Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Συμεὼν τοῦ ἐν Περσίδι, καὶ τῶν σὺν αὐτῷ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἤστραψεν
ὡς ἥλιος, ἡ θεία μνήμη σου σήμερον, τοὺς
πιστοὺς καταυγάζουσα, τὴν κτίσιν φωτίζουσα, θείαις
φρυκτωρίαις, Συμεὼν Παμμάκαρ, καὶ παθημάτων τὴν
ἀχλύν, καὶ τῶν δαιμόνων σκότος διώκουσα·
διὸ σε μακαρίζομεν, καὶ ἐτησίως γεραίρομεν,
ὡς φωστῆρα παγκόσμιον, πρεσβευτὴν ὡς θερμότατον.
Σοφῶς
ἀντικτώμενος, τῶν ἐπὶ γῆς τὰ οὐράνια,
καὶ ῥεόντων τὰ ἄρρευστα, φθαρτῆς δόξης
ἄφθαρτον, ἀντημείψω χαίρων, βασάνων τε νέφους,
καὶ αἰκισμῶν παντοδαπῶς, τὰ ὑπὲρ λόγον
Θεοῦ Βασίλειε, ἐν οἷς καὶ ἀγαλλόμενος,
σὺν τοῖς συνάθλοις σου ἔνδοξε, ὑπὲρ πάντων
ἱκέτευε, τῶν πιστῶς εὐφημούντων σε.
Βέλει
τῷ τῶν λόγων σου, παρανομούντων συστήματα, Συμεὼν
Μάρτυς ἔτρωσας· φωνὴν ὅθεν ἔδωκαν οὐρανῶν
νεφέλαι, χοροὶ τῶν Ἀγγέλων, συνεπεκρότησαν λοιπόν,
τῶν σῶν ἀγώνων τὴν καρτερότητα· διὸ
ἐπαγαλλόμενοι, πάντες πιστῶς ἑορτάζομεν, τὴν
ἁγίαν σου κοίμησιν, τὸν Σωτῆρα δοξάζοντες.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ
πολυΰμνητε,
τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις
ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου
Τριάδος ποίησον, ὅπως τὴν μεσιτείαν σου, καὶ
τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος,
ὁ ἀχρεῖος ἱκέτης σου.
Ἢ Σταυροθεοτοκίον
Σταυρούμενον
βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ
λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον,
ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα,
καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα
ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ
τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ
ἐμὸν καταθύμιον.
Ἀπολυτίκιον
Ἦχος πλ. α'
Τῶν
ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν
αἱ δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι
θνητῷ τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει
τοῦ Σταυροῦ ἀγωνισάμενοι καλῶς, ἐνίκησαν
ἀοράτως, καὶ νῦν πρεσβεύουσι τῷ Κυρίῳ,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς ἡμέρας,
ὡς σύνηθες, καὶ τοῦ Ἁγίου, οὗ ἡ
Ἀκροστιχίς.
Στέφω μάκαρ σε, Συμεών,
μελῳδίαις.
Ποίημα Ἰωσήφ.
ᾨδὴ α'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵππον
καὶ ἀναβάτην εἰς θάλασσαν Ἐρυθράν, ὁ
συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς
ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον
ὕμνον ᾄδοντα».
Στέφανον
ἀφθαρσίας ἀναδησάμενος, καὶ τῷ θρόνῳ
Κυρίου, Παμμάκαρ παριστάμενος, τοὺς πίστει τιμῶντάς
σου, τὴν φωσφόρον ἄθλησιν, ταῖς εὐχαῖς σου ἀεὶ
περίσῳζε.
Τίμιον
σκεῦος ὤφθης τοῦ θείου Πνεύματος, Συμεὼν θεοφόρε,
παρ' οὗ χρισθεὶς ἐποίμανας, λαὸν περιούσιον,
βακτηρίᾳ θείων δογμάτων, Μάρτυς ἐφ' ὕδωρ
γνώσεως.
Ἔλαμψας
ἐν τῷ κόσμῳ πράξει καὶ λόγῳ σοφέ,
ἐν λαμπρότητι βίου, καὶ λαὸν ἐποίμανας,
ἐπὶ χλόην Ὅσιε ζωηφόρον, ὅστις γεραίρει,
Μάρτυς τὴν θείαν μνήμην σου.
Θεοτοκίον
Φέρεις
χερσὶ Παρθένε τὸν πάντα φέροντα, καὶ θηλάζεις
ὡς βρέφος, τὸν χορηγὸν τοῦ γάλακτος· αὐτὸν
οὖν ἱκέτευε, τὸν λαόν σου ἅπαντα, οἰκτιρῆσαι
πιστῶς ὑμνοῦντά σε.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ
πήξας ἐπ' οὐδενός, τὴν γῆν τῇ προστάξει
σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ
τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν
σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ
καὶ φιλάνθρωπε».
Ὡραίως
τὰς τῆς ψυχῆς, κινήσεις ποιούμενος, καὶ βαδίζων
τρίβον τὴν ἄνω φέρουσαν, πάσης ἀνοδίας
πονηρᾶς, ἐξέκλινας καὶ ἤχθης, πρὸς τῆς
ζωῆς τὴν πύλην ἔνδοξε, πρὸς τὴν αἰωνίαν
κατάπαυσιν.
Μακρύνας
τὸν λογισμόν, παθῶν τῶν τοῦ σώματος, ἀναιμάκτους
Πάτερ θυσίας ἤνεγκας, Λόγῳ τῷ τυθέντι
δι' ἡμᾶς, καὶ τούτου καταγγέλλων, τὴν ὑπὲρ
λόγον θείαν σάρκωσιν, τέθυσαι ἀρνίον ὡς
ἄκακον.
Ἀνήχθης
ὡς καθαρά, θυσία καὶ ἄμωμος, τῇ τοῦ Θεοῦ
τραπέζῃ Μάκαρ ἀοίδιμε, καὶ ὡς ὁλοκαύτωμα
δεκτόν, τυθεὶς ἐθελουσίως, ὑπὲρ τῆς πίστεως
εἰσδέδεξαι, δόξαν εὐκλεῆ κλεϊζόμενος.
Θεοτοκίον
Κατάρας
προγονικῆς, ἡμᾶς ἠλευθέρωσας, εὐλογίαις
πάντας τὸν στεφανώσαντα, Λόγον σωματώσασα Ἁγνή,
ἀεὶ εὐλογημένη, τῶν Ἀθλοφόρων ἐγκαλλώπισμα,
καὶ ἁμαρτανόντων ἐξίλασμα.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὡς
ἥλιος ἡμῖν, ἡ ἁγία σου μνήμη, ἀνέτειλε
σοφέ, Συμεὼν Ἱεράρχα, καὶ τῶν συμμαρτύρων
σου, τοὺς πιστοὺς καταυγάζουσα, ἣν περ σήμερον, ἐπιτελοῦντες
βοῶμεν· ἱκετεύσατε, ὑπὲρ ἡμῶν Ἀθλοφόροι,
τὸν μόνον φιλάνθρωπον.
Θεοτοκίον
Μαρία
τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον
ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως,
καὶ πταισμάτων καὶ θλίψεων, καὶ ἀνάγαγε,
ἐκ ῥᾳθυμίας βαράθρων, τοῦ δοξάζειν σε,
παντελεῆμον τὴν μόνην, ἐλπίδα τῶν δούλων
σου.
Ἢ Σταυροθεοτοκίον
Ὁρῶσά
σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ
Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου
συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τὶς
ἡ ἄφατος, οἰκονομία σου αὕτη; δι' ἧς ἔσωσας,
τὸ τῶν ἀχράντων χειρῶν σου, σοφὸν δημιούργημα.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν
θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ,
Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν
λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».
Ἀγόμενος
δεσμώτης διέλυσας, τὰς μηχανὰς τοῦ πονηροῦ,
Ἱερομύστα πανόλβιε, καὶ ἐναθλήσας γενναίως,
στεφάνους ἀφθαρσίας ἀπείληφας.
Ῥημάτων
σου βολίσι κατέτρωσας, Ἱερομάρτυς Συμεών, παρανομούντων
συστήματα, καὶ τῷ πυρὶ τῶν αἱμάτων, πολύθεον
ἀπάτην ἐνέπρησας.
Σταλάζουσιν
οἱ πόνοι σου ἴαμα, τοῖς ἀσθενοῦσι τὰς
ψυχάς, τῶν Ἀποστόλων ὁμότροπος· σὺ
γὰρ σαφῶς ἀνεδείχθης, καὶ θείων Ἀθλοφόρων
ἐφάμιλλος.
Θεοτοκίον
Ἐκ
σοῦ δικαιοσύνης ὁ Ἥλιος, ἐξανατείλας ὑπὲρ
νοῦν, τὴν οἰκουμένην ἐφώτισε, θεοχαρίτωτε
Κόρη, καὶ πλάνης τὸν χειμῶνα διέλυσεν.
ᾨδὴ ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ
ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πρὸς σὲ
ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν
μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστέ, ὡς μόνος
εὔσπλαγχνος».
Στῦλος
καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας Χριστοῦ, ὀφθεὶς
Παμμάκαρ τῇ σῇ ἀθλήσει, ἀκλινῆ ἀκράδαντον,
ταύτην εἰς αἰῶνας, συντήρει μεσιτείαις σου.
Ὕμνοις
μακαρίζομεν, τὴν πολιτείαν σου, τοὺς διωγμούς τε καὶ
τὰς ἐνστάσεις, Συμεὼν πανόλβιε, δι' ὧν ἠξιώθης,
τῆς μακαρίας λήξεως.
Μύρῳ
θείας χρίσεως, ποιμὴν γενόμενος, ὑπὲρ τῆς
ποίμνης ἐτύθης Μάκαρ, ὡς κριὸς ἐπίσημος,
καὶ τῶν πρωτοτόκων, τὴν Ἐκκλησίαν εὔφρανας.
Θεοτοκίον
Εὕροιμὶ
σε Δέσποινα, ἐξαιρουμένην με, ἐν ὥρᾳ δίκης,
τῆς καταδίκης, ὁ πιστῶς δοξάζων σε, καὶ κολαστηρίων,
ῥυσθείην τῶν μενόντων με.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μαινομένην
κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν
τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ
με ὡς εὔσπλαγχνος».
Ὤφθης
θείας ἔμπλεως, θυμηδίας Μάκαρ Συμεών, διὰ ξίφους
τέλος τὸ μακάριον, σὺν ἑκατόν, δεξάμενος
θείοις Μάρτυσι.
Νέοι
καὶ πρεσβύτεροι, μονασταί τε καὶ ἱερουργοί,
τὸν καλὸν ἀγῶνα διανύσαντες, ὑπὲρ Χριστοῦ,
καθάπερ ἄρνες ἐτύθητε.
Μακαρίως
ζήσαντες, Ἀθλοφόροι τέλος ἀληθῶς, ἐν Χριστῷ
ἠνύσατε μακάριον, διὰ ξίφους τελειωθέντες γηθόμενοι.
Θεοτοκίον
Ἐκ
σοῦ ἀνατέταλκε, Παναγία ὁ Δημιουργός, καὶ
ἀκτῖσι θείας ἐπιγνώσεως
τοὺς ἐν νυκτί, τῆς ἀγνωσίας ἐφώτισεν.
Τὸ Μαρτυρικὸν τοῦ Ἠχου.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου
Περσίδος, καὶ τῶν σὺν αὐτῷ, Αὐδελλᾶ
Πρεσβυτέρου, Γοθαζάτ, Φουσίκ, καὶ ἑτέρων χιλίων
ἑκατὸν πεντήκοντα.
Στίχοι
·
Ἐπίσκοπόν
σε, Συμεών, ἐγὼ μέγαν,
·
Ἐκ
δὲ ξίφους μέγιστον ἀθλητὴν ἔγνων.
·
Ἄρκτου
τὸ δεινὸν Αὐδελλᾶς ἔδυ στόμα,
·
Βδέλλης
ἀπλήστου τοῦ Σατᾶν φυγὼν στόμα.
·
Ἐπιτραπέντος
τοῦ θύειν ἢ τεθνάναι,
·
Θανεῖν
Γοθαζὰτ εἵλετο τμηθεὶς ξίφει.
·
Τὸ
δέρμα Φουσὶκ ἐκδεδάρθω μου λέγει,
·
Χιτὼν
ὑφανθεὶς τοῦ Σατανᾶ τῇ κρόκῃ.
·
Τέμνουσιν
ἀνδρῶν τριπλοπεντηκοντάδα,
·
Τὴν
τριπρόσωπον προσκυνοῦσαν οὐσίαν.
·
Πίπτουσι
Περσῶν ἀμφὶ χιλίους ξίφει,
·
Ἰδὼν
ἔφης ἂν Παῦλε, Μαρτύρων νέφος.
·
Ἑβδομάτῃ
Συμεὼν δεκάτῃ ἀπὸ αὐχένα τμήθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου μάρτυρος, Ἀδριανοῦ τοῦ νέου.
Στίχοι
·
Ἂν
οὐκ ἔγνως τὶς ἐστιν ὁ φλογὸς μέσον,
·
Γνώσῃ λαλοῦντος, Ἀδριανέ, καρτέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγαπητοῦ,
Πάπα Ῥώμης.
Στίχοι
·
Θνῄσκων
τὶ κράζεις; Σῶτερ, ἠγάπησά σε.
·
Ἀλλ'
ἠγαπήθης, Ἀγαπητέ, καὶ πλέον.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις
Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ο υπερυψούμενος,
τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς
Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας·
ὁ Θεὸς εὐλογητὸς εἶ».
Λύχνος
φαίνων γνώσεως, φῶς ἐγνώσθης Ὅσιε, ἐν
σκότει καθεύδουσιν, ἀγνοίας καὶ ἔλυσας, πυρσολατρῶν
τὸ σκότος, ἐναθλήσας παραδόξως.
Ὤφθης
προηγούμενος, Ἀθλητῶν συστήματος, μεθ' ὧν τελειούμενος,
ξίφει ἀνεκραύγαζες· Συμεὼν θεόφρον, ὁ Θεὸς
εὐλογητὸς εἶ.
Δῆμον
πολυάριθμον, Μαρτύρων τιμήσωμεν, σεπτῶς συγκροτούμενον,
διαφόρων πόλεων, ἱερουργῶν ἐνθέων, μοναστῶν
τε θεοφόρων.
Θεοτοκίον
Ἴασαι
Πανάμωμε, πάθη τῆς καρδίας μου, κόπασον τὸν
τάραχον, τὸν νοῦν μου χειμάζοντα, καὶ σῶσόν
με βοῶντα· ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοὶ
τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον
πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα,
τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας».
Ἄνθραξ
νοητός, Συμεὼν δεδειγμένος, πυρὶ οὐκ ἐλάτρευσας,
Μακαριώτατε· ὕλην πικρὰν δέ, πολυθεΐας φλέξας, ἄδυτον πρὸς
φέγγος, ἀξίως μετετέθης.
Ἴασαι
ἡμῶν, τὰς ἀσθενείας Μάρτυς, τὸν ζόφον
ἀπέλασον τῶν καρδιῶν ἡμῶν, καὶ αἰωνίου
ζωῆς, δεῖξον μετόχους, σαῖς πρὸς τὸν Δεσπότην,
θεόφρον μεσιτείαις.
Στάζουσιν
ἡμῖν, οἱ σοὶ ἀγῶνες Πάτερ, ψυχῆς
ἀγαλλίασιν, καὶ ἀπελαύνουσιν, πάθη ποικίλα,
καὶ νόσους τῶν σωμάτων, τῶν προσερχομένων, πιστῶς
ἐν τῇ σορῷ σου.
Θεοτοκίον
Ἵνα
τὸν σεπτόν, σοῦ προδηλώσῃ τόκον, βάτος
ἀκατάφλεκτος, ὡράθη Πάναγνε· πῦρ γὰρ
ἐν σπλάγχνοις, τὸ θεῖον δεξαμένη, ὅλως οὐκ
ἐφλέχθης· διὸ σε ἀνυμνοῦμεν.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡσαΐα χόρευε, ἡ Παρθένος
ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν
Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολὴ
ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον
μακαρίζομεν».
Ὡς
δεκτὸν θυμίαμα, προσηνέχθης τῷ Παμβασιλεῖ, ὡς
σφάγιον ἱερὸν ὡς περικαλές, σοφὲ καλλιέρημα,
ὥσπερ μύρον, ὥσπερ προσφορά, ῥόδον ὡς
εὔοσμον, ὡς Μαρτύρων ἀγαλλίαμα.
Στήριγμα
γενόμενος, Ἱεράρχα, πάντων τῶν πιστῶν, ἐτύθης
ὥσπερ κριός, καὶ πρὸς νοητά, μετέβης βασίλεια,
καὶ Βασιλεῖ πάντων καὶ Θεῷ, χαίρων παρίστασαι,
θείᾳ δόξῃ ἀστραπτόμενος.
Ἡ
σεπτὴ παράταξις, τῶν Μαρτύρων μέσον ἀσεβῶν,
κηρύξασα τὸν Χριστόν, πλήθη δυσμενῶν, δαιμόνων
ἠφάνισε, καὶ στρατιαῖς ταῖς ἀγγελικαῖς,
ὄντως συνήφθησαν, θείᾳ δόξῃ κλεϊζόμενοι.
Θεοτοκίον
Φανοτάταις
λάμψεσι, παναγία Μήτηρ τοῦ Θεοῦ, καταύγασόν
μου τὸν νοῦν, σκότει χαλεπῷ, ἀγνοίας κρατούμενον,
ὅπως τυχὼν θείου φωτισμοῦ, τὰ μεγαλεῖά
σου καταγγέλλω ἀειπάρθενε.
Τὸ Φωταγωγικόν, τὸ
Ἰδιόμελον τῆς ἡμέρας, ἡ Α' Ὥρα, καὶ
Ἀπόλυσις.