Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΑΠΡΙΛΙΟΥ

 

Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Ἡρῳδίωνος, Ἀγάβου, Ῥούφου, Ἀσυγκρίτου, Φλέγοντος καὶ Ἑρμοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ τοῦ Τριῳδίου γ' καὶ τῶν Ἀποστόλων γ'.

 

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν  ΤΟ ΑΚΟΥΤΕ

Ἀετοὶ ὡς ὑπόπτεροι, πᾶσαν γῆν διεδράμετε, τὰ σεπτὰ διδάγματα, κατασπείροντες, καὶ τὰ ζιζάνια τέμνοντες, τῆς πλάνης ἐν χάριτι, καὶ πολύχουν τὸν καρπόν, γεωργοῦντες Πανεύφημοι, ὃν κατέχουσι, νοηταὶ ἀποθῆκαι, εἰς αἰῶνας, Γεωργῷ τῷ ἀθανάτῳ, περιφανῶς συντηρούμενον.

 

Ἡρῳδίωνα, Ἄγαβον, καὶ Ἀσύγκριτον, Ῥοῦφόν τε, καὶ Ἑρμῆν καὶ Φλέγοντα, μακαρίσωμεν, τὰ τῆς ἀμπέλου τυγχάνοντα, κατάκαρπα κλήματα, ἀποστάζοντα ἡμῖν, γλυκασμόν τὸν σωτήριον, τὸν εὐφραίνοντα, τὰς διψώσας καρδίας τῶν ἐν πίστει, ἀληθεῖ τούτων τὴν μνήμην, ἐπιτελούντων τὴν εὔσημον.

 

Οὐρανοὶ χρηματίσαντες, ὑψηλοὶ τὴν διάνοιαν, δόξαν ἀναγγέλλετε, τοῦ Θεοῦ ἡμῶν, τοῦ σαρκωθέντος θελήματι, θεόπται Ἀπόστολοι, ὁδηγοὶ τῶν εὐσεβῶν, Ἐκκλησίας θεμέλιοι, πύργοι ἄσειστοι, εὐσεβείας λιμένες, ἀπορρήτων, μυστηρίων ὑπηρέται, φωταγωγοὶ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νν... Θεοτοκίον

Ὡς Θεοῦ Μήτηρ ἄφθορος, καὶ ἁγνὴ καὶ πανάμωμος, καὶ ἁγιωσύνῃ πάσῃ ἀσύγκριτος, τὸν ἐναγῆ καὶ ἀκάθαρτον, καὶ πάσης αἰσχρότητος, παρανόμου καὶ δεινῆς, εὑρετήν ἐγχειρήσεως, μὴ ἀπώσῃ με, μὴ ἐάσῃς με ὅλως ἀπολέσθαι, ἀλλὰ ῥῦσαι τῶν παθῶν με, καὶ ἐπιστρέφοντα σῶσόν με.

Ἢ Σταυροθεοτοκίον

Πικροτάτως δακρύουσαν, καὶ θρηνοῦσάν σε πάναγνε, ἐλεήσας ᾤκτιρεν, ὁ ἐκ σπλάγχνων σου, σάρκα λαβὼν ὑπὲρ ἔννοιαν, καὶ δρόσον ἐνστάξας σοι, ἐπεφώνει ὡς Υἱός· Παῦσαι Μῆτερ δακρύουσα· εἰ γὰρ πέπονθα, ἑκουσίως Παρθένε, καὶ νεκροῦμαι· ἀλλ' ἐγείρομαι δοξάσαι, τοὺς σὲ σεπτῶς μεγαλύνοντας.

 

Ἀπολυτίκιον  Ἦχος γ'

Ἀπόστολοι ἅγιοι πρεσβεύσατε τῷ ἐλεὴμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ἡ συνήθης Στιχολογία, ὁ Κανὼν τῶν Ἀποστόλων, καὶ τὰ Τριῴδια, κατὰ τὴν τάξιν αὐτῶν.

 

Ὁ κανὼν τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.

 

Ἀποστόλοις πλέξωμεν ἔνθεον μέλος. Ποίημα Ἰωσήφ.

 

ᾨδὴ α'  Ἦχος γ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ εἰς μίαν, συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

 

Ἀποστόλων Ἁγίων, τὴν παναγίαν συμφώνως, πανηγυρίσωμεν μνήμην, καὶ αὐτοὺς μέλψωμεν, ἐν εὐφροσύνῃ ψυχῆς· τὸν γὰρ ὑπεράγιον, καθικετεύουσι Λόγον, ἱλασμὸν δωρήσασθαι, ἡμῖν καὶ ἔλεος.

 

Πολυθέου μανίας, τὴν σηπεδόνα σοβοῦντες, τοῦ λόγου ἅλατι θείῳ, τὰς ψυχὰς ἔνδοξοι, τὰς μωρανθείσας ποτέ, πάσας ὑγιώσατε, καὶ σεσωσμένας τῷ Κτίστῃ, πάντων παρεστήσατε· ὅθεν δοξάζεσθε.

 

Ὁ κλεινὸς Ἡρῳδίων, Ῥοῦφος καὶ Ἄγαβος, Φλέγων, καὶ ὁ Ἀσύγκριτος ἅμα, καὶ Ἑρμῆς ᾄσμασι μακαριζέσθωσαν, γνήσιοι γενόμενοι, τοῦ Λυτρωτοῦ ἡμῶν φίλοι, καὶ σοφοὶ Ἀπόστολοι, καὶ θεῖοι κήρυκες.

Θεοτοκίον

Συμπαθὴς Θεοτόκε, τῶν Ἀποστόλων τὸ κλέος, τῶν Ἀθλοφόρων ἡ δόξα, καὶ πιστῶν στήριγμα, στήριξον δέομαι, τὸν περιτρεπόμενον, ταῖς ἐπηρείαις τοῦ πλάνου, νοῦν μου καὶ σκοτούμενον, ταῖς παραβάσεσιν.

 

ᾨδὴ γ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Ὕψιστε, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».

 

Τῆς Ἐκκλησίας γενόμενοι ὀφθαλμοί, πολλῶν διηνοίξατε, ὀφθαλμοὺς ἑνοπτρίζεσθαι, κάλλος τὸ ἀμήχανον, θεοειδεῖς Μαθηταὶ Θεοῦ τοῦ Λόγου.

 

Οἶκος Τριάδος ἐδείχθης φωτοειδής, Ῥοῦφε παναοίδιμε, καὶ τῷ λόγῳ τῆς χάριτος, ναοὺς κατηδάφισας, καὶ ἐδομήσω Κυρίῳ Ἐκκλησίας.

 

Λόγῳ σου θείῳ νεώσας Ῥοῦφε σοφέ, καρδίας κατέσπειρας, τὰ σωτήρια δόγματα, καὶ πολύχουν ἄσταχυν, τὴν τῶν σωθέντων, ἐδρέψω σωτηρίαν.

Θεοτοκίον

Ὁ κατ' οὐσίαν ὑπάρχων τὴν θεϊκήν, ἀπρόσιτος Ἄχραντε, προσιτὸς μοι νῦν γέγονε, καὶ σαρκὸς προσλήμματι, ὅλως ἡνώθη δι' ἄκραν εὐσπλαγχνίαν.

 

Κάθισμα  Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ  ΤΟ ΑΚΟΥΤΕ

Ἀκτῖνες νοητοῦ, γεγονότες Ἡλίου, φαιδρύνετε τὴν γῆν, ταῖς τῶν λόγων ἀκτῖσι, καὶ σκότος ἐλαύνετε, ἀγνωσίας ἐν χάριτι· ὅθεν σήμερον, ἐν τῇ φαιδρᾷ ὑμῶν μνήμῃ, λαμπρυνόμενοι, φωτοειδεῖς θεηγόροι, ὑμᾶς μακαρίζομεν.

Θεοτοκίον

Ἐγγίζει ὁ Κριτής, ἐπὶ θύραις τὸ τέλος, γρηγόρησον ψυχή, καὶ ἐκ βάθους καρδίας, στενάξασα βόησον, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν· Ἐλευθέρωσον, τῶν φοβερῶν με βασάνων, καὶ ἐν τόπῳ με, τῆς ἀναπαύσεως τάξον, πανάχραντε Δέσποινα.

Ἢ Σταυροθεοτοκίον

Ὡς εἶδεν ἐν Σταυρῷ, ἡ Ἀμνὰς σε τὸν Ἄρνα, κρεμάμενον Χριστέ, τῶν κακούργων ἐν μέσῳ ἐβόα δακρύουσα, καὶ πικρῶς ὁλολύζουσα· Τέκνον φίλτατον, τὶ τὸ ὁρώμενον ξένον; Μῆτερ ἄνανδρε, ζωὴ παγκόσμιος τοῦτο, ἀντέφης, γνωσθήσεται.

 

ᾨδὴ δ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διὸ σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου».

 

Ἴαμα πιστοῖς, διὰ γλώσσης θεῖον προσφέροντες, γῆν τῆς ἀσεβείας πονηράν, καταστροφῇ Σοφοὶ παρεδώκατε, καὶ ᾠκοδομήσατε, ψυχὰς ἐν πίστει· ὅθεν μακαρίζεσθε.

 

Σθένος διὰ σοῦ, Ἡρῳδίων μάκαρ ἐνδέδυται, πόλις τῶν Πατρῶν περιφανῶς· πρῶτος τὸν θρόνον γὰρ κατεκόσμησας, θείαις ἐλλαμπόμενος, φωτοχυσίαις, τοῦ Ἁγίου Πνεύματος.

 

Πόλις τῶν Πατρῶν, πολιστὴν σε μέγαν ἐπλούτησε, μάκαρ Ἡρῳδίων ἀληθῶς, πρὸς τὴν Σιὼν τὴν ἄνω μετάγοντα, ταύτην ἀληθέστατα· ὅθεν τιμᾷ σε, θείοις μελῳδήμασι,

Θεοτοκίον

Λόγῳ Ἱερῶ, τοῦ Πατρὸς τὸν Λόγον συνέλαβες, πάσης ἀλογίας τοὺς βροτούς, Θεογεννῆτορ Κόρη λυτρούμενον· ὅθεν λόγοις πάντοτε, μεγαλοφώνως, θείοις σε δοξάζομεν.

 

ᾨδὴ ε'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος· πρὸς σὲ οὖν ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλανθρωπε».

 

Ἐπὶ τῆς γῆς τὸν ἐλθόντα τοῦ σῶσαι, τὸ πλανηθέν, ἐκηρύξατε Λόγον, θεῖοι Ἀπόστολοι, καὶ τῆς πλάνης ἅπαντας, τοὺς ἀνθρώπους ἐλυτρώσασθε.

 

Ξενοπρεπῶς προφητείας σοι χάρις, παρὰ Θεοῦ ἐξεχύθη πλουσίως, θεόφρον Ἄγαβε· προφωνεῖς γὰρ δήλωσιν, τῶν μελλόντων ἐμφανέστατα.

 

Ὤφθης ποτὲ προσημαίνων τῷ Παύλῳ, ἐπιβουλὴν καὶ δεσμὰ καὶ κακώσεις, Προφῆτα Ἄγαβε, ὀπηνίκα χεῖράς σου, τῇ ἐκείνου ζώνῃ ἔδησας.

Θεοτοκίον

Μόνη ἐν γῇ τοκετὸν ἔσχες ξένον, μόνον ἡμᾶς καταλλάσσοντα μόνῳ, τῷ προανάρχῳ Πατρί, διὰ τοῦτο μόνην σε, ὡς Θεοῦ Μητέρα σέβομεν.

 

ᾨδὴ ς'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν, ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον».

 

Ἔθετο λαμπάδας ὡς φωταυγεῖς, ὑμᾶς ὁ Λόγος, οἰκουμένην φωτίζοντας, καὶ τὸ σκότος λύοντας, θεοειδεῖς Ἀπόστολοι, καὶ δεικνύοντας, τὴν ὁδὸν τὴν σωτήριον.

 

Νέκρωσιν κηρύττων τοῦ ἀπαθοῦς, νενεκρωμένους, πρὸς ζωὴν προσηγάγετο, ὁ σοφὸς Ἀσύγκριτος, Ἀποστόλων τὸ καύχημα, Ὑρκανίας τε, τὸ σοφὸν περιτείχισμα.

 

Εὗρὲ σε Ἀσύγκριτε ποταμόν, ναμάτων πλήρη, Ὑρκανία τοῦ Πνεύματος, καὶ σεπταῖς ἀρδείαις σου, καταρδευθεῖσα ἤνεγκεν, ὡραιότατα, τῷ Δεσπότῃ βλαστήματα.

Θεοτοκίον

Νόμου σε ἐτύπου ἡ κιβωτός, τὴν δεξαμένην νόμου θείου τὸ πλήρωμα, καὶ σαρκὶ κυήσασαν, καὶ μετὰ τόκον μείνασαν, ἀειπάρθενον, ὡς πρὸ τόκου Θεόνυμφε.

 

Συναξάριον

Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ἡρῳδίωνος, Ἀγάβου, Ῥούφου, Φλέγοντος, Ἀσυγκρίτου καὶ Ἑρμοῦ.

Στίχοι

·       Εὐαγγελίου τὸν καλὸν δραμὼν δρόμον,

·       Ἡρῳδίων κάλλιστον ἤρατο στέφος.

·       Ψυχὴν Ἀγάβου τοῦ Προφηταποστόλου,

·       Ὁ ψυχοσώστης προσκαλεῖται Δεσπότης.

·       Σβέσας πλάνης φλέγουσαν ὁ Φλέγων φλόγα,

·       Οὓς Δαυῒδ εἶπε, πῦρ φλέγον, βλέπει Νόας.

·       Παῦλος καλεῖ σε, Ῥοῦφ', Ἀπόστολος μέγας.

·       Ἐκλεκτὸν ὄντως· ὢ ἐπαίνου ἀξίου!

·       Ἀσύγκριτον δὲ πᾶς ἐπαινέσει μάλα.

·       Τοῦτον γὰρ ἠσπάσατο Παύλου τὸ στόμα.

·       Ἑρμῇ θανόντι τῷ μαθητῇ Κυρίου,

·       Ἑρμῷον ἔμπνουν ἐκ λόγων ἀναγλύφῳ.

·       Ὀγδοάτῃ μετέβησαν Ἀπόστολοι, ἀγγελέες τε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κελεστίνου Πάπα Ῥώμης.

Στίχοι

·       Τὸ χάσμα καὶ σὲ παμμάκαρ, Κελεστῖνε,

·       Χοροῦ διιστᾷ μὴ μεμακαρισμένου.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ, Περσικῷ σεβάσματι, Παῖδες οὐ προσεκύνησαν τρεῖς, ὑμνοῦντες ἐν μέσῳ τῆς καμίνου· Τῶν πατέρων ὁ Θεὸς εὐλογητὸς εἶ».

 

Θεμελιώσαντες καλῶς, ἐν πέτρᾳ τῆς Πίστεως τῶν ἐθνῶν τὰ πληρώματα, λίθους πάλαι τοὺς σεβομένους μάτην, κατεφώτισαν σοφῶς οἱ θεηγόροι.

 

Ἔφλεξας Φλέγον ἱερέ, πυρὶ θείῳ ἅπασαν, τῆς ἀπάτης τὴν ἄκανθαν, καὶ καρδίας ἀθλίως ἐσβεσμένας, θέρμῃ Πνεύματος ἀνῆψας ἀριδήλως.

 

Οἱ Μαραθῶνος οἰκισταί, προστάτην σε μέγιστον, καὶ διδάσκαλον ἄριστον, καὶ φωστῆρα καὶ ποδηγέτην σχόντες, Φλέγον ἔνδοξε, τιμῶσί σε ἀπαύστως.

Θεοτοκίον

Νέος Παράδεισος ἡμῖν, ζωῆς ξύλον ἄχραντε, κεκτημένος γεγένησαι, οὗ ἡ βρῶσις, τοὺς βρώσει τεθνηκότας ἀνεζώωσεν, ἁγνὴ Θεογεννῆτορ.

 

ᾨδὴ η'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Βαβυλωνία κάμινος, τοὺς Παῖδας οὐκ ἔφλεξεν, οὐδὲ τῆς Θεότητος τὸ πῦρ, τὴν Παρθένον διέφθειρε· διὸ μετὰ τῶν Παίδων πιστοὶ βοήσωμεν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον».

 

Μακαριζέσθω Ἄγαβος, Φλέγων καὶ Ἀσύγκριτος, Ῥοῦφος καὶ Ἑρμῆς ὁ εὐκλεής, καὶ Ἡρῳδίων σήμερον, τοῦ Λόγου γεγονότες θεῖοι Ἀπόστολοι, καὶ φωστῆρες τοῦ κόσμου, καὶ ἐθνῶν διδάσκαλοι.

 

Ἑρμῆς, ὁ παναοίδιμος, Δαλματίας γέγονε, πάσης ὁδηγὸς καὶ φωτισμός· ἐν ταύτῃ γὰρ ὡς ἥλιος πολύφωτος ἐπέστη, τελῶν ἐξαίσια, καὶ φωτίζων καρδίας, ἀβλεπτούσας πρότερον.

 

Λόγον ὡς λύχνον φαίνοντα, Ἑρμῆ φέρων ἔνδοξε, τοὺς ἐν τῇ νυκτὶ τῶν δυσχερῶν, καθημένους ἐφώτισας· ἰάσεις καὶ σημεῖα τελῶν δὲ μέγιστα, ἐφειλκύσω πρὸς πίστιν, ἀπίστων τὸ πλήρωμα.

Τριαδικὸν

Οἱ τὴν Τριάδα σέβοντες, Πατέρα δοξάσωμεν, Υἱὸν προσκυνήσωμεν πιστῶς, καὶ Πνεῦμα τὸ Ἅγιον, τρισὶν ἐν χαρακτῆρι, μίαν Θεότητα ἡνωμένην τῇ φύσει, ἁπλὴν ἀδιαίρετον.

Θεοτοκίον

Σὲ προστασίαν ἔχομεν, Ἄχραντε οἱ δοῦλοί σου, καὶ πρὸς τὸν Υἱόν σου καὶ Θεόν, μεσίτιν ἀκαταίσχυντον, κινδύνων ἡμᾶς σῷζε, καὶ πειρασμῶν σεμνή, ἵνα πιστει καὶ πόθῳ, ἀεὶ σε δοξάζωμεν.

 

 

ᾨδὴ θ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὴν ἐν βάτῳ καὶ πυρί, προγραφεῖσαν ἐν Σινᾷ τῷ νομοθέτῃ Μωσῇ, καὶ τὸ θεῖον ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν πῦρ, τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα, τὴν μόνην Θεοτόκον, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν».

 

Ἱερώτατον χορόν, συστησώμεθα πιστῶς, ἐν ὁμονοίᾳ ψυχῆς, μακαρίζοντες θερμῶς, Ἑρμῆν καὶ Ἡρῳδίωνα, Ῥοῦφον, Ἄγαβον, Ἀσύγκριτόν τε τὸν μέγαν, καὶ Φλέγοντα τόν θεῖον, τοῦ Λόγου αὐτόπτας χρηματίσαντας.

 

Ὡς ἐλαῖαι μυστικαί, δεδειγμένοι ἀληθῶς, οἱ θεηγόροι ἡμῶν, καθιλάρυναν ψυχάς, καὶ πρόσωπα ἐν χάριτι, καὶ ἐρρύσαντο ἀθέου δυναστείας, καὶ σκότους ἀγνωσίας· ὅθεν ἐπαξίως μακαρίζονται.

 

Στεναγμῶν ἡμᾶς πολλῶν, καὶ δουλείας τοῦ ἐχθροῦ, καὶ παλαιοῦ πτερνιστοῦ, ἐλυτρώσατε σοφοί, τοῦ Λυτρωτοῦ Ἀπόστολοι, καὶ ἐδείξατε τὰς τρίβους, τὰς φερούσας ἐνθέῳ πεποιθήσει, πρὸς τὴν Βασιλείαν τὴν οὐράνιον.

 

Ἡ ἐξάφωτος λαμπάς, τῶν ἁγίων Μαθητῶν, ἱκέτευε ἐκτενῶς, τὴν Τρισήλιον αὐγήν, φωτίσαι τὰς ψυχὰς ἡμῶν, τῶν τὴν πάμφωτον τελούντων ὑμῶν μνήμην, καὶ ῥύσασθαι ἐκ σκότους, καὶ τῆς αἰωνίου κατακρίσεως.

Θεοτοκίον

Φλογοφόρος ὡς λαβίς, ὑπεδέξω ἐν γαστρί, ἄνθρακα τὸν νοητόν, καταφλέγοντα ἡμῶν, τὰ πάθη καὶ φωτίζοντα, τὰς ψυχὰς ἡμῶν καὶ λύοντα τὸ σκότος, τῆς εἰδωλομανίας, ἄχραντε Παρθένε πολυΰμνητε.

 

Τὸ Φωταγωγικόν, τὸ Ἰδιόμελον καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.