Τ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΑΥΓΟΥΣΤΟΥ

 

Τὰ Προεόρτια τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσιγνίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια προεόρτια γ'.

 

Ἦχος δ'

Ἔδωκας σημείωσιν  ΤΟ ΑΚΟΥΤΕ

Δεῦτε συνανέλθωμεν, τῷ Ἰησοῦ ἀναβαίνοντι, εἰς τὸ ὄρος τὸ ἅγιον, κἀκεῖ ἀκουσώμεθα, φωνῆς Θεοῦ ζῶντος, Πατρὸς προανάρχου, διὰ νεφέλης φωτεινῆς, προσμαρτυρούσης ἐν θείῳ Πνεύματι, αὐτοῦ τὴν γνησιότητα, τῆς ἀϊδίου Υἱότητος, καὶ τὸν νοῦν φωτιζόμενοι, ἐν φωτὶ φῶς ὀψώμεθα.

 

Δεῦτε προχορεύσωμεν, καὶ ἑαυτοὺς ἐκκαθάρωμεν, καὶ πιστῶς ἑτοιμάσωμεν, πρὸς θείαν ἀνάβασιν, τῆς ὑψηλοτάτης, Θεοῦ πολιτείας, ὅπως ἐπόπται τῆς αὐτοῦ, μεγαλειότητος ἐποφθείημεν, καὶ δόξης ἐπιτύχοιμεν, ἣν κατιδεῖν ἠξιώθησαν Ἀποστόλων οἱ πρόκριτοι, μυστικῶς ἐν τῷ ὄρει Θαβώρ.

 

Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν ἐαυτούς εἰς τὴν αὔριον, καλῶς εὐτρεπίσωμεν, ἐν ὄρει προσβῆναι, Θεοῦ τῷ ἁγίῳ, τὴν ἀναλλοίωτον Χριστοῦ, δόξαν ἀστράπτουσαν κατοπτεύσοντες, λαμπρῶς ὑπὲρ τὸν ἥλιον, καὶ τὸ τρισσὸν αὐγαζόμενοι, φῶς ἐν τούτῳ δοξάσωμεν, τὴν αὐτοῦ συγκατάβασιν.

 

Καὶ τοῦ Ἁγίου γ'

 

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι  ΤΟ ΑΚΟΥΤΕ

Φοινιχθεῖσαν ἐν αἵματι τῆς σαρκός σου ἐνδέδυσαι, πορφυρίδα ἔνδοξε θείᾳ χάριτι· καὶ κορυφῇ σῇ διάδημα, ἐπαναδησάμενος, ἀφθαρσίας καὶ ζωῆς, τοῦ Σταυροῦ τε τὸ τρόπαιον, Μάρτυς πάνσοφε, δεξιᾷ περιφέρων ὥσπερ σκῆπτρον, τῷ Χριστῷ συμβασιλεύεις, διὰ παντὸς εὐφραινόμενος.

 

Στρατιώτης ἀήττητος, ἐγνωρίσθης Εὐσίγνιε· τοῦ Σταυροῦ τῷ ὅπλῳ γὰρ συμφραξάμενος, πρὸς συμπλοκὴν ἐξελήλυθας, ἐχθροῦ πολεμήτορος, καὶ κατέρραξας αὐτόν, ἀριστεύσας λαμπρότατα, καὶ τὸν στέφανον, εἰληφὼς τὸν τῆς νίκης ἐκ τοῦ μόνου, ἀθλοθέτου καὶ Δεσπότου, καὶ εἰς ἀεὶ βασιλεύοντος.

 

Τοῖς τιμίοις σου πάθεσι, πάθος τίμιον ἔνδοξε, ἀθλητὰ Εὐσίγνιε ἐξεικόνισας, καὶ νικηφόρος γενόμενος, τὴν ἄνω μητρόπολιν, μετὰ πάντων κατοικεῖς, ἀθλοφόρων γηθόμενος, καὶ θεούμενος κατὰ μέθεξιν θείαν· διὰ τοῦτο, τὴν σεπτήν σου καὶ ἁγίαν, ἐπιτελοῦμεν πανήγυριν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'

Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

 

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθ  ΤΟ ΑΚΟΥΤΕ

Φέγγει τῶν ἀρετῶν, ἐκλάμποντες προσβῶμεν, ἐν ὄρει τῷ ἁγίω, ὀψόμενοι τὴν θείαν, Κυρίου Μεταμόρφωσιν.

 

Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

 

Σῆμα θεοπρεπές, Θεότητος δεικνύει, πρὸ τοῦ Σταυροῦ τοῖς μύσταις, ὡς ἥλιος ἐκλάμψας, Χριστὸς ἐν ὄρει σήμερον.

 

Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

 

Φύσιν τὴν ἐξ Ἀδάμ, Χριστὸς ἀμεῖψαι θέλων; ἐν ὄρει νῦν ἀπαίρει, Θαβὼρ παραγυμνώσων, τοῖς μύσταις τὴν Θεότητα.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ Χριστὲ ὁ Θεός, καὶ ὑποδείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν τῆς σῆς Θεότητος, καταύγασον καὶ ἡμᾶς, τῷ φωτὶ τῆς σῆς ἐπιγνώσεως, καὶ ὁδήγησον ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Ἀπολυτίκιον  Ἦχος δ'

Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν· Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν οἱ Κανόνες ὁ Προεόρτιος, καὶ ὁ τοῦ Ἁγίου.

 

Κανὼν Προεόρτιος, οὗ Ἀκροστιχὶς ἡ Ἀλφάβητος.

 

ᾨδὴ α'  Ἦχος δ'

Ἀνοίξω τὸ στόμα μου  ΤΟ ΑΚΟΥΤΕ

Ἀστράφθητι κάτωθεν, φῶς οὐρανοῦ ὑπὲρ ἥλιον, καὶ γῆ ἀκουτίσθητι, ῥήματα ζῶντος Θεοῦ· τὴν Υἱότητα, τῷ μεταμορφουμένῳ, Πατὴρ μαρτυρήσει γάρ, ἐπὶ τοῦ ὄρους Θαβώρ.

 

Βροτὸς τὸ ὁρώμενον, ἀλλὰ Θεὸς τὸ κρυπτόμενον, ἐπὶ τὸ Θαβώριον, Χριστὸς ἀνέρχεται, τῆς Θεότητος, αὐγὴν παραγυμνῶσαι, ταῖς ὑπὲρ τὸν ἥλιον, δόξης λαμπρότησι.

 

Γνωστῶς νῦν προέρχεται, ἐμφανισθῆναι Μωσῇ Χριστός, καὶ δόξαν τὴν ἄρρητον, δεῖξαι ἓν ὄρει Θαβώρ, τῇ πρὸς πρόσωπον, ἀμέσως ὁμιλίᾳ. Γηθόμενοι σήμερον προεορτάσωμεν.

 

Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

 

Τὸν κλεινὸν Εὐσίγνιον δοξάζειν θέμις. Ἰωσήφ.

 

ᾨδὴ α'  Ἦχος πλ. δ'

ᾌσωμεν τῷ Κυρίῳ  ΤΟ ΑΚΟΥΤΕ

Ταῖς πανευκλεεστάταις, τάξεσιν Ἀγγέλων Παναοίδιμε, συνυπάρχων ἀπαύστως, τοὺς δοξάζοντας σῷζε τὴν μνήμην σου.

 

Οἶκος τοῦ Παρακλήτου, ἡ ἡγιασμένη σου διάνοια, Ἀθλοφόρε ἐδείχθη· διὰ τοῦτό σε πίστει γεραίρομεν.

 

Νέκρωσιν ζωηφόρον, τοῦ σαρκὶ παθόντος ἐξεικόνισας, τῇ σαρκί σου Παμμάκαρ, καὶ τῆς ὄντως ζωῆς κατηξίωσαι.

 

Κράτος παρανομούντων, κρατυνθεὶς τῷ Πνεύματι κατέβαλες, καὶ τοὺς νόμους Κυρίου, παναοίδιμε Μάρτυς ἐκράτυνας.

Θεοτοκίον

Λέλυται ἡ κατάρα, πέπαυται ἡ λύπη τῇ κυήσει σου, παντευλόγητε Κόρη, τῶν πιστῶν εὐφροσύνη πανάμωμε.

 

Εἴθ' οὕτω τὸ Τριῴδιον

 

ᾨδὴ α'  Ἦχος δ'

ᾌσομαί σοι Κύριε ὁ Θεός μου  ΤΟ ΑΚΟΥΤΕ

Ταύτην προεόρτιον τὴν ἡμέραν, ἐπιτελοῦντες οἱ πιστοί, τῆς Μεταμορφώσεως, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, κροτήσωμεν ἐν ᾄσμασι.

 

Τὴν εἴσοδον φθάσαντες τῆς Ἁγίας, Μεταμορφώσεως Χριστοῦ, καὶ ἡμεῖς ἀστράψωμεν, ταῖς θείαις ἀλλοιώσεσιν, αὐτὴν κατασπαζόμενοι.

 

Ὄρος ὑψηλότατον τὴν καρδίαν, κεκαθαρμένην ἐκ παθῶν, ἔχοντες ὀψόμεθα, Χριστοῦ τὴν Μεταμόρφωσιν, φωτίζουσαν τὸν νοῦν ἡμῶν.

Δόξα...

Τριάδα προσώπων τῇ διαιρέσει, Μονάδα φύσιν θεϊκήν, πάντες προσκυνήσωμεν, Πατέρα, τὸν ἄναρχον, Υἱὸν καὶ Πνεῦμα Ἅγιον.

Καὶ νῦν... Θεοτοκίον

Τὴν ἄμωμον Κόρην ἐξ ἧς προῆλθε, μετὰ σαρκὸς ἄνευ τροπῆς, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὑμνήσωμεν ἅπαντες, ὡς ὄντως Θεοτόκον πιστοί.

 

Προεόρτιος

 

ᾨδὴ γ'

Τους σοὺς ὑμνολόγους  ΤΟ ΑΚΟΥΤΕ

Δεσπόζων τῆς κτίσεως ἁπάσης, ὡράθης μορφὴν δούλου λαβών, ἐν ᾗ τὸ τῆς Θεότητος, ἀπρόσιτον ἀπαύγασμα, τοῖς Μαθηταῖς παρέδειξας, καθὼς ἐχώρουν θεάσασθαι.

 

Ἐν ὄρει ἐπείγεται ἀστράψαι, τῆς δόξης ὁ ἥλιος Χριστός, καὶ τὸν ἐξ ὕψους λάμποντα, φωστῆρα ἀμαυρῶσαι φωτί, οὗ ταῖς αὐγαῖς λαμπόμενοι, προερτάσωμεν σήμερον.

 

Ζωῆς αἰωνίου ἐκπληρώσων, τὰ ῥήματα πάρεστι Χριστός, ἅπερ δεικνύων πράγματα, τοῖς φίλοις ἐπιγνώσεσθαι, ἐν ἑαυτῷ ηὐδόκησε, τὴν πατρικὴν δόξαν ἀστράπτουσαν.

 

Τοῦ Ἁγίου

 

Σὺ εἶ τὸ στερέωμα  ΤΟ ΑΚΟΥΤΕ

Ἔστης πρὸ τοῦ βήματος, ὑμνολογῶν Θεὸν ἄνακτα, Μάρτυς σοφέ, σάρκα εἰληφότα, καὶ βροτοὺς ἀναπλάσαντα.

 

Ἱερεῖον ἄμωμον, ὁλοκαυτούμενος ἄνθραξι, μαρτυρικοῖς, τῷ ἐκ τῆς Παρθένου, προσενήνεξαι ἄνθρακι.

 

Νάμασι τοῦ Πνεύματος, περικλυζόμενος Ἔνδοξε, τὰ θολερά, τῆς πολυθεας, ἀπεξήρανας ῥεύματα.

Θεοτοκίον

Ὅλην μου τὴν ἔφεσιν, πρὸς σὲ κινῶ ἁγνὴ Δέσποινα, τῶν σαρκικῶν, ἐπιθυμιῶν με, διὰ τάχους ἀπάλλαξον.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

 

Κάθισμα τοῦ Ἁγίου

Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον  ΤΟ ΑΚΟΥΤΕ

Ἐναντίον ἀνόμων καθωμολόγησας, τὸν τῶν ὅλων Δεσπότην Θεὸν καὶ Κύριον, μὴ φεισάμενος σαρκός, αἰκιζομένης σφοδρῶς, στρατιῶτα τοῦ Χριστοῦ, τῶν οὐρανίων στρατιῶν, συνόμιλε καὶ τῆς δόξης, τῆς ἀληθοῦς κληρονόμε· διὸ ἱκέτευε σωθῆναι ἡμᾶς.

Δόξα... Καὶ νῦν... Προεόρτιον

Ἦχος δ'

Ἐπεφάνης σήμερον  ΤΟ ΑΚΟΥΤΕ

Ἐπεφάνη ἤστραψε, τοῖς ἐν τῷ σκότει, ὁ τῆς δόξης Ἥλιος, τὰς τῆς Θεότητος αὐγάς, ἐν τῷ Θαβὼρ ἀνερχόμενος, οὗ τὴν φωσφόρον, τιμήσωμεν ἔλευσιν.

 

Προεόρτιος

 

ᾨδὴ δ'

Ὁ καθήμενος ἐν δόξῃ  ΤΟ ΑΚΟΥΤΕ

Ἡ οὐράνιος χορεία, τοῖς γηνοις συγγέγηθε, καὶ προεορτάζει, τὴν τοῦ Φωτοδότου ἐπίλαμψιν, ἣν ἀσυγκρίτως ἀστράψει ἀμειβόμενος, τὴν βροτείαν μορφήν, ἐν Θαβώρ ὡς ηὐδόκησε.

 

Θεανθρώπῳ παρουσίᾳ τοῖς ἀνθρώποις ὡμίλησας, καὶ θαυμάτων πλήθει, κόσμον μυστικῶς κατεφώτισας, ἐξαστραπτούσῃ δὲ δόξᾳ τῆς Θεότητος, ὑπερέλαμψας ἐν τῷ Θαβώρ ἀπροσίτῳ φωτί.

 

Ἰησοῦς Ναυῆ ὁ γόνος, πρὶν τὸν ἥλιον ἔστησε, προτυπῶν ἡμέραν, τὴν τοῦ θείου Πάθους, σὺ δὲ Σωτήρ, πρὸ τοῦ Τιμίου Σταυροῦ σου, σέλας ἔκρυψας τοῦ ἡλίου, αὐγῇ τοῦ προσώπου σου Κύριε.

 

Τοῦ Ἁγίου

 

Εἰσακήκοα Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Νυσταγμὸν ἀπωσάμενος, τὸν τῆς ῥαθυμίας Μάρτυς Εὐσίγνιε, ἐγρηγόρως πρὸς τὴν ἄθλησιν, ἀδιστάκτῳ πίστει ηὐτομόλησας.

 

Ἐν Κυρίῳ Σωτῆρί σου, Μάρτυς ἀγαλλόμενος ἀξιάγαστε, τὰς βασάνους τὰς τοῦ σώματος, ὡς τρυφὴν ἡδεῖαν σὺ λελόγισαι.

 

Ὑπερήφανον φρόνημα, τοῦ διὰ κακίαν κατολισθήσαντος, Ἀθλοφόρε καταβέβληκας, τοῖς ἐνθέοις τρόποις ταπεινούμενος.

 

Στρατιώτης ἀήττητος, ὤφθης ἐν πολέμοις ἀγωνιζόμενος, ὑπελθὼν δὲ τὸ Μαρτύριον, δυσμενεῖς ἀσάρκους ἐξωλόθρευσας.

Θεοτοκίον

Ἰσοδύναμον σύνθρονον, τέτοκας τὸν Λόγον Πατρὶ καὶ Πνεύματι, ὃν ἰκεύτευε σωθῆναί με, Παναγία Κόρη ἀειπάρθενε.

 

Προεόρτιος

 

ᾨδὴ ε'

Ἐξέστη τὰ σύμπαντα  ΤΟ ΑΚΟΥΤΕ

Κυρίῳ γηθόμενοι, πιστῶς ἀκολουθήσωμεν· ἰδοὺ γὰρ ἀνέρχεται πρὸς ὄρος, μύστας προκρίτους συνεπαγόμενος οἷς ἐν ἀπροσίτῳ καλλονῇ, λάμψας ὑπὲρ ἥλιον, ὑποδείξει τὴν δόξαν αὐτοῦ.

 

Λαμπρύνθητι σήμερον, ὁ οὐρανὸς φαιδρότερον· ἄνεισιν ἰδοὺ γὰρ πρὸς τὸ ὄρος· ὅθεν ἀστράψει Χριστὸς ἀπλέτῳ φωτί, τὰς ἡλιακὰς μαρμαρυγάς, δόξῃ τῆς Θεότητος, ἀμαυρῶν ὡς φωτὸς χορηγός.

 

Μυστήριον δείκνυσι, Χριστὸς τοῖς Μαθηταῖς ἐν Θαβώρ, λάμψας ὑπὲρ αἴγλην τῷ προσώπῳ, τῷ στολισμῷ δὲ τῶν ἱματίων αὐτοῦ, λευκανθεὶς φαιδρῶς ὥσπερ χιών, ὁ ἀναβαλλόμενος, ὡς ἱμάτιον φῶς ψαλμικῶς.

 

Τοῦ Ἁγίου

 

Ὀρθρίζοντες βοῶμέν σοι Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Γνησίως προσκολλώμενος πάνσοφε, τῷ Δεσπότῃ σαυτὸν ἀπεμάκρυνας, τῆς πονηρίας Εὐσίγνιε.

 

Νεκροῖς ξοάνοις σέβας οὐκ ἔνειμας, θεομάκαρ, Θεὸν ζῶντα Κύριον, ἐν οὐρανοῖς ἐπιστάμενος.

 

Ἰκρίῳ ἀναρτώμενος Μάρτυς γενναιοφρόνως, πάθος ἐξεικόνισας, τοῦ ἀπαθοῦς διὰ πίστεως.

Θεοτοκίον

Ὁ λόγος ἐν τῇ νηδύϊ σου Ἄχραντε σωματοῦται, ἀλόγων τοῦ σώματος, παθῶν τὸν κόσμον ῥυόμενος.

 

Προεόρτιος

 

ᾨδὴ ς'

Τὴν θείαν ταύτην  ΤΟ ΑΚΟΥΤΕ

Νυμφῶνα δόξης μελλούσης χαράς, τοῖς φίλοις εὐτρεπίζων ἀνέρχεται, ἐπὶ τὸ ὄρος Χριστός, πρὸς πολιτείαν μετάρσιον, ἐκ βίου χαμαιζήλου, ἀνακομίζων αὐτούς.

 

Ξενίζων φρένας Χριστὸς Μαθητῶν, οὐράνιον ἐν γῇ σέλας ἤστραψε, νόμου καὶ Προφητῶν, δουλοπρεπῶς παριστῶν ἀρχηγούς, ὑφ' ὧν νεκρῶν καὶ ζώντων, προσμαρτυρεῖται Θεός.

 

Ὁ λύχνος φᾶναι νῦν ἄρχεται, Χριστὸς ἐν αὐχμηρῷ τόπῳ φαύσεσι, τῆς θεϊκῆς ἀστραπῆς, οὗ πρὸς τὴν λάμψιν ὁδεύσωμεν, ἐν αἴγλῃ τοῦ προσώπου, αὐτοῦ γηθόμενος.

 

Τοῦ Ἁγίου

 

Τὴν δέησιν ἐκχεῶ  ΤΟ ΑΚΟΥΤΕ

Νοήματα ἀληθῆ ἐν καρδίᾳ, εὐγενέσιν ἐκτιθέμενος τρόποις, οὐκ ἀγνοῶν, τὰ νοήματα Μάρτυς, τοῦ δυσμενοῦς εἰς τὸ στάδιον ἔδραμες, καὶ ὤλεσας τῇ τοῦ Σταυροῦ, συμμαχίᾳ τὰ τούτου στρατεύματα.

 

Δαιμόνων οἱ λατρευταὶ λατρευτὴν σε, τῆς Τριάδος ἐγνωκότες βασάνοις, καὶ φυλακαῖς, καὶ ἀδίκῳ θανάτῳ, καθυποβάλλουσι μάρτυς Εὐσίγνιε, ἀλλ' ἥττηνται τῇ παρὰ σοῦ, ἀηττήτῳ ἐνστάσει πανόλβιε.

 

Οἱ χείμαρροι τῶν αἱμάτων σου Μάρτυς, θολερούς, τῆς ἀνομίας χειμάρρους, καὶ ποταμούς, αθεας δολίου, καὶ πονηρὰ ἀπεξήραναν ῥεύματα· ἰάσεων δὲ τοῖς πιστοῖς, ἀνεξάντλητον πέλαγος ὤφθησαν.

Θεοτοκίον

Ξηράνασα τὰ φυτὰ τῆς κακίας, τῇ ἐν σοὶ ἀναβλαστήσει τοῦ λόγου, Μήτηρ ἁγνή, ἐκ ῥιζῶν τῆς ψυχῆς μου, τὰς πονηρὰς ἐνθυμήσεις ἀπόκοψον, καὶ φύτευσον τῶν ἀρετῶν, τὰ ὡραῖα Παρθένε βλαστήματα.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Κοντάκιον Προεόρτιον

Ἦχος δ'

Ἐπεφάνης σήμερον  ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῇ θείᾳ σήμερον Μεταμορφώσει, ἡ βροτεία ἅπασα, φύσις προλάμπει θεϊκῶς, ἐν εὐφροσύνῃ κραυγάζουσα· Μεταμορφοῦται Χριστός, σῴζων ἅπαντας.

Ἕτερον τοῦ Ἁγίου

Ἦχος πλ. δ'

Ὡς ἀπαρχὰς  ΤΟ ΑΚΟΥΤΕ

Ὡς εὐσεβείας μάρτυρα, καὶ ἀληθῆ θεόφρονα, ἡ Ἐκκλησία γεραίρει δοξάζουσα, τοὺς θείους ἄθλους σήμερον, τοῦ σοφοῦ Εὐσιγνίου, ἀκαταπαύστως βοῶσα· Ταῖς αὐτοῦ ἱκεσίαις, τοὺς δούλους σου συντήρησον Πολυέλεε.

Ὁ Οἶκος

Ὁ χορὸς τῶν πιστῶν συναγάλλεται, Εὐσιγνίου τὴν μνήμην γεραίροντες, Βασιλεῖς, Πατριάρχαι καὶ ἄρχοντες, ξένοι, δοῦλοι, πτωχοὶ καὶ αὐτόχθονες, ἐπὶ τοῖς θαύμασι τοῦ Μάρτυρος δράμετε, ἡ σορὸς ἐκβλύζει θαυμάτων χάριν, καὶ πιστῶς οἱ λαοὶ ἀπαρύονται, καὶ Θεὸν ἀνυμνοῦσι τρανῶς βοῶντες, ταῖς αὐτοῦ ἱκεσίαις, τοὺς δούλους σου συντήρησον Πολυέλεε.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Ετοῦ αὐτοῦ μηνός, προεόρτια τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσιγνίου.

Στίχοι

·       Εὐσίγνιον τέμνουσι τὸν Χριστοῦ φίλον,

·       Τομῆς μέχρι κράζοντα, Χριστὸς μοι σέβας.

·       Πέμπτῃ Εὐσιγνίοιο κάρη κονίῃσιν ἐμίχθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Μάρτυρες καὶ αὐτάδελφοι, Καττίδιος καὶ Καττιδιανός, λιθοβολιθέντες τελειοῦνται.

Στίχοι

·       Βουνοὺς λίθων ἔστησαν ὑψηλοὺς Λόγε,

·       Δι' ὧν ἀνῆλθον πρὸς σὲ σύγγονοι δύο.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Νόννα, ἡ μήτηρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

·       Νόννῃ θανούσῃ τῇ καλῇ καλὸς γόνος,

·       Καλὸν δίδωσιν ἐντάφιον τοὺς λόγους.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Σόλεβ ὁ Αἰγύπτιος, βέλει τοξευθείς, τελειοῦται.

Στίχοι

·       Ἄν συλλαβισθῇς ἐξόπισθεν ὦ Σόλεβ,

·       Βέλος συνάξεις ὄργανον τοῦ σοῦ τέλους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φάβιος, Ἀρχιεπίσκοπος Ῥώμης, ξίφει τελειοῦται.

Στίχοι

·       Κεῖται Φάβιος νεκρὸς ὁ Χριστοῦ θύτης,

·       Χριστῷ προσαχθεὶς θῦμα καινὸν ἐκ ξίφους.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Προεόρτιος

 

ᾨδὴ ζ'

Οὐκ ἐλάτρευσαν  ΤΟ ΑΚΟΥΤΕ

Πρὸς μετάρσιον ψυχῆς ὕψος ἀνάγοντι, τῶν Μαθητῶν ἐκλογήν, ἀκολουθήσωμεν νῦν, Χριστῷ κατοπτεύσοντες ξένα θεάματα, θαμβηθέντες δέ, σὺν αὐτοῖς ἐκβοήσωμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Ῥυπωθεῖσαν ἐκκαθάρας φύσιν βρότειον, ὕδατί τε καὶ πυρί, ἐν τῇ οἰκείᾳ σαρκί, τὴν ταύτης λαμπρότητα ὑποδεικνύεις Σωτήρ, τῷ προσώπῳ σου, λάμψας ὑπὲρ τὸν ἥλιον, εἰς μελλούσης δόξης τύπον.

 

Συνανέλθωμεν Χριστῷ εἰς ὄρος ἅγιον, συναναφέροντι, τοὺς Ζεβεδαίου υἱούς, καὶ Πέτρον τὸν πρόκριτον, οὓς ἐξελέξατο, δόξης μάρτυρας, τῆς ἑαυτοῦ κραυγάζοντας· ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Τοῦ Ἁγίου

 

Παῖδες Ἑβραίων  ΤΟ ΑΚΟΥΤΕ

Αἵμασι Μάρτυς ἐκχυθεῖσι, δι' ἀγάπησιν Χριστοῦ σαρκωθέντος, λαμπρυνθεὶς τὴν ψυχήν, πρὸς τοῦτον μετετέθης, ἀναβοῶν γηθόμενος· ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Ζέων τῷ πόθῳ τοῦ Σωτῆρος, ὑπεξέφυγες κρυμὸν τῆς ἀθεας, καὶ χειμῶνα δεινόν, ὑπήνεγκας βασάνων, ἀναβοῶν Εὐσίγνιε· ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Ἔτι σταζόμενος τοῖς ὄμβροις, Παναοίδιμε τῶν θείων σου αἱμάτων, τῷ Δεσπότῃ Χριστῷ, παρέστης ἀναμέλπων· Εὐλογητὸς εἶ κυριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Ἵνα τῆς θείας βασιλείας, τὴν αἰώνιον ζωὴν κληρονομήσῃς, τῆς προσκαίρου ζωῆς, τὴν δόξαν ἑβδελύξω, ἀναβοῶν Εὐσίγνιε· ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Νέον ἐκύησας Παιδίον, ὃν ἐγέννησε Πατὴρ πρὸ τῶν αἰώνων, Θεοτόκε ἁγνή, ᾧ πάντες μελῳδοῦμεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Προεόρτιος

 

ᾨδὴ η'

Παῖδας εὐαγεῖς  ΤΟ ΑΚΟΥΤΕ

Τὶς μὴ ἐκπλαγῇ παντάναξ Λόγε, τὴν μεγαλοπρέπειαν, τῆς δόξης σου; ἣν μεταμορφούμενος, ἔδειξας τοῖς φίλοις σου, ταῖς θεϊκαῖς λαμπρότησι, περιαστράψας αὐτούς, μεθ' ὧν προεορτάζοντας πίστει, λάμπρυνον φωτί σου, ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.

 

Ὕψος οὐρανίου πολιτείας, καὶ δόξης τῆς ἀϊδίου θείαν ἔλλαμψιν, δώρησαι τοῖς δούλοις σου, νῦν προεορτάζουσι, τῆς σῆς Μεταμορφώσεως λαμπρὰν πανήγυριν, ἐν ᾗ φῶς ἀπαστράπτων φαιδρύνεις, τοὺς σὲ ἀνυμνουντας, Χριστὸν τὸν φωτοδότην.

 

Φωτὸς χορηγὸς καὶ φῶς ὑπάρχων, ἀπρόσιτον καὶ ἀδιον προάναρχε, ὁ ἀναβαλλόμενος, φῶς ὥσπερ ἱμάτιον, φῶς ἐν τῷ κόσμῳ ἔλαμψας, μετὰ σαρκὸς προελθών, καὶ φῶς ἐπὶ τοῦ ὄρους ἀστράπτεις, δόξης τῆς πατρῴας, δεικνὺς τὸν χαρακτῆρα.

 

Τοῦ Ἁγίου

 

Νικηταὶ τυράννου  ΤΟ ΑΚΟΥΤΕ

Θυρεῷ Παμμάκαρ, εὐσεβείας πάντοθεν συμπεφραγμένος, τοὺς παρανομοῦντας, ἐτροπώσω χάριτι μέλπων ἀπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

 

Ἐν τῷ θλίβεσθαί σε, πρὸς Θεὸν ἐκέκραξας τὸν εὐεργέτην, καὶ εἰσήκουσέ σου, καὶ δεινῶν ἐρρύσατο ἀναβοῶντα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

 

Μὴ θεοῖς ἀψύχοις, σέβας ἀλογώτατον Μάρτυς προσάξας, καθαρᾷ θυσίᾳ, τῷ Θεῷ προσήνεξαι μέλπων ἀπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

 

Ἵνα τῆς μελλούσης, ἐπιτύχῃς πάνσοφε ζωῆς καὶ δόξης, ἐνεκρώθης κόσμῳ, καὶ βοῶν Εὐσίγνιε ἐθανατώθης· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

Θεοτοκίον

Συμπαθὴς Παρθένε, Θεὸν συμπαθέστατον ἀποτεκοῦσα, συμπαθείας θείας, πάντας καταξίωσον τοὺς μελῳδοῦντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

 

Τοῦ Τριδίου

 

Εἱρμὸς ἄλλος

Τὸν Βασιλέα Χριστὸν  ΤΟ ΑΚΟΥΤΕ

Τῆς τοῦ Κυρίου λαμπράς, Μεταμορφώσεως ἡ παροῦσα ἡμέρα, τῷ κόσμῳ προαυγάσασα, προτρέπεται, βοᾶν· Πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Τῇ διανοίᾳ πιστοί, δεῦτε ἀπίωμεν πρὸς τὸ ἅγιον ὄρος, ἰδεῖν τὴν Μεταμόρφωσιν, Χριστοῦ τὴν παμφαῆ· πάντας γὰρ φωτίζει, τοὺς δοξολογοῦντας αὐτὴν εἰς τοὺς αἰῶνας.

 

Σήμερον τῆς τοῦ Χριστοῦ, Μεταμορφώσεως καθαρᾷ τῇ καρδίᾳ, προϋπαντὴν ποιήσωμεν, καὶ κράξωμεν αὐτῷ· Πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.

Δόξα...

Τὴν ἐν προσώποις τρισί, μίαν Θεότητα συνθεολογουμένην, Πατέρα Υἱὸν καὶ Πνεῦμα τὸ πανάγιον ὁμοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Ὢ τεραστίου φρικτοῦ! πῶς παρθενεύουσα μητράζεις θεόπαις, τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην τίκτουσα Θεόν, ὃν πάντα τὰ ἔργα ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

 

Προεόρτιος

 

ᾨδὴ θ'

Ἅπας γηγενὴς  ΤΟ ΑΚΟΥΤΕ

Χαίρει οὐρανός, ἐκ γῆς ἀνατέλλοντα νῦν προαισθόμενος, Ἥλιον τὸν ἄδυτον, καὶ θείᾳ δόξῃ ἀμβλῦναι μέλλοντα ἡλιακὰς φαιδρότητας, γῆ δὲ χορεύει φαιδρῶς, οὐρανίῳ αἴγλῃ καὶ λαμπρότητι, λαμπομένη καὶ φῶς χρηματίζουσα.

 

Ψάλλων ὁ Δαυδ, τὴν σὴν Μεταμόρφωσιν προανεφώνησε· Τὶς ὁμοιωθήσεται, σοὶ τῷ Κυρίῳ, λέγων υἱοῖς ἐν Θεοῦ; σὺ γὰρ ἐνδοξαζόμενος ἐν ταῖς Ἁγίων βουλαῖς, μέγας ὤφθης ἐν τοῖς περικύκλῳ σου, φοβερὸς ἐν τῇ δόξῃ τῆς θείας μορφῆς.

 

Ὦ Λόγε Θεοῦ, σοφία καὶ δύναμις, καὶ χαρακτὴρ τοῦ Πατρός, ὦ Θεὲ νοούμενε, πιστοῖς καὶ ἄνθρωπε γνωριζόμενε, τῆς σῆς Μεταμορφώσεως ἡμᾶς ἀξίωσον, ἐκτελέσαι, τὴν φαιδρὰν πανήγυριν, ἐν φωτὶ καλῶν ἔργων ἐκλάμποντας.

 

Τοῦ Ἁγίου

 

Ἔφριξε πᾶσα ἀκοὴ  ΤΟ ΑΚΟΥΤΕ

Ἰσχύϊ Μάρτυς τοῦ Χριστοῦ, τὸν ἀνίσχυρον ἐχθρὸν ἐθανάτωσας, κατεπαιρόμενον καὶ μάτην ὄντως νῦν φρυαττόμενον, καὶ τῇ τοῦ ξίφους ἐκτομῇ, τὴν κάραν ὑπέκλινας, καὶ καθηγίασας, τῇ τοῦ αἵματος ῥοῇ τὴν γῆν ἅπασαν.

 

Ὡς κόσμος πάντων ἀθλητῶν, ὡς μαρτύρων ὡραιότης Εὐσίγνιε, ὡς στῦλος ἄσειστος, τῆς Ἐκκλησίας, ὡς περιτείχισμα, τῶν εὐσεβῶν περιφανές, ὡς θεῖον ἀγλάϊσμα τῶν προστρεχόντων σοι, ὡς ὁλόφωτος ἀστὴρ μεμακάρισαι.

 

Στάζουσι μύρον οἱ ἀτμοί, τῶν ἱδρώτων σου εὐῶδες Εὐσίγνιε, καὶ τὰς καρδίας ἡμῶν, τῶν σὲ τιμώντων εὐωδιάζουσι, καὶ τὸ δυσῶδες τῶν παθῶν, κινδύνων καὶ θλίψεων ἀποδιώκουσιν, ἀθλοφόρε τοῦ Χριστοῦ γενναιότατε.

 

Ἥλιε δόξης, Ἰησοῦ, ὁ φαιδρύνας τὸ μνημόσυνον σήμερον, τοῦ Ἀθλοφόρου σου, αὐτοῦ πρεσβείαις φώτισον δέομαι, τὴν σκοτισθεῖσάν μου ψυχήν, ἀπάτῃ τοῦ ὄφεως, ἵνα δοξάζω σε, ὡς Θεὸν ἀληθινὸν καὶ φιλάνθρωπον.

Θεοτοκίον

Φώτισον πύλη τοῦ φωτός, τῆς καρδίας μου τὰ ὄμματα δέομαι, ταῖς ἀμαυρότησι τῆς ἁμαρτίας ἀποτυφλούμενα, καὶ δεκτικὰ τῶν θεϊκῶν, δεῖξον ἐπιλάμψεων, ἵνα γεραίρω σε, ἐν φωναῖς ἀγγελικαῖς Παναμώμητε.

 

Τοῦ Τριδίου

 

Εἱρμὸς ἄλλος

Σὲ τὴν ἀπειρόγαμον  ΤΟ ΑΚΟΥΤΕ

Ταύτην προεισόδιον τὴν ἡμέραν, τῆς σῆς Κύριε τελοῦντες πανενδόξου, καὶ παμφαοῦς Μεταμορφώσεως, ὕμνοις σε μεγαλύνομεν.

 

Τὴν καλὴν ἀλλοίωσιν ἀλλοιωθέντες, τῇ Χριστοῦ Μεταμορφώσει, εὑρεθῶμεν φωτοφανεῖς, ταῖς εὐπραγίαις ἡμῶν, ταύτην μεγαλύνοντες.

 

Προθύροις ἱστάμενοι τῆς ἐνδόξου, Μεταμορφώσεως Κυρίου, αὐγασθῶμεν πνευματικῶς τὰς διανοίας ἡμῶν, ταύτην μεγαλύνοντες.

Δόξα...

Σὲ τὴν Τριάδι καὶ Μονάδι, παντεξουσίαρχον οὐσίαν, τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον, ὕμνοις μεγαλύνομεν.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν ὑπεραγίαν Θεοτόκον, τὴν ἀνωτέραν τῶν ἄνω τάξεων, μόνη Ἁγνή, καὶ πάσης κτίσεως, ὕμνοις μεγαλύνομεν.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Σὲ τὴν ἀπειρόγαμον Θεοτόκον, τὴν οὐράνιον παστάδα, τὴν τεκοῦσαν τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, ἐν ὕμνοις μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Τοῖς μαθηταῖς συνέλθωμεν  ΤΟ ΑΚΟΥΤΕ

Θωρακισθεὶς Εὐσίγνιε, τὴν Χριστοῦ πανοπλίαν, τὰς παρατάξεις ἔτρεψας, τῶν ἀθέων τυράννων, καὶ ἦρας νίκης βραβεῖα, ἀνδρικῶς ἐναθλήσας, Μεγαλομάρτυς ἔνδοξε· ὅθεν νῦν τῇ Τριάδι, παρεστηκώς, σὺν Ἀγγέλοις πάνσοφε μὴ ἐλλίπῃς, ὑπὲρ ἡμῶν δεόμενος τῶν τιμώντων σε πόθῳ.

Προεόρτιον

Οἱ δόξης ἐφιέμενοι, ὁλικῶς τῆς ἐνθέου, τὸ νέφος διακόψωμεν, τοῦ γεώδους σαρκίου, μετάρσιοι πρὸς τὸ ὄρος, τὸ Θαβὼρ ἀνελθόντες, καὶ Μωϋσεῖ Ἠλίᾳ τε, Μαθητῶν τοῖς πρωτάρχαις συμμετασχεῖν, θεϊκῆς ἐλλάμψεως ἀπροσίτου, ἀξιωθῆναι σπεύσωμεν, φῶς φωτὶ προσλαβόντες.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς.

 

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων  ΤΟ ΑΚΟΥΤΕ

Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως, προϋπαντὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ πρίν, ἀφθαρσίαν ἀπαστράψαντα.

 

Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.

 

Ἐπὶ τὸ ἅγιον ὄρος δεῦτε ἀπίωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν Κυρίου, τοῦτον πιστῶς, προσκυνοῦντες καὶ λέγοντες· Σὺ εἶ Θεὸς ἡμῶν μόνος, ὁ σαρκωθείς, καὶ θεώσας τὸ ἀνθρώπινον.

 

Στίχ. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται.

 

Αὕτη ἐστὶν ἡ ἡμέρα, ἡ προεόρτιος, μεθ' ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως καὶ Ἠλία, καὶ τῶν αὐτοῦ Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνῆς δὲ θείας λαλούσης· Οὗτός ἐστιν, ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός.

Δόξα... Καὶ νῦν...

Ἦχος πλ. α'

Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθὧν καὶ ἡμᾶς τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σὲ εἰς τοὺς αἰῶνας.

 

Καὶ Ἀπόλυσις