Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τῶν Ἁγίων ἐννέα Μαρτύρων
τῶν ἐν Κυζίκῳ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ
τῶν Ἁγίων γ'.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου
θαύματος ΤΟ
ΑΚΟΥΤΕ
Μάρτυρες
Χριστοῦ πανεύφημοι, κατακρατούσης ποτέ, τῆς Ἑλλήνων
σκαιότητος, καὶ ὠθούσης ἅπαντας, πρὸς ἀθέμιτα
βάραθρα, ὁδὸν εὐθεῖαν, οὐ κατελίπετε,
καὶ ἀθεΐᾳ, οὐ προσετέθητε, ἀλλ' ἐνηθλήσατε,
γνώμης ἀνδρειότητι, καὶ τὴν ζωήν, ξίφει
θανατούμενοι, κατεκληρώσασθε.
Θέογνιν
Ῥοῦφον Ἀντίπατρον, θεόστιχον Ἀρτεμᾶν,
Μάγνον τε καὶ Θεόδοτον, τὸν κλεινὸν θαυμάσιον,
καὶ τὸν θεῖον Φιλήμονα, τοὺς ἐν ἀθλήσει,
φαιδρῶς ἐκλάμψαντας, καὶ τοὺς ἐν σκότει,
φωταγωγήσαντας, πίστει τιμήσωμεν, ὕμνοις μακαρίσωμεν,
τὴν ἱεράν, τούτων ἑορτάζοντες, μνήμην
γηθόμενοι.
Ἄνθη
Μαρτύρων τερπνότατα, παρεμβολὴ ἱερά, θεοσύλλεκτον
ἄθροισμα, ἐκκλησία ἄριστος, συνοδία θεόλεκτος,
χορὸς Ἁγίων, δῆμος μακάριος, ὑπὲρ Τριάδος,
ἀγωνισάμενοι, ταύτην αἰτήσασθε, δοῦναι ἡμῖν
ἄφεσιν, ἁμαρτιῶν, καὶ εἰρήνην ἅπασι, καὶ
μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς
αὐτῆς. Ὁμοίως καὶ Ἀπολυτίκιον, καὶ
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ κανόνες τῆς Ἑορτῆς,
καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Τὴν ἐννάριθμον
Μαρτύρων σέβω χάριν.
Ποίημα Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ'
Τριστάτας κραταιους ΤΟ ΑΚΟΥΤΕ
Ταῖς
θείαις καλλοναῖς, ἐνηδόμενοι ὄντως, καὶ χειμάρρου
τῆς τρυφῆς, τρυφῶντες δαψιλῶς, καὶ μεθέξει θεούμενοι,
Μάρτυρες στεφανηφόροι, τοὺς ὑμᾶς μακαρίζοντας,
χαλεπῶν ἐκ κινδύνων λυτρώσασθε.
Ἡλίου
φωταυγοῦς, ἀνατείλαντος δίκην, ταῖς ἀκτῖσι
τῶν στερρῶν, ἀγώνων Ἀθληταί, καὶ θαυμάτων
ταῖς λάμψεσιν, ἅπαντας φωταγωγεῖτε, καὶ παθῶν
νύκτα λύετε, καὶ δαιμόνων τὸν ζόφον σκεδάζετε.
Νεφέλαι
μυστικαί, τῶν αἱμάτων τοῖς ὄμβροις, ὑετίζουσαι πιστούς,
ἐδείχθητε σοφοί, Ἀθληταῖς ἀξιάγαστοι,
καὶ ξηραίνουσαι τὴν πλάνην, ἀθεΐας ἐν
χάριτι· διὰ τοῦτο ὑμᾶς μακαρίζομεν.
Θεοτοκίον
Ἐκύησας
Χριστόν, ἐξ ἁγνῶν σου αἱμάτων, σαρκωθέντα
ὑπὲρ νοῦν, μορφῇ τῇ καθ' ἡμᾶς, Θεομῆτορ
πανάμωμε· ὅθεν πᾶσαι γενεαὶ σε, εὐσεβῶς
μακαρίζομεν, τῶν ἁγίων Μαρτύρων τὸ καύχημα.
ᾨδὴ γ'
Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ
Νεκροῖς
ξοάνοις, ἐπιθῦσαι μηδόλως θελήσαντες, τῷ τυθέντι
δι' ἡμᾶς, θυσία ζῶσα προσήχθητε, παῖδες ὡραιότατοι,
Ἅγιοι Μάρτυρες.
Νόμοις
ἐνθέοις, δυναμούμενοι σθένει τοῦ Πνεύματος,
ἀνομούντων τὰς βουλάς, καὶ τὰς ἐνέδρας
καθείλετε· νομίμως δ' ἀθλήσαντες, δόξης ἐτύχετε.
Ἀποσκοποῦντες,
εἰς τὴν μέλλουσαν εὔκλειαν Μάρτυρες, τὴν φθαρτὴν
καὶ γεηράν, τιμὴν ἐμφρόνως ἐλίπετε, καὶ
δόξαν ἀθάνατον, ὄντως ἐλάβετε.
Θεοτοκίον
Ῥομφαῖαι
πᾶσαι, τοῦ ἐχθροῦ νῦν εἰς τέλος ἐξέλιπον,
σοῦ τεκούσης τὸν Χριστόν, τρωθέντα λόγχῃ
Πανάμωμε, ὑπὲρ οὗ οἱ Μάρτυρες, τρωθέντες
ἤθλησαν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ
ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ
καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ
σοφίᾳ Χριστέ· οὐ γὰρ ἔστιν Ἅγιος,
πλήν σου φιλάνθρωπε».
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ
Λόγον ΤΟ ΑΚΟΥΤΕ
Σοφισθέντες
τῇ γνώσει τῇ θεϊκῇ, ὁπλισθέντες τοῖς ὅπλοις τοῖς νοητοῖς, ἐχθροῦ κατεβάλετε,
παρατάξεις ἐν Πνεύματι, καὶ βίῳ καὶ τρόπῳ,
θανέντες μετέβητε, πρός ζωὴν ἀγήρω, καὶ
φῶς τὸ ἀνέσπερον· ὅθεν καὶ ἰάσεις,
ἀναβλύζοντες πᾶσι, ἰᾶσθε νοσήματα, καὶ
διώκετε πνεύματα, Ἀθλοφόροι ἐννάριθμοι·
Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Καὶ τῆς Ἑορτῆς
ᾨδὴ δ'
Ὁ καθήμενος ἐν
δόξῃ ΤΟ
ΑΚΟΥΤΕ
Ἱερεῖα
Ἄθλοφόροι, καὶ νεόθυτα σφάγια, θεῖαι προσφοραί
τε, θύματα δεκτὰ προσηνέχθητε, τῷ ἑκουσίως τυθέντι,
καὶ τὸν θάνατον, θανατώσαντι· ὅθεν ὑμᾶς
μακαρίζομεν.
Θαῦμα
μέγιστον δεικνύντες, παρειμένας ἰάσασθε, Ἀθλοφόροι
χεῖρας, καὶ δυσεντερίας ἐρρύσασθε, τὸν προσφυγόντα
ἐκ πόθου τῇ σορῷ
ὑμῶν, περιβόητον ἄνδρα, ποτὲ ἀξιάγαστοι.
Μίαν
γνώμην διαφόροις, ἐν τοῖς σώμασιν ἔχοντες, μαρτυρίου
στέφος, ἅμα ἐκομίσασθε Μάρτυρες, ἐν οὐρανοῖς
οὖν Κυρίῳ παριστάμενοι, καὶ πληρούμενοι δόξης,
ἡμᾶς ἐποπτεύετε.
Θεοτοκίον
Ὁ
ἐν κόλποις τοῖς πατρῴοις,
ἀχωρίστως καθήμενος, σοῦ ἐν ταῖς ἀγκάλαις,
κάθηται Παρθένε ὡς νήπιος, οὗ τὸ μακάριον
πάθος εἰκονίζοντες, οἱ καλλίνικοι Παῖδες, ἀρίστως
ἐνήθλησαν.
ᾨδὴ ε'
Ἀσεβεῖς οὐκ
ὄψονται ΤΟ
ΑΚΟΥΤΕ
Νοητοὶ
ὡς ἄνθρακες, ἀνάψαντες Σοφοί, κατεφλέξατε ἀληθῶς,
φρυγανώδη ἅπασαν, πλάνην μακάριοι, καὶ πυρὰν
ἐσβέσατε, τῶν εἰδώλων δρόσῳ τοῦ
Πνεύματος.
Μερισμὸν
ἐν σώμασιν, οὐκ ἔσχετε πολλοῖς, ἀμερίστου
ὑπεραθλεῖν, Ἀθληταῖς Τριάδος κατεπειγόμενοι·
ὅθεν διελύσατε, διαβόλου πᾶσαν φάλαγγα.
Ἀνυμνείσθω
σήμερον, Θέογνις Ἀρτεμᾶς, Ῥοῦφος Μάγνος
τε ὁ κλεινός, εὐκλεὴς Φιλήμων τε καὶ ὁ
Θεόδοτος, σὺν τῷ θαυμασίῳ τε, καὶ Ἀντίπατρος
Θεόστιχος.
Θεοτοκίον
Ῥυομένη
φάνηθι, ἡμᾶς τῶν δυσχερῶν, καὶ πταισμάτων
φθοροποιῶν, καὶ παθῶν καὶ θλίψεων καὶ περιστάσεων,
τοὺς πιστῶς ὑμνοῦντάς σε, Θεοτόκε ἀειπάρθενε.
ᾨδὴ ς'
Ἦλθον εἰς τὰ
βάθη ΤΟ
ΑΚΟΥΤΕ
Τίμιος
ὁ θάνατος ἐδείχθη, τῶν θείων Ἀθλοφόρων,
σοῦ Θεὲ τῶν ὅλων ἐναντίον, οὓς περ σαφῶς,
ἰατρεῖον ἄμισθον, τοῖς νοσοῦσιν ἐναπέδειξας.
Ὑψώσαντες
χεῖρας καὶ καρδίας, ὑψηλοτάτῃ γνώμῃ,
πρὸς τὸν Ὕψιστον ἀνδρειοφρόνως, τοῦ πονηροῦ
τὰς ἐπάρσεις Μάρτυρες, θεοφόροι κατερράξατε.
Ῥείθροις
τῶν σεπτῶν ὑμῶν αἱμάτων, εἰδωλικῆς
ἀπάτης, ἐξηράνατε θάλασσαν ὄντως, καὶ
τὴν Χριστοῦ, Ἐκκλησίαν Μάρτυρες, κατηρδεύσατε
θεόφρονες.
Θεοτοκίον
Ὥσπερ
θημονία ἡ κοιλία, σοῦ τῆς Ἁγνῆς ὡράθη,
σῖτον φέρουσα ἀθανασίας, πάντων πιστῶν, τὰς
ψυχὰς τὸν τρέφοντα, καὶ τοὺς Μάρτυρας εὐφραίνοντα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἦλθον
εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ
με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὁ Θεός,
ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος».
Κοντάκιον τῆς Ἑορτῆς
Συναξάριον
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τῶν Ἁγίων ἐννέα Μαρτύρων τῶν ἐν
Κυζίκῳ, Θεόγνιδος, Ῥούφου, Ἀντιπάτρου,
Θεοστίχου, Ἀρτεμᾶ, Μάγνου, Θεοδότου, Θαυμασίου
καὶ Φιλήμονος.
Στίχοι
·
Εἰκὼν
ἀΰλων Ταγμάτων τῶν ἐννέα,
·
Οἱ
τὰς κάρας τμηθέντες ἄνδρες ἐννέα.
·
Εἰκάδι
ὀγδοάτῃ βιότου λυγροῦ ἐννὲ᾽ ἀπῆραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μέμνονος τοῦ
θαυματουργοῦ.
Στίχοι
·
Ὑπνοῖ
τι μικρόν, ἁρπαγὴν τὴν ἐσχάτην,
·
Τὴν
εἰς ἀπαντὴν τοῦ Θεοῦ, Μέμνων μένων.
Διήγησις περὶ τοῦ γενομένου θαύματος
ἐν Ἀφρικῇ, ἐν τῇ πόλει Καρθαγένῃ.
Στίχοι
·
Ἔκστηθι
λάγνε, ὧδε μοιχείας βλέπων,
·
Τὴν
ἐκδίκησιν, καὶ μακρὰν ταύτης γίνου.
Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου,
Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Νέοι τρεῖς ἐν
Βαβυλῶνι ΤΟ
ΑΚΟΥΤΕ
Νέοι
ἓξ τρισὶ πρὸς ἄλλοις, μίαν γνώμην ἐν πολλοῖς,
κτησάμενοι σώμασι, κάμινον κατέσβεσαν πλάνης, δρόσῳ
θείου Πνεύματος, εὐσεβῶς δροσιζόμενοι.
Στάζουσιν
ὑμῶν οἱ πόνοι, Μάρτυρες θείους κρουνούς,
ἰάσεων πάντοτε, νόσων ποταμοὺς ἐκμειοῦντες,
καὶ ῥύπον πάντα πλύνοντες, τῶν παθῶν ἀξιάγαστοι.
Ἔχαιρον
οἱ Ἀθλοφόροι, ἐν τῷ θλίβεσθαι αὐτούς,
χαρὰν ἀνεκλάλητον, ἔψαλλον τεμνόμενοι ξίφει·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν
Πατέρων ἡμῶν.
Βάρη
τὰ τῶν νοσημάτων, πάθη τὰ τῶν καρδιῶν,
ὀδύνας τοῦ σώματος, πᾶσάν τε συμβαίνουσαν
θλῖψιν, ἡμῶν κουφίσαι ἔνδοξοι, Ἀθληταῖς
δυσωπήθητε.
Θεοτοκίον
Ὤφθης
πάντων τῶν Μαρτύρων, ἄχραντε Μῆτερ Θεοῦ, κραταίωμα
μέγιστον, ὤφθης τῶν ἀνθρώπων προστάτις, τῶν
σὲ ὑμνούντων πάντοτε, ἱεροῖς μελῳδήμασιν.
ᾨδὴ η'
Λυτρωτὰ τοῦ παντὸς ΤΟ ΑΚΟΥΤΕ
Χαριστήριον
αἶνον προσάξωμεν, τῷ μεγίστους ἡμῖν ἀντιλήπτορας,
τοὺς ἀθλοφόρους Μάρτυρας, παρασχόντι, βοῶντες·
Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν
Κύριον.
Ἀνυμνείσθω
ὁ μέγας Ἀντίπατρος, θαυμαζέσθω ὁ θεῖος
Θαυμάσιος, Ῥοῦφός τε καὶ Θεόστιχος, Μάγνος
Θέογνις ἅμα τῷ Θεοδότῳ, Ἀρτεμᾷ καὶ
τῷ θείῳ Φιλήμονι.
Ῥιζωθέντες
ἐν πέτρᾳ τῆς πίστεως, εὐγενῆ ὡς
στελέχη οἱ Μάρτυρες, καρποὺς ἡμῖν ἀθλήσεως,
νῦν προβάλλονται πίστει τοῖς μελῳδοῦσιν· Εὐλογεῖτε
τὰ ἔργα τὸν Κύριον.
Ἰατῆρες
παθῶν μεγαλώνυμοι, τῆς ψυχῆς μου τὰ πάθη ἰάσασθε,
καὶ τῆς γεέννης ῥύσασθε, καὶ τοῦ σκότους
ἐκείνου τοῦ ἐξωτέρου, δυσωποῦντες Χριστὸν
τὸν Θεὸν ἡμῶν,
Θεοτοκίον
Νομοδότην
Χριστὸν ἀπεκύησας, τὸν νομίμως ἀθλήσαντας
στέψαντα, τοὺς ἀθλοφόρους Μάρτυρας, ὃν δυσώπει,
τῷ νόμῳ τῆς ἁμαρτίας, τροπωθέντα με Κόρη
ἰάσασθαι.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ
τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς
εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας
μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε
τὸν Κύριον».
ᾨδὴ θ'
Εὔα μὲν τῷ
τῆς παρακοῆς ΤΟ
ΑΚΟΥΤΕ
Ἰδού,
ἠνεῴχθησαν ἡμῖν οὐράνιοι, πυλεῶνες ἐναθλήσασιν,
ἔφη Χριστὸς τοῖς Ἀθλοφόροις,
εἰσέλθετε, κομίσασθε χαίροντες, τὰ ἔπαθλα τῶν
πόνων ἐπάξια, τοῖς
ἀπ' αἰῶνος ἐναθλήσασιν.
Ὡς
ἄνθη τερπνὰ τοῦ νοητοῦ πανεύφημοι, Παραδείσου
ἐγνωρίσθητε, κρίνα ὡς εὔοσμα καὶ ῥόδα,
ἡμᾶς ἐγκατοσφραίνοντες χάριτι, καὶ πλάνης
δυσωδίας ἐξαίροντες· ὅθεν ἀξίως μακαρίζεσθε.
Στῶμεν
ἐν τῷ οἴκῳ τοῦ Θεοῦ γεραίροντες, Ἀντιπάτρου
Θεοστίχου τε, Ῥούφου Φιλήμονος τοὺς ἄθλους,
τοῦ θείου Θαυμασίου τὰ θαύματα, τοῦ Μάγνου
Ἀρτεμᾶ καὶ Θεόγνιδος, καὶ Θεοδότου τὸ
ἀήττητον.
Ἡμέρα
σωτήριος ἡμῖν ἀνέτειλε, τῶν Ἁγίων
ἡ πανήγυρις, ἣν ἐκτελοῦντες ἐτησίως, βοήσωμεν
αὐτοῖς μετὰ πίστεως, Μαρτύρων φωταυγῆ ἀκροθίνια
πάντων καρδίας καταυγάζετε.
Θεοτοκίον
Φορέσας
ἐκ σοῦ ὁ Βασιλεὺς τοῦ σώματος, τὴν πορφύραν
προελήλυθεν, ὅλος ὡραῖος ἐκ γαστρός σου, καὶ
πάντας τοὺς ἐχθροὺς ἐτροπώσατο, καὶ νίκην
Ἀθλοφόροις ἑβράβευσεν, ἄχραντε μόνη Ἀειπάρθενε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα
μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν
εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ
τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν
εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».
Ἐξαποστειλάριον τῆς
Ἑορτῆς
Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.