Τ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΑΥΓΟΥΣΤΟΥ

 

Μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

 

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν  ΤΟ ΑΚΟΥΤΕ

Παρανόμου προστάγματος, τῷ Θεῷ πειθαρχήσαντες, Παῖδες οἱ μακάριοι κατεφρόνησαν, καὶ δεσμευθέντες διέλυσαν, τῆς πλάνης τὸν σύνδεσμον, καὶ ἀξίαν κοσμικήν, ἀπωσάμενοι ἔλαβον, τὸ ἀξίωμα, τὸ αὐτοὺς περιδόξους ἐκτελέσαν, καὶ τὴν ἄνω προξενῆσαν, τῆς βασιλείας ἀπόλαυσιν.

 

Ἑαυτοὺς πρὸς τὰ σκάμματα, τῆς ἀθλήσεως Ἅγιοι, καρτερῶς γυμνάσαντες κατεκρύπτεσθε, ἐν τῷ σπηλαίῳ δεήσεσιν, ἀπαύστοις τὸν Κύριον, ἱκετεύοντες ἰσχύν, χορηγῆσαι καὶ δύναμιν, οἷς δὲ κρίμασιν, ὁ φιλάνθρωπος οἶδεν ἀφυπνῶσαι, ἐν εἰρήνῃ ὑμᾶς πάντας, θεαρχικῶς ἐγκελεύεται.

 

Μυστηρίων μυστήριον, τοῖς Ἁγίοις προτίθεται· ὡς γὰρ τελευτήσαντες, οὐκ ᾐσθάνοντο, οὕτω καὶ νῦν ἐγειρόμενοι, σαφῶς κατεπλήττοντο· εἰς γὰρ πίστωσιν νεκρῶν, Ἀναστάσεως γέγονε, τὸ τελούμενον, ὅπως γνόντες οἱ ταύτην ἀθετοῦντες, ἀποφράττωνται ἐν πίστει, δοξολογοῦντες τοὺς Μάρτυρας.

Δόξα... Καὶ νν... Θεοτοκίον

Κατακρίσεως λύτρωσαι, Παναγία Θεόνυμφε, καὶ δεινῶν πταισμάτων τὴν ταπεινήν μου ψυχήν, καὶ τοῦ θανάτου ἀπάλλαξον, εὐχαῖς σου καὶ δώρησαι, δικαιώσεως τυχεῖν, ἐν ἡμέρᾳ ἐτάσεως, ἧς ἐπέτυχον, τῶν Ἁγίων οἱ δῆμοι μετανοίᾳ, καθαρθέντα με πρὸ τέλους, καὶ τῶν δακρύων ταῖς χύσεσι.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἀμνὰς ἡ κυήσασα, ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

 

Ἀπολυτίκιον  Ἦχος δ'

Οἱ μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

 

Τοῖς ἑπτὰ Παισὶν αἶνον ᾄδω προσφόρως.

 

Ἐν δὲ τοῖς Θεοτοκίοις «Κλήμεντος», ἐλλείποντος τοῦ Λ' διὰ τὸ ὀκτάριθμον τῶν ᾨδῶν.

 

ᾨδὴ α'  Ἦχος β'

Δεῦτε λαοί, ᾄσωμεν  ΤΟ ΑΚΟΥΤΕ

Τοὺς ἀριθμῷ, λάμποντας τιμίους λίθους ἑπτά, δεῦτε πιστῶς τιμήσωμεν, ὅτι πυρσεύουσι τὴν Χριστοῦ Ἐκκλησίαν, τῆς ἑπταφώτου κρεῖττον λυχνίας τῆς νομικῆς.

 

Οἱ τῆς σαρκός, πρότερον νεκρώσει ζῶντες Χριστῷ, Παῖδες ἑπτὰ ἀνέθορον, ὡς ὕπνον θάνατον, παραδόξως λαβόντες, κρατύνοντες τὸ δόγμα τῆς Ἀναστάσεως.

 

Ἱεριχώ, πέπτωκε βοῇ σαλπίγγων ἑπτά, ἡ δὲ τῆς πλάνης ἔπαρσις, τῇ ἑπταφώτῳ νῦν, πίστει τῶν Ἀθλοφόρων, κατῆλθεν ἕως ᾍδου καὶ διαλέλυται.

 

Στέφος διπλοῦν, Ἅγιοι Παῖδες ἑπτὰ ἀληθῶς, ἐδέξασθε πορθήσαντες, πλάνην καὶ ἄρνησιν, τῆς ἐγέρσεως πάντων, τὴν μὲν πρὸ τοῦ θανάτου, τὴν δὲ ἐγέρσει ὑμῶν.

Θεοτοκίον

Καινοπρεπῆ, τόκον καινίζεις Ἀνύμφευτε· ὁ γὰρ Πατρὶ συνάναρχος ἐν θείῳ Πνεύματι, συναδιος Λόγος, ἐκ σοῦ ἐσωματώθη, χωρὶς τροπῆς καὶ φυρμοῦ.

 

ᾨδὴ γ'

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Ἀστέρες ἀπλανεῖς ἑπτὰ ὤφθητε, τῇ πίστει ἀστράπτοντες, Ἀθλοφόροι, καὶ τοὺς πλάνης νηχομένους βυθῷ, πρὸς λιμένα σωτήριον ἰθύνατε.

 

Πρὸ βήματος στερρῶς ἑστῶτες Ἅγιοι, τυράννου ὡς πάλαι οἱ Μακκαβαῖοι, τῆς στρατείας διημείψατε, τὴν ἐπίκηρον δόξαν στρατευθέντες Χριστῷ.

 

Ἀξίως τῷ Χριστῷ δεκτὴ ἐδείχθητε, θυσία προσευχῆς Ἅγιοι Παῖδες, καὶ ὀσμὴ πανευωδέστατος, τὸ δυσῶδες ἐλέγχοντες τῆς πλάνης στερρῶς.

Θεοτοκίον

Ἡ βάτος ἐν Σινᾷ προδιετύπωσε, Παρθένε τὸ παράδοξον τοῦ σοῦ τόκου· τὸ γὰρ πῦρ τὸ τῆς Θεότητος, οὐκ ἐφλέχθης ἐν μήτρᾳ δεξαμένη πιστῶς.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον ἡμᾶς ἐν Σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

 

Κάθισμα  Ἦχος δ'

Ὁ ὑψωθεὶς  ΤΟ ΑΚΟΥΤΕ

Οἱ τὰ τοῦ κόσμου ὡς φθαρτὰ παριδόντες, καὶ τὰς ἀφθάρτους δωρεὰς εἰληφότες, ἀποθανόντες ἔμειναν ἐκτὸς καταφθορᾶς· ὅθεν ἐξανίστανται, μετὰ πλείονας χρόνους, ἅπασαν ἐνθάπτοντες, δυσμενῶν ἀπιστίαν, οὓς ἐν αἰνέσει σήμερον πιστοί, ἀνευφημοῦντες Χριστὸν ἀνυμνήσωμεν.

Δόξα... Καὶ νν... Θεοτοκίον

Φιλαμαρτήμων πεφυκὼς δυσωπῶ σε, τὸν ἀναμάρτητον Θεὸν τετοκυῖα, τὸν ἁμαρτίας αἴροντα τοῦ κόσμου Σεμνή, τὴν πολυαμάρτητον, οἰκτιρῆσαι ψυχήν μου, καὶ τὰς ἁμαρτίας μου, τὰς πολλὰς ἐξαλεῖψαι ἁμαρτωλῶν· αὕτη γὰρ ἱλασμός, καὶ σωτηρία πιστῶν καὶ ἀντίληψις.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσα Χριστέ, Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα· πῶς ὁ δοξαζόμενος ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

 

ᾨδὴ δ'

Εἰσακήκοα Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Ἱερώτατον σύνταγμα, τῷ ἀριθμῷ ἑπτὰ τετιμημένον, τοὺς ἑπτὰ τιμίους Παῖδας ὑμνήσωμεν.

 

Σοφιζόμενον μάταια, τὸν δυσσεβῆ τῆς πλάνης, βασιλέα, Ἐφεσίων Παῖδες ἔδειξαν ἄφρονα.

 

Ἱερεῖα πανάμωμα, ὡς ἀληθῶς καὶ θύματα Κυρίου, ἐν τῇ πίστει ὤφθητε Παῖδες ἅγιοι.

 

Νεκρωθέντες τῷ σώματι, πρὸ τῆς κοινῆς ἐγέρσεως ἀφράστως, ἀναστάντες Παῖδες, δόξῃ ἐστέφθητε.

Θεοτοκίον

Μὴ παρίδῃς πρεσβεύουσα, ὑπὲρ ἡμῶν ἀεὶ εὐλογημένη, λυτρωθῆναι πάσης θλίψεως Ἄχραντε.

 

ᾨδὴ ε'

Ὁ τοῦ φωτὸς χορηγὸς  ΤΟ ΑΚΟΥΤΕ

Ἀνεπαισθήτως τὸ πρίν, κοινὸν θανέντες ἐπὶ γῆς θάνατον, ὑπερφυῶς ἀνέστητε αὖθις, πιστούμενοι σαφῶς, Ἐφέσιοι Παῖδες, νεκρῶν τὴν Ἀνάστασιν.

 

Ἱερωθέντες Θεῷ, ὁμολογίᾳ ἀληθεῖ πίστεως, ὡς ἀθληταὶ νόμιμοι Κυρίου, ἐρρύσθητε σοφοί, κλοιῶν καὶ μαστίγων, καὶ στέφανον ἤρασθε.

 

Νενικηκότες στερρῶς, εἰδώλων πλάνην, εὐκλεεῖς μάρτυρες, καὶ ἀσεβοῦς αἱρέσεως δόγμα, φυλάττετε ἀεί, τοὺς ὁμολογοῦντας, νεκρῶν τὴν Ἀνάστασιν.

Θεοτοκίον

Ἐν δύο ταῖς φύσεσι, καὶ ὑποστάσει δὲ μιᾷ πέφηνας, τέλειος ὢν, βροτὸς ἀσυγχύτως, καὶ τέλειος Θεός, τεχθεὶς ἐξ Ἁγίας Μητρὸς Ὑπερούσιε.

 

ᾨδὴ ς'

Ἐν ἀβύσσῳ πταισμάτων  ΤΟ ΑΚΟΥΤΕ

Οἱ τῆς θείας σοφίας ἰσάριθμοι, στῦλοι εὐφημείσθωσαν Ἅγιοι Παῖδες ἑπτά, λόγοις ὡς λίθοις θλάσαντες, τῶν τυράννων τὸ ἄθεον πρόσταγμα.

 

Νόμῳ θείας προνοίας φρουρούμενοι, σχέδιον ἐδέξασθε ταφὴν τὸ σπήλαιον, ἐν ᾧ νεκροὶ καὶ ἄφθαρτοι, πολυχρόνιοι Ἅγιοι ὤφθητε.

 

Ἀφθαρσίᾳ συνέστιοι Μάρτυρες, πίστιν ἐκδιώκετε φθοροποιὸν καὶ νεκράν, καὶ τῷ Θεῷ πρεσβεύετε, ὑπὲρ τῶν ἐλπιζόντων Ἀνάστασιν.

Θεοτοκίον

Νῦν ἡ φύσις τοῦ θήλεος γέγηθε, νῦν ἡ λύπη πέπαυται, χαρὰ δὲ ἤνθησεν, ὅτι Μαρία τέτοκε, τὴν χαρὰν τὸν Σωτῆρα καὶ Κύριον.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ, Μαξιμιλιανοῦ, Ἑκουστωδιανοῦ, Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἰωάννου καὶ Κωνσταντίνου.

Στίχοι

·       Τὸν ἑπτάριθμον τιμῶ χορὸν Μαρτύρων,

·       Δείξαντα Ἀνάστασιν νεκρῶν τῷ κόσμῳ

·       Τῇ δὲ τετάρτῃ νεκροέγερτοι ξύνθανον ἑπτά.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακομιδῆς τῶν λειψάνων τῆς ὁσίας μητρὸς ἡμῶν καὶ Μάρτυρος Εὐδοκίας.

Στίχοι

·       Ὀσμὴ! τὶ τοῦτο; Σῶμα τῆς Εὐδοκίας,

·       Ἀθλητικῶν ἀπόζον ἥκει χαρίτων.

·       Πότνια Εὐδοκίη, νεκρὰ ἤχθη ἀμφὶ τετάρτην.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θαθουήλ, ἐν μηλέᾳ κρεμασθεὶς τελειοῦται.

Στίχοι

·       Θνῇσκε κρεμασθείς, Θαθουήλ, ἐν μηλέᾳ,

·       Ὡς ἂν τρυγήσῃς τῆς Ἐδὲμ μῆλα ξένα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας καὶ τῶν σὺν αὐτῇ.

Στίχοι

·       Ὀσμὴν ἴων ἔπνευσεν ἡ Μάρτυς Ἴα,

·       Ἐρυθροβαφῶν αἱμάτων ἀτμοπνόων.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Εἰκόνος χρυσῆς  ΤΟ ΑΚΟΥΤΕ

Δοχεῖα Χριστοῦ, καθαρὰ καὶ ἐκλεκτὰ οἱ Παῖδες ὤφθησαν, δι' ὧν τὸ δόγμα τῆς αἱρέσεως, τῆς Ἐκκλησίας διώκεται, καὶ Ὀρθοδοξία ἐκλάμπει· ὅτι ἔσται Ἀνάστασις, πάσης ψυχῆς τε καὶ σαρκὸς καθὰ γεγένηται.

 

Ὡς ὄντως στερροί, πρὸ θανάτου ἀληθῶς ἐν τῇ ἀθλήσει ὑμῶν Ἅγιοι Παῖδες αὖθις ὤφθητε, καὶ μετὰ νέκρωσιν ζήσαντες, δόξῃ κραταιούμενοι θείᾳ, εὐσεβῶς πιστωσάμενοι, ἐν ἑαυτοῖς τὸ ἀληθὲς τῆς Ἀναστάσεως.

 

Πνευμάτων ὁμοῦ, καὶ σωμάτων αἰσθητῶν ἔσται ἀνάστασις· ὡς γὰρ οὐκ ἔφυ ἄνευ σώματος, ψυχὴ ἐν κόσμῳ προέρχεσθαι, οὕτως οὐδὲ σώματος πάρεξ, οἱ Πανεύφημοι ἔλεγον· ἢ δοξασθήσεται ψυχὴ ἢ ἐτασθήσεται.

Θεοτοκίον

Τεκοῦσα Θεόν, τὸν Σωτῆρα τοῦ παντὸς Μαρία γέγονας, ἀπεγνωσμένων ἐπανόρθωσις, πεπλανημένων ἀντίληψις, καὶ ἀπηλπισμένων ἐλπίς τε, καὶ ψαλλόντων βοήθεια· Εὐλογημένος ὁ καρπὸς ὁ τῆς κοιλίας σου.

 

ᾨδὴ η'

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς  ΤΟ ΑΚΟΥΤΕ

Ῥίζαν πικρίας ἀσεβῶν, ἀναφύουσαν δεινῶς οἱ θεῖοι Παῖδες, ἐκτεμόντες τῆς πλάνης, καὶ τῆς αἱρέσεως νῦν, κομῶσι καρπῷ τῷ τῆς πίστεως, ζῶντες καὶ ταφέντες, πιστῶς καὶ ἀναστάντες.

 

Οἱ Ἐφεσίων ἀρχηγοί, Παῖδες Ἅγιοι ἑπτὰ καὶ ἀθλοφόροι, τῆς Χριστοῦ Ἐκκλησίας, καὶ βασιλείας πιστῶς, ἐνθέως ἐδείχθησαν στήριγμα, οὓς ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Στερροὶ φανέντες ἀθληταὶ καὶ ἰσάριθμοι δειχθέντες τῶν ἀστέρων, ἀπλανῆ τὴν πορείαν, τῆς εὐσεβείας ὁμοῦ οἱ Παῖδες ποιούμενοι ἔκραζον· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.

 

Φῶς καὶ ἀνάστασις ζωῆς, τοῖς Παισὶν ἐν τῷ σπηλαίῳ παραδόξως, ἐκ Θεοῦ ἐχαρίσθη, καὶ ἀναστάντες οἱ πρὶν θανέντες, ὡς ζῶντες ἐκραύγαζον· Σῶσον ὁ Θεὸς τούς ἐν πίστει σε ὑμνοῦντας.

Θεοτοκίον

Οὐδεὶς ἀπώλετο ἁγνή, τὰς τῆς πίστεως ἐλπίδας κεκτημένος, ἐπὶ σοὶ ὀρθοδόξως, Παρθένε Μήτηρ Θεοῦ, ἢ μόνοι οἱ φθόνῳ ἀρνούμενοι, σοῦ μὴ προσκυνεῖν τὴν μορφήν τῆς ἐμφερείας.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἡ τὸν πρὸ ἡλίου φωστῆρα  ΤΟ ΑΚΟΥΤΕ

Ὄλβος μυστηρίων καὶ θείων, θαυμασίων ἀποκάλυψις, ἡ τῶν Ἁγίων ὤφθη νῦν ἀνάστασις· οἱ γὰρ πάλαι τὸν φυσικόν, σαρκὶ θανόντες θάνατον, ἀφθάρτως νῦν ἀνέστησαν, ἠμφιεσμένοι ὡς ὑπνώττοντες.

 

Ῥώσεως ταμεῖον, καὶ πίστεως βεβαίας ἀποσφράγισμα, τὸ τῶν Ἁγίων ὤφθη σπήλαιον, προμηνῦον τὸ τῆς μελλούσης, κλέος Ἀναστάσεως οὐ τεταρταῖον Λάζαρον, ἀλλ' αἰωνίους ἀναστήσειν νεκρούς.

 

Ὡς τετιμημένοι οἱ Παῖδες, ἀριθμῷ τε καὶ τῇ πίστει Χριστοῦ, τῆς Ἐκκλησίας ὤφθησαν πιστῶς ὀφθαλμοί, ὑπερτέρως τοῦ Ζοροβάβελ, λίθου ἀπαστράπτοντες, ὧν περ τὰ θεῖα πνεύματα, πνευματικῶς ἀνευφημήσωμεν.

 

Στέφος μαρτυρίου, ἀθλήσαντες νομίμως ἀνεδήσασθε, Παῖδες ἑπτὰ καὶ στῦλοι τῆς σοφίας Θεοῦ, καὶ δογμάτων ὀρθοδοξίας ἔγερσις ἐδείχθητε, ὡς Ἐκκλησίας πρόμαχοι, καὶ πρεσβευταὶ τῶν εὐφημούντων ὑμᾶς.

Θεοτοκίον

Σῶμα καὶ ψυχήν σου, ἀμόλυντα Θεῷ διατηρούσης ἁγνή, ὁ Βασιλεὺς ἠράσθη τοῦ σοῦ κάλλους Χριστός, καὶ Μητέρα τῆς ἑαυτοῦ σαρκώσεως ἀνέδειξε, Μαρία ὑπερένδοξε, τὴν σωτηρίαν μου ἀεὶ ἐκπληρῶν.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἐξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Τοῖς μαθηταῖς συνέλθωμεν  ΤΟ ΑΚΟΥΤΕ

Τυραννικοῦ πρὸ βήματος τὸν Χριστὸν παρρησίᾳ, Παῖδες ἑπτὰ καὶ Μάρτυρες, ἐκηρύξατε πάντων, Θεὸν Σωτῆρα καὶ Κτίστην· ὑμεῖς γὰρ θείᾳ προνοίᾳ, σπηλαίῳ χρόνοις πλείοσι, κατὰ φύσιν θανόντες, ὑπερφυῶς, αὖθις ἐξανίστασθε ὡς ἐξ ὕπνου, αἱρετικῶν τὰ στόματα, ἀποφράττοντες πάντων.

Θεοτοκίον

Σὺν Ἰαμβλίχῳ μέλψωμεν, Ἰωάννην, Μαρτῖνον καὶ Κωνσταντῖνον ᾄσμασι, Μαξιμιλιανόν τε καὶ Διονύσιον ἅμα, κλεινῷ Ἑξακουστωδίῳ, φαιδρῶς πανηγυρίζοντες, τὴν φαιδράν τούτων μνήμην, ὅπως εὐχαῖς τούτων καὶ πρεσβείαις τῆς Θεοτόκου, πταισμάτων λύσιν εὕρωμεν, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.

 

Καὶ ἡ λοιπή, Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.