Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΑΠΡΙΛΙΟΥ

 

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐτυχίου, Πατριάρχου Κωνσταντινουπόλεως.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια, τοῦ Τριῳδίου γ' καὶ τοῦ Ἁγίου γ'.

 

Ἦχος πλ. δ'

Κύριε, εἰ καὶ κριτηρίῳ  ΤΟ ΑΚΟΥΤΕ

Κύριε, σὺ ἐν τῷ λειμῶνι τῆς θείας, τρυφῆς Εὐτύχιον ἤνθησας, νάμασι τῆς σῆς τε σοφίας, τοῦτον ἐνθέως κατήρδευσας, καὶ διὰ τοῦτο καρπούς, ἐξήνθησε τῆς γνώσεως, εὐσεβείᾳ κατευφραίνων, τοὺς πιστῶς σε μεγαλύνοντας.

 

Κύριε, σὺ ὁ ἐμβατεύων καρδίας, καὶ προγινώσκων τὰ κρύφια, σκεῦος προϊδὼν ἐκλογῆς σου, τὸν Ἱεράρχην Εὐτύχιον, τῆς Ἐκκλησίας τῆς σῆς, ποιμένα ἐγκατέστησας· διὰ τοῦτο εὐσεβείας, ἐπὶ χλόην ταύτην ἴθυνεν.

 

Κύριε, σὺ ὁ τὸν σοφὸν Ἱεράρχην κατακοσμήσας τῇ  χάριτι, καὶ Ἱεραρχίας ποδήρει, καταφαιδρύνας ὡς εὔσπλαγχνος, ἐν ἀρεταῖς καὶ ἡμᾶς, εὐχαῖς αὐτοῦ καταύγασον, τοῦ ὑμνεῖν σε ὀρθοδόξως, ἐν ἁγνείᾳ καὶ σεμνότητι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἄχραντε, ἡ τὸν ἐν Ἁγίοις τεκοῦσα, ἀναπαυόμενον Κύριον, σὺ με μολυνθέντα ἀθλίως, ὑπὸ παθῶν ἀποκάθαρον, καὶ τῆς ἁγνείας ὁδούς, ὁδήγησον πορεύεσθαι· σὺ γάρ πάντων εἶ προστάτις, ἀκαταίσχυντος τῶν δούλων σου.

Ἢ Σταυροθεοτοκίον

Κύριε, εἰ καὶ ἐν Σταυρῷ τὰς παλάμας, ἐθελουσίως ἀνέτεινας, ἀλλὰ πατρικὴν εὐδοκίαν, ἐκπληρῶν πάθος ὑφίστασαι· καὶ γὰρ τοῦ σῶσαι βροτούς, ἐλήλυθας ὡς εὔσπλαγχνος, ἡ πανάμωμος ἐβόα, Θεοτόκος, ἣν δοξάζομεν.

 

Ἀπολυτίκιον  Ἦχος δ'

Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ἀνέδειξέ σε τῇ  ποίμνῃ σου ἡ τῶν πραγμάτων ἀλήθεια. Διὰ τοῦτο ἐκτήσω τῇ  ταπεινώσει τὰ ὑψηλά, τῇ  πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Εὐτύχιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Οἱ Κανόνες τοῦ Τριῳδίου, κατὰ τὴν τάξιν, καὶ τοῦ Ἁγίου

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ η' Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων.

 

Τὸν θαυματουργὸν Εὐτύχιον θαυμάσω.

Θεοφάνους.

 

ᾨδὴ α'  Ἦχος πλ. β'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ὡς ἐν ἡπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν».

 

Ταῖς ἀρεταῖς εὐτυχήσας καὶ λαμπρυνθείς, φωτοβόλοις λάμψεσι, χαρισμάτων τοῦ Θεοῦ, δυστυχίαις ῥῦσαί με παθῶν, ταῖς πρεσβείαις σου Σοφέ, ὅπως ὑμνήσω σε.

 

Οὐρανοφύτευτον κλῆμα ἐν ταῖς αὐλαῖς, τοῦ Θεοῦ ἐβλάστησας, εὐθηνούμενον καρποῖς, ἐναρέτων πράξεων ὁμοῦ, καὶ θαυμάτων ἀληθῶς, Πάτερ Εὐτύχιε.

 

Νοῦν ἡγεμόνα ποιήσας τῆς τῶν παθῶν, τυραννίδος Ὅσιε, κατεκράτησας· διό, ἀπαθείας πτέρυξιν ἀρθείς, πρὸς αὐτὰ τὰ τοῦ Θεοῦ ἤχθης σκηνώματα.

Θεοτοκίον

Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς ἐδείχθης Δέσποινα.

 

ᾨδὴ γ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».

 

Ἁγίου γέγονας ναός, Πνεύματος θεοφόρε, σεαυτὸν ἐκκαθάρας, τῆς ἰλύος τῶν παθῶν, δι' ἐμμελείας πολλῆς, Ἱεράρχα, ἔνδοξε Εὐτύχιε.

 

Υἱὸς ἡμέρας μετοχῇ, φρυκτωρίας ἀϋλου, ἀνεδείχθης καὶ φέγγει, ἰαμάτων ἀψευδῶν, τὴν ἀχλυώδη παθῶν, ἀπελαύνεις, λώβην Παναοίδιμε.

 

Μαστοῦς θηλάσας ἐκ παιδός, ἐγκρατείας εἰς μέτρον, προσευχαῖς ἀενάοις, ἡλικίας τοῦ Χριστοῦ, κατήντησας ἀληθῶς, Ἱεράρχα, ἔνδοξε Εὐτύχιε.

 

Ἀνοίξας στόμα τὸ σεπτόν, εἵλκυσας Πάτερ πνεῦμα, καὶ ἐνέφραξας στόμα, ἀδικίαν εἰς αὐτό, τὸ ὕψος τῆς τοῦ Θεοῦ, μελετῆσαν, πάνσοφε σαρκώσεως.

Θεοτοκίον

Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα μένεις ἀειπάρθενος.

 

Κάθισμα  Ἦχος γ'

Θείας πίστεως  ΤΟ ΑΚΟΥΤΕ

Θείαν δύναμιν, ἐνδεδυμένος, ἀπεγύμνωσας, ἰσχὺν τοῦ πλάνου, θαυματουργῶν θεοφόρε ἐξαίσια· ἀπελαθεὶς δὲ ἀδίκως τῆς ποίμνης σου, παλινδρομεῖς εἰς αὐτὴν δοξαζόμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον

Θείας φύσεως, οὐκ ἐχωρίσθη, σάρξ γενόμενος, ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυιλάξας Πανάμωμε, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

Θείας φύσεως, οὐ διῃρέθης, κἂν ἑκούσιον, ὑπέστης πάθος, ἀλλὰ σαρκὶ σταυρωθεὶς Ὑπεράγαθε, πᾶσαν κλονεῖς ὡς Θεὸς τὴν ὑφήλιον, ἡ Θεοτόκος ἐβόα δακρύουσα· ἥν ὑμνήσωμεν ὡς μόνην Θεοῦ γεννήτριαν, αἰτούμενοι λαβεῖν τὸ μέγα ἔλεος.

 

ᾨδὴ δ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

 

Τῇ αἴγλῃ Πάνσοφε, τῆς θείας χάριτος, ἐλλαμπόμενος πάσας αἱρετικῶν, δόξας ἀπημαύρωσας, καὶ κατεφαίδρυνας λαῶν, ὀρθοδόξων τὰ συστήματα.

 

Οὐ κατενάρκωσας, ὑπὲρ τῆς Πίστεως, διωγμοὺς ὑπομένων· καὶ γὰρ αὐτόν, εἶχες συμμαχοῦντά σοι, τὸν βλασφημούμενον Χριστὸν Ἱεράρχα πανσεβάσμιε.

 

Ὑψώσας ἔστησεν, ἐν πέτρᾳ Κύριος, τῆς αὐτοῦ ἀληθείας τῆς σῆς ψυχῆς, Πάτερ διαβήματα, καὶ ὑπεσκέλισεν ἐχθρῶν, ἐπαιρόμενα φρονήματα.

 

Ῥημάτων δύναμις, τῶν σῶν ἀνίσχυρον, ἐναντίων τὸ δόγμα καὶ τὴν ἰσχύν, Πάτερ ἀπειργάσατο, τοῦ Ὀρθοδόξου δὲ λαοῦ, τεῖχος γέγονε καὶ στήριγμα.

Θεοτοκίον

Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε μυστήρια.

 

ᾨδὴ ε'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενος».

 

Γενναίως φέρων τὸν χωρισμόν, ποίμνης τῆς λαχούσης σοι σοφέ, Πάτερ ἀδίκως ἐκβέβλησαι, αὖθις δὲ πρὸς ταύτην παλινδρομεῖς ἐν χαρᾷ, μεγάλως ὑπὸ πάντων ἀνευφημούμενος.

 

Οὐκ ἐν αἰνίγματι καθορᾷς, δόξαν ἣν ἐπόθησας Θεοῦ, ἐκ βρέφους μάκαρ Εὐτύχιε, πρόσωπον δὲ μᾶλλον νυνὶ πρὸς πρόσωπον, λυθέντων τῶν ἐσόπτρων σαρκός, Πατὴρ ἡμῶν.

 

Ναμάτων θείων σου ἡ ψυχή, μάκαρ πληρωθεῖσα ποταμόν, τῇ  Ἐκκλησία ἀνέβλυσεν, ὄντως διδαγμάτων σοφὲ Εὐτύχιε, καὶ ταύτης καταρδεύεις, Πάτερ τὰς αὔλακας.

Θεοτοκίον

Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποι νὰ τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα, τὴν ὄντως Θεογεννήτριαν.

 

ᾨδὴ ς'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

 

Ἐν σοὶ κατεσκήνωσεν, ἡ τριὰς ὡς καθαρῷ, τῆς τῶν παθῶν συγχύσεως, καὶ χαρισμάτων ἔπλησεν ἀληθῶς, θεόφρον Εὐτύχιε, δι' ὧν ἅπασαν νόσον ἐκδιώκεις ἀεί.

 

Ὑψώθης κτησάμενος, ἐν καρδίᾳ ἀψευδῶς, ὑψοποιὸν ταπείνωσιν, καὶ τῶν δαιμόνων πάσας τὰς μηχανάς, ὑφ' ἓν ἐταπείνωσας, Ἱεράρχα Κυρίου παναοίδιμε.

 

Τοῦ βίου τὴν θάλασσαν, ἀκυμάντως διελθών, πρὸς τοὺς λιμένας ἔφθασας, τῆς βασιλείας Πάτερ τῶν οὐρανῶν, Θεῷ τὰ ἀγώγιμα, τῆς ψυχῆς διασώσας ἀξιάγαστε.

Θεοτοκίον

Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ  καρδίᾳ μου.

 

Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.

 

Συναξάριον

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐτυχίου, Πατριάρχου Κωνσταντινουπόλεως.

Στίχοι

·       Εὐτύχιον θανόντα τιμῶν τοῖς λόγοις,

·       Ἐμαυτὸν αὐτὸς εὐτυχέστατον κρίνω.

·       Ψυχῇ Εὐτυχίοιο πύλῃ πόλου οἴγεται ἕκτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑκατὸν εἴκοσι Μαρτύρων τῶν ἐν Περσίδι.

Στίχοι

·       Ἂν ἐξαριθμῇς οὓς τὸ πῦρ Πέρσας φλέγει,

·       Εὕροις ἔχοντας τετράκις τὸ τρὶς δέκα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Πλατωνίδος.

Στίχοι

·       Πόλου πλάτη φέρουσι τὴν Πλατωνίδα,

·       Ταῖς ἀρεταῖς λάμψασαν εἰς τὰ γῆς πλάτη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δύο Μαρτύρων τῶν ἐν Ἀσκάλωνι ἄχρις ὀσφύος χωσθέντων καὶ τελειωθέντων.

Στίχοι

·       Ἀνηρότως σοι γῆ φύει καρπόν, Λόγε.

·       Ὁ καρπὸς ἄνδρες, ἄχρις ὀσφύος, δύο.

 

Ταῖς αὐτῶν ἁγίας πρεσβείας, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἄμήν.

 

ᾨδὴ ζ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

Χιονώδη τὴν ψυχὴν Πάτερ κτησάμενος, τῶν ἀρετῶν λευκότητι, ἐξωμοίωσαι τοῖς Ἀγγέλοις· ὅθεν σὺν αὐτοῖς χορεύεις γηθόμενος βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἱερεῖον ὥσπερ ἄμωμον προσήγαγες, σαυτὸν ἐκ βρέφους Ὅσιε, τῷ Δεσπότῃ σου, ἡδονῶν νεκρώσει ἀληθῶς· διὸ ἀγαλλόμενος βοᾷς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Οἱ κρουνοί σου τῶν δακρύων Πάτερ ἔσβεσαν, πυρκαϊὰν σαρκὸς ἡδονῶν, καὶ γεγόνασιν, ἰαμάτων δρόσος τοῖς πιστῶς, κραυγάζουσι πάντοτε Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Σὲ πανάμωμε καὶ Μήτηρ ἀειπάρθενε, ἔγνωμεν σωτηρίαν βροτοί· ὁ γὰρ ἐν κόλποις τοῦ Πατρὸς ἀχώριστος Υἱός, ἐκ σοῦ σεσωμάτωται· διό, εὐλογημένη γενεαῖς γενεῶν πέφηνας.

 

ᾨδὴ η'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

 

Νυσταγμὸν ἀμελείας ἀποκρουσάμενος, ἀρετῶν ἐμμελείᾳ Πάτερ ἠγρύπνησας, ἕως τοῦ Θεοῦ, Ἰακὼβ ὤφθης σκήνωμα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Θυρεῷ εὐσεβείας περισκεπόμενος, καὶ ὡς δίστομον ξίφος ἀναλαβόμενος, δόγμα τὸ σεπτόν, πάσας ὄντως συνέκοψας, τῶν αἱρετιζόντων τὰς φάλαγγας θεόφρον.

 

Ἀναιμάκτους θυσίας Θεῷ προσήγαγες, ταπεινώσει καρδίας, Πάτερ Εὐτύχιε θύων διὰ σέ, τὸν τυθέντα ὡς πρόβατον, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Ὑφαιρέσει τοῦ χείρονος ἀνυψούμενος, τοῖς αΰλοις, Ἀγγέλοις ἐξομοιούμενος, ἔτι τῇ  σαρκὶ ἐνδημῶν ἐξεδήμησας, ἔρωτι ἀσχέτῳ, πρὸς ὃν Χριστὸν ἐπόθεις.

Θεοτοκίον

Ἐν τῷ τίκτειν διέδρας ὠδῖνας Ἄχραντε, καὶ τεκοῦσα Παρθένος πάλιν διέμεινας, ἅπαντα γὰρ δρᾷ· Ἰησοῦς ὁ Θεάνθρωπος, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'  Ὁ Εἴρμός  ΤΟ ΑΚΟΥΤΕ

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον  ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς σε μακαρίζομεν».

 

Μικρῶν τὰ μέγιστα ἀντικτώμενος, καὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα καλῶς ἀντωνούμενος, βασιλείαν ἀσάλευτον ἔλαβες, τῆς μὴ παρεχομένης δόξης ἐπέτυχες, ταῖς τῶν ἀρετῶν σου καλλοναῖς ὡραΐζόμενος.

 

Ἁγνῶς τὸν βίον σου διετέλεσας, καὶ τῆς ἁγνῆς Παρθένου, λάτρις ὤφθης Εὐτύχιε, Ἱεράρχης Θεοῦ ἀληθέστατος, στῦλος Ὀρθοδοξίας, ἔρεισμα πίστεως, τεῖχος τοῦ λαοῦ τοῦ ἐκλεκτοῦ θεομακάριστε.

 

Σαρκὸς τὸ φρόνημα καθυπέταξας, τῷ λογισμῷ, καὶ ἄσαρκος καθάπερ ἐν σώματι, ἐπὶ γῆς ἐβίωσας Εὐτύχιε· ὅθεν σὺν ἀσωμάτοις, θείαις Δυνάμεσι, πάντων τῷ Δεσπότῃ, καὶ Θεῷ χαίρων παρίστασαι.

 

Ὡς φῶς, ὡς ὄρθρος, ὡς, μέγας ἥλιος, τοῖς ἐπὶ γῆς ἐξέλαμψας, θεόφρον Εὐτύχιε, μεταστὰς δὲ πάλιν ἀπὸ γῆς πρὸς Θεόν, καὶ τὰς φωτοχυσίας τούτου δεχόμενος, πᾶσιν ἐπιπέμπεις, φωτισμὸν τοῖς εὐφημοῦσί σε.

Θεοτοκίον

Ῥωσθεὶς δυνάμει τῇ  σῇ καὶ χάριτι, σοὶ τὴν ᾠδὴν προθύμως ἐκ καρδίας ἀνέθηκα, ἀλλὰ ταύτην πρόσδεξαι, Παρθένε ἁγνή, χάριν ἀντιδιδοῦσα, σοῦ τὴν πολύφωτον, ἐκ τῶν ἀκηράτων θησαυρῶν Θεομακάριστε.

 

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου, τό. Ἰδιόμελον τῆς ἡμέρας, τὸ Μαρτυρικόν, καὶ ἡ Α' Ὥρα, ὡς σύνηθες, καὶ Ἀπόλυσις.