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

 

Συναξάριον

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ματθία.

Στίχοι

·       Ἐξῆλθεν ἀρθείς, Ἰούδας ἐπὶ βρόχου,

·       Εἰσῆλθεν ἀρθείς, Ματθίας ἐπὶ ξύλου.

·       Ἤρθη ἀμφ' ἐνάτῃ ξύλῳ ἠθεος Ματθίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων δέκα μαρτύρων, τῶν διὰ τὴν Ἁγίαν Εἰκόνα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, τὴν ἐν τῇ Χαλκῇ πύλῃ, ἀθλησάντων, Ἰουλιανοῦ, Μαρκιανοῦ, Ἰωάννου, Ἰακώβου, Ἀλεξίου, Δημητρίου, Φωτίου, Πέτρου, Λεοντίου, καὶ Μαρίας τῆς Πατρικίας.

Στίχοι

·       Ἐχθρὸν Θεοῦ κτείναντες ἄνδρες ἐννέα,

·       Φίλοι γίνονται τῷ Θεῷ διὰ ξίφους.

·       Ἐμοῦ τραχήλου Σῶτερ αἷμα προσδέχου,

·       Μαρία φησίν, ὡς τὸ μύρον Μαρίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἀθλήσεως τοῦ Ἁγίου μάρτυρος Ἀντωνίου.

 

Ὁ ὅσιος ἡμῶν Ψόης εὐχόμενος τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῆς ἀχειροποιήτου καὶ σεβασμίας Εἰκόνος τῶν Καμουλιανῶν, ἥπερ εὕρεσις συνεγράφη παρὰ τοῦ ἐν Ἁγίοις Γρηγορίου Ἐπισκόπου Νύσσης.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Παῖδες Ἑβραίων ἐν καμίνῳ  ΤΟ ΑΚΟΥΤΕ

Χύσιν ἐξήρανας ἀπάτης, τῇ πλημμύρᾳ σου τῶν λόγων τῆς σοφίας, καὶ χειμάρρους τρυφῆς, ἐπότισας τοὺς πίστει, ἀναβοῶντας ἔνδοξε· ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Ῥώμῃ Θεοῦ παντοδυνάμῳ, ἐξησθένησαν ἐχθροῦ μηχανουργίαι, πρὸ προσώπου τῆς σῆς, Ἀπόστολε πορείας, καὶ διεθρύβη ὄρη τε, καὶ βουνοὶ τῆς ἀθεας.

Θεοτοκίον

Ἴδε ἣν ἔφησε Παρθένον, ἐν τῷ Πνεύματι ὁ μέγας Ἡσαας, ἐν γαστρὶ τὸν Θεόν, συνέλαβε καὶ τίκτει· ᾧ μελῳδοῦμεν, Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η'

Ἑπταπλασίως κάμινον  ΤΟ ΑΚΟΥΤΕ

Στόμα Θεοῦ γενόμενος, ἐκ τοῦ φάρυγγος ἥρπασας, τοῦ ἀνθρωποκτόνου, οὓς δεινῶς κατέπιε, καὶ βρῶμα εἰργάσατο, τῆς ἑαυτοῦ κακίας σοφέ, καὶ διὰ λουτροῦ, ἀναγεννήσεως τούτους, προσήγαγες Κυρίῳ, μελῳδοῦντας ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Τοὺς τῆς ἀπάτης ἄξονας, τῆς κακίας τὰ ἅρματα, ἅρμα γεγονώς, Θεοῦ τοῦ Λόγου ἔνδοξε, εἰς τέλος ἐλέπτυνας, εἰδωλικούς, προρρίζους τε, στήλας καὶ ναοὺς θείᾳ δυνάμει καθεῖλες, ναοὺς δὲ τοὺς βοῶντας, τῆς Τριάδος εἰργάσω· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ὁ λογικὸς ἐπέφανεν, οὐρανὸς διηγούμενος, τοῦ μονογενοῦς, Θεοῦ δόξαν τὴν ἄρρητον, Ματθίας ὁ πάνσοφος, ἡ ἀστραπὴ τοῦ Πνεύματος ὁ σαγηνευτής, τῶν πλανωμένων ὁ λύχνος, τῆς θείας φωταυγίας, τῶν ἀρρήτων ὁ μύστης, αὐτὸν ἐν εὐφροσύνῃ, ὑμνήσωμεν συμφώνως.

Θεοτοκίον

Ὑπερφυῶς συνέλαβες, ὑπὲρ λόγον ἐκύησας, τὸν Δημιουργόν, τῆς ἀνθρωπίνης φύσεως, γενόμενον ἄνθρωπον, τὸν τοῦ Πατρὸς ἀχώριστον Δέσποινα ἁγνή, ᾧ μελῳδεῖ πᾶσα κτίσις· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἔφριξε πᾶσα ἀκοὴ  ΤΟ ΑΚΟΥΤΕ

Φίλον σε ἔφη ὁ Σωτήρ, τοῖς αὐτοῦ καθυπουργοῦντα προστάγμασι, Μάκαρ Ἀπόστολε, καὶ κληρονόμον τῆς βασιλείας αὐτοῦ, ἐν τῇ μελλούσῃ φοβερᾷ, ἡμέρᾳ συγκάθεδρον, Ματθία πάνσοφε, δωδεκάδος Μαθητῶν τὸ συμπλήρωμα.

 

Ἱστίῳ Μάκαρ τοῦ Σταυροῦ, διελθὼν τὴν ἀγριαίνουσαν θάλασσαν, τοῦ βίου ἔφθασας, πρὸς τοὺς λιμένας τῆς ἀναπαύσεως, καὶ ἀκροτάτῳ ἐφετῶν, χαίρων νῦν παρίστασαι, σὺν Ἀποστόλων χορῷ, δυσωπῶν ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον.

 

Λυχνία ὄντως χρυσαυγής, θρυαλλίδι τῇ τοῦ Πνεύματος λάμπουσα, ὤφθη ἡ γλῶσσά σου, καταπιμπρῶσα ἔκφυλα δόγματα, κατασβεννύουσα σοφέ, τὸ πῦρ τὸ ἀλλότριον, φῶς ἀπαστράπτουσα, τοῖς ἐν σκότει ἀγνωσίας καθεύδουσιν.

Θεοτοκίον

Ἔπαυσας μόνη γυναικῶν, τὴν ἀρὰν τῶν πρωτοπλάστων Θεόνυμφε, τὸν ἀπερίγραπτον, σαρκὶ τεκοῦσα περιγραφόμενον, ἐκαινοτόμησας θεσμοὺς φύσεως ἀμόλυντε, τὰ διεστῶτα πρίν, παραδόξῳ μεσιτείᾳ σου ἥνωσας.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Τοῖς μαθηταῖς συνέλθωμεν  ΤΟ ΑΚΟΥΤΕ

Ἰούδας ὁ παράνομος, αὐθαιρέτῳ τῇ γνώμῃ, ἀπορραγεὶς ἐκπέπτωκε, δωδεκάδος τῆς θείας, τῶν Ἱερῶν Ἀποστόλων, ἐκλογῇ δὲ τῇ θείᾳ, Ματθίας ὁ πανεύφημος, προκριθείς ἀντεισήχθη, ὡς Μαθητής, ὡς Χριστοῦ Ἀπόστολος, καὶ ὡς πᾶσαν, τὴν γῆν λαμπρύνας δόγμασι, τῆς Ἁγίας Τριάδος.

Καὶ τῆς Ἑορτῆς

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, Μαθητῶν τοὺς προκρίτους, λαβὼν μετεμορφώθης νῦν, ἐν Θαβὼρ τῷ ἁγίῳ ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες· μεθ' ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν, τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρίαν.

 

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.

 

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ  ΤΟ ΑΚΟΥΤΕ

Ἐν ὄρει τῷ Θαβώρ, ἡ τῆς Τριάδος δόξα, ἀναφανδὸν ἐγνώσθη, σοῦ μεταμορφουμένου, Σωτήρ μου ὑπεράγαθε.

 

Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

 

Νεφέλη φωτεινή, φαιδρῶς ἐφαπλωθεῖσα, ἐν τῇ Μεταμορφώσει, κατέπληττε τοὺς θείους, τῶν Μαθητῶν ἀκραίμονας.

 

Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

 

Ἠλίας σὺν Μωσεῖ, παρέστησάν σοι Λόγε, ἐν τῇ Μεταμορφώσει, Πατὴρ δὲ ἐμαρτύρει, ἐξ οὐρανοῦ φθεγγόμενος.

Δόξα... Καὶ νῦν... Ὅμοιον

Εἶδον ἐν τῷ Θαβώρ, Μωσῆς τε καὶ Ἠλίας, τὸν ἐκ Παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.

 

Καὶ ἡ λοιπὴ ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.