Τῌ Α' ΤΟΥ  ΜΗΝΟΣ

ΑΠΡΙΛΙΟΥ

 

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τοῦ Τριῳδίου γ' καὶ τῆς Ἁγίας Προσόμοια γ'.

 

Ἦχος πλ. β'  Ὅλην ἀποθέμενοι  ΤΟ ΑΚΟΥΤΕ

Σὲ μὲν διεκώλυε, τῆς τῶν σεπτῶν ἐποπτείας, μολυσμῶν τῶν πρότερον, τὸ ἐπισυρόμενον μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ τῶν σοὶ θεόφρον, πεπραγμένων ἡ συνείδησις, τὴν πρὸς τὰ κρείττονα, σοὶ ἐπιστροφὴν ἐνειργάσατο· εἰκόνι γὰρ προσβλέψασα, τῆς εὐλογημένης Θεόπαιδος, πάντων καταγνοῦσα, πταισμάτων σου πανεύφημε τῶν πρίν, ἐν παρρησίᾳ τὸ τίμιον, Ξύλον προσεκύνησας.

 

Τόπους προσκυνήσασα, περιχαρῶς τοὺς ἁγίους, ἀρετῆς ἐφόδιον, σωτηριωδέστατον ἔνθεν εἴληφας, καὶ φαιδρῶς ἔδραμες, τὴν καλὴν πορείαν, καὶ τὸ ῥεῖθρον ἐκπεράσασα, τὸ Ἰορδάνειον, τὸ τοῦ Βαπτιστοῦ ἐνδιαίτημα, προθύμως κατεσκήνωσας, καὶ τὴν τῶν παθῶν ἀγριότητα· διὰ πολιτείας, ἡμέρωσας λεπτύνασα σαρκός, δι' ἐγκρατείας ἀείμνηστε, Μῆτερ τὰ οἰδήματα.

 

Ἔρημον οἰκήσασα, τῶν σῶν παθῶν τὰς εἰκόνας, εὐσεβῶς ἀπειλήψας, τὸ θεοειδέστατον ἐξεικόνισμα, ἐν ψυχῇ γράψασα, ἀρετῶν ἰδέαις, καὶ τοσοῦτον ὑπερέλαμψας, ὡς καὶ τοῖς ὕδασι, κούφως ἐπιβαίνειν τοῖς ἴχνεσι, καὶ γῆθεν ὑπεραίρεσθαι, ἐν ταῖς πρὸς Θεόν σου ἐντεύξεσι, καὶ  νῦν παρρησίᾳ, πανένδοξε Μαρία τῷ Χριστῷ, παρισταμένη δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ὁ γάμος ηὐτρέπισται, τοῦ οὐρανίου Νυμφίου, οἱ κήρυκες κράζουσι, τὶ βραδύνεις μέλαινα, ἑκουσίως ψυχὴ; ῥυπαρὰ πάντα σου, ἀληθῶς ὑπάρχει, ἀσελγείαις τὰ ἱμάτια, καὶ πῶς ταλαίπωρε, μέλλεις εἰσελθεῖν, δεῦρο πρόσπεσον, πρὸ τέλους ἐκ καρδίας σου, τῇ Ἀειπαρθένῳ κραυγάζουσα· Ὑσσώπῳ πρεσβείας ῥαντίσασα καθάρισον Ἁγνή, καὶ τοῦ νυμφῶνος ἀξίωσον, ὅπως μεγαλύνω σε.

Ἢ Σταυροθεοτοκίον

Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτὸν σε στήσαντες, ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ παριστῶσί σε, καὶ κατακρίνουσι, πρὸ τῆς δίκης, φεῦ! οἱ παράνομοι, καὶ βλέπουσα τιτρώσκομαι, καὶ συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν, ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε πολυέλεε.

 

Ἐὰν δὲ τύχῃ ἐν Σαββάτῳ, λέγε τὰ ἑξῆς Ἰδιόμελα.

 

Δόξα... Ἦχος β'

Τὰ τῆς ψυχῆς θηρεύματα, καὶ τὰ πάθη τῆς σαρκός, τῷ ξίφει τῆς ἐγκρατείας ἔτεμες, τὰ τῆς ἐννοίας ἐγκλήματα, τῇ σιγῇ τῆς ἀσκήσεως ἀπέπνιξας, καὶ ῥείθροις τῶν δακρύων σου, τὴν ἔρημον ἅπασαν κατήρδευσας, καὶ ἐβλάστησας ἡμῖν τῆς μετανοίας καρπούς· διό σου τὴν μνήμην Ὁσία ἑορτάζομεν.

Καὶ νῦν ... Θεοτοκίον

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν  ΤΟ ΑΚΟΥΤΕ

Στένω, ἐκ βαθέων τῆς ψυχῆς, ὅταν ἐννοήσω μου Κόρη, τὰ πλημμελήματα, τύπτω δὲ τὸ στῆθός μου, κράζων τό· Ἥμαρτον, καὶ προσπίπτω σοι Δέσποινα, ζητῶν μεταγνῶναι, πάλιν δὲ ἠλίθιος ὢν περιπείρομαι· Οἴμοι τῇ κακῇ συνηθείᾳ! Ταύτης οὖν με λύτρωσαι τάχει, καὶ πρὸς σωτηρίαν καθοδήγησον.

 

Ἀπολυτίκιον  Ἦχος πλ. δ'

Ἐν σοὶ μῆτερ ἀκριβῶς, διεσώθη τὸ κατ' εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες· ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Μαρία τὸ πνεῦμά σου.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς ἡμέρας καὶ τῆς Ἁγίας.

 

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς,

 

Ἆθλ' ἀρετῆς Μαρίης ἀγλαόφρονος ᾄσμασι μέλπω.

Ποίημα Θεοφάνους.

 

ᾨδὴ α'  Ἦχος β'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθείς, ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

 

Ἀγλαΐας τῆς πλησιφαοῦς, καὶ τῆς φωτοδότιδος μαρμαρυγῆς,  νῦν εὑροῦσα τὴν ἔλλαμψιν, τὴν ψυχήν μου δέομαι φωταγώγησον, σκοτισθεῖσαν τοῖς πάθεσι, σοῦ ταῖς ἱκεσίαις, ἔνδοξε Μαρία ταῖς πρὸς Κύριον.

 

Θανατοῦσα πάλαι τὴν ψυχήν, ὑπὸ τῆς τοῦ ὄφεως ἐπιβουλῆς, καὶ παραλόγοις πράξεσιν, ἐγκατολισθαίνουσα, καὶ πρὸς βάραθρον ἀπωλείας ἐμπίπτουσα, τὰ κρείττονα εἵλου, καὶ τῶν ἐπικήρων κατεφρόνησας.

 

Λογισμοῖς ἀτόποις ἐμπαθῶς, χραίνουσα τὸ πρότερον, τὸ εὐγενὲς τῆς ψυχῆς καὶ ἀδούλωτον, καὶ τὸ δυσωδέστατον, περιβόλαιον τῆς φθορᾶς περιφέρουσα, τῆς ἀκαταλήπτου δόξης, ἠμνημόνεις τοῦ Ποιήσαντος.

 

Ἀκρασίᾳ τρέφουσα τὸν νοῦν, καὶ τῇ ματαιότητι τῶν ἡδονῶν, τοὺς ἐραστὰς φαυλίζουσα, μετουσίας κρείττονος, ἀπετείχισας σεαυτήν, Ἀξιάγαστε, ἀντιβαλλομένη, πάσης ἁμαρτίας τὴν θρασύτητα.

Θεοτοκίον

Ῥυπωθέντα πάθεσι τὸν νοῦν, καὶ τοῖς παραπτώμασι, μωλωπισθέντα καὶ δεινῶς κλονούμενον, ἡ τὴν ἐνυπόστατον, καὶ ζωήρυτον ἀφθαρσίαν κυήσασα, Κεχαριτωμένη, κάθαρον καὶ ῥῦσαι τῶν πταισμάτων με.

 

ᾨδὴ γ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε».

 

Ἑπτερώθης τῷ πόθῳ τῷ ὑπερθέῳ, καὶ δόξης φθειρομένης ἀπορραγεῖσα, προσήγγισας κραυγάζουσα τῷ Δεσπότῃ· Οὐκ ἔστιν ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.

 

Τῷ ξύλῳ προσελθοῦσα τῆς ἁμαρτίας, καὶ γνῶσιν μυηθεῖσα θανατηφόρον, προσέδραμες τῷ ξύλῳ τῷ ζωηφόρῳ, Χριστῷ κραυγάζουσα· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.

 

Ἠράσθης τῆς ἀρρήτου φωτοχυσίας, καὶ πάντων τῶν προσκαίρων ὑπεριδοῦσα, ἀνέδραμες πρὸς ἄυλον θεωρίαν, ἐν πίστει κράζουσα· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.

Θεοτοκίον

Συνήφθημεν τῷ τόκῳ σου Θεοτόκε, ταῖς θείαις τῶν Ἀγγέλων χοροστασίαις· τὸν Κτίστην γὰρ συνέλαβες ἀπορρήτως, καὶ ἐσωμάτωσας τὸν ἀκατάληπτον· ὅθεν Θεοτόκον σε πάντες σέβομεν.

 

Κάθισμα  Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον  ΤΟ ΑΚΟΥΤΕ

Τὰ σκιρτήματα πάντα τὰ τῆς σαρκός, χαλινώσασα πόνοις ἀσκητικοῖς, ἀνδρεῖον ἀπέδειξας, τῆς ψυχῆς σου τὸ φρόνημα· τὸν γὰρ Σταυρὸν ποθήσασα, Κυρίου θεάσασθαι, ἱερῶς ἀοίδιμε, τῷ κόσμῳ ἐσταύρωσαι· ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας, προθύμως διήγειρας, σεαυτὴν παμμακάριστε. Διὰ τοῦτο γεραίρομεν, τὴν μνήμην σου Μαρία πιστῶς, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, τοῦ δωρηθῆναι πλουσίως, ἡμῖν ταῖς πρεσβείαις σου.

Θεοτοκίον

Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν, καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί· δεινῶς γὰρ κατεπόντισε, καταιγὶς τῶν πταισμάτων με, ἀλλ' ἡ τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον, ἐπ' ἐμὲ ἐπίβλεψον, Παρθένε καὶ ῥῦσαί με, πάσης ἁμαρτίας, καὶ παθῶν ψυχοφθόρων, καὶ πάσης κακώσεως, τοῦ δεινοῦ πολεμήτορος, ἵνα ψάλλω γηθόμενος· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ σκέπῃ σου Ἄχραντε.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐπὶ Σταυροῦ, ἀδίκως κρεμάμενον, θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι φίλτατον τέκνον! τὶ τοῦτο τὸ μέγιστον, καὶ φρικτὸν καὶ ξένον, ὃ βλέπω μυστήριον; κόπτομαι τὰ σπλάγχνα, καὶ στενάζειν οὐ σθένω, καὶ φέρειν οὐ δύναμαι, καθορᾶν σε νεκρούμενον, ἀλλὰ Δέσποτα Κύριε, οἴκτειρον Μητρὸς στεναγμούς, καὶ χαρᾶς με ἔπλησον, ὡς ἔφησας, ἐξαναστὰς ἐκ τοῦ τάφου, ὡς Θεὸς παντοδύναμος.

 

ᾨδὴ δ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ὑμνῶ σε· ἀκοὴν γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην, ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα· διὸ τὴν πολλήν σου ἀγαθότητα, τὴν εἰς ἐμὲ δοξάζω πολυέλεε».

 

Μετήχθης, ἐκ πατρίδος ἔνδοξε, τῇ Προνοίᾳ πλωϊζομένη, πρὸς γῆν τῷ σῷ ἔρωτι, Σιωνιτῶν Ὁσία Μῆτερ, ἐν ᾗ διὰ τῆς ἐξαγορεύσεως, τῶν πεπραγμένων εὗρες τὴν διάλυσιν.

 

Ἀδήλως, ὠθουμένη ἔνδοξε, καὶ βελτίονος ἐποπτείας, μὴ προσεχῶς βλέπουσα, τὴν ἄφραστον φωτοδοσίαν, τὸν νοῦν ἐπιστάτην καταστήσασα, τῆς ἀδηλίας ἔγνως τὰ ἀπόκρυφα.

 

Ῥωσθεῖσα, σωτηρίῳ χάριτι, καὶ τὴν θείαν καὶ φωτοφόρον, κατιδοῦσα ἔλλαμψιν, τὰ ὄμματα καὶ τὴν καρδίαν, Σταυρῷ τῷ πανσέπτῳ προσεπέλασας, καὶ σωτηρίας ἔνθεν ἐκοινώνησας.

 

Ἰδοῦσα, τὸ φωτοειδέστατον, τῆς Παρθένου καὶ Θεοτόκου, χαρμονικῶς ἴνδαλμα, προσέδραμες μετὰ δακρύων, αὐτῇ τὰς συνθήκας Παμμακάριστε, παραθεμένη πάσης τῆς βιώσεως.

Θεοτοκίον

Ἡνώθη, ἀπορρήτῳ νεύματι, ἀσυγκρίτῳ τε προμηθεία, οὐσιωδῶς Πάναγνε, καὶ ὅλον με ἀνακαινίζει, ἐκ σοῦ σαρκοφόρος προερχόμενος, ὁ οὐσιώσας ἅπαντα βουλήματι.

 

ᾨδὴ ε'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι».

 

Συμβολικῶς, ἐκδημοῦσα τοῦ βίου, καὶ πρὸς τὴν θείαν, κατεπειγομένη τῆς ἀπαθείας, τρίβον θεόφρον, διαβέβηκας πόθῳ, Ἰορδάνου τὰ περιβόητα νάματα, καὶ δόξης ἀρρήτου τετύχηκας.

 

Ἀρρενωπόν, τὴν ψυχὴν κεκτημένη πρὸς τοὺς ἀγῶνας, ὥρμησας ἀθλοῦσα διαφερόντως, τῶν ἐναντίων, τὴν δυσκάθεκτον πλάνην, καρτεροῦσα νεανικώτατα, τὸ τῆς ἐγκρατείας Μαρία ἀγλάϊσμα.

 

Γνώμῃ στερρᾷ, ἐκτινάξασα Μῆτερ τὴν γυναικείαν, φύσιν καὶ τὰ πάθη δι' ἐγκρατείας, σὺ λουσαμένη, ὡς ἐν θείῳ λειμῶνι, ἐν ἐρήμῳ περιπολεύουσα, ἔχαιρες ὁρῶσα τὸ κάλλος τοῦ Κτίστου σου.

 

Λόγοις ὁ πρίν, ὑποφθείρας τὴν Εὔαν ἐν Παραδείσῳ, καὶ τῆς ἀϊδίου τρυφῆς ἐκείνης, ἐξοστρακίσας, μηχαναῖς πολυτρόποις,  νῦν πατεῖται καὶ καταβέβληται, τοῖς ἀνδρικωτάτοις σου Μῆτερ παλαίσμασιν.

Θεοτοκίον

Ἀνατολήν, τοῦ Ἡλίου τῆς δόξης, καὶ φωτοφόρον, ὄχημα Παρθένε τοῦ Βασιλέως ἐν ᾧ ἐπέβῃ, ὁ Υἱὸς τοῦ Ὑψίστου, κιβωτόν τε τῆς ἀγαθότητος, φέρουσαν ἐν κόσμῳ Χριστόν ἐπιστάμεθα.

 

ᾨδὴ ς'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Ὁλοτρόπως ἐθέλχθης τῷ ἔρωτι, τῆς ἐπιφανείας Χριστοῦ Παμμακάριστε, καὶ τῶν παθῶν τὴν ἔφοδον, ἀπεκρούσω ῥωσθεῖσα τῷ Πνεύματι.

 

Φαιδρυνθεῖσα τῷ κάλλει τῶν ἔργων σου, τὰς ἐπαναστάσεις τοῦ σκότους διέλυσας, καὶ τῶν ἐχθρῶν τὰ πρόσωπα, ἀπημαύρωσας πόνοις ἀσκήσεως.

 

Ῥωμαλέως τὸ ὄμμα ἠτένιζες, ἐπικαλουμένη τὴν μόνην Πανάμωμον, καὶ πρὸς αὐτὴν ἑκάστοτε, προσεπερειδομένη Πανεύφημε.

Θεοτοκίον

Οὐρανῶν ἀνεδείχθης ὑπέρτερος, θρόνος Παναμώμητε τοῦ Βασιλεύοντος, σωματικῶς χωρήσασα, τῆς αὐτοῦ θεαρχίας τὸ πλήρωμα.

 

Κοντάκιον  Ἦχος γ'

Ἡ Παρθένος  ΤΟ ΑΚΟΥΤΕ

Ἡ πορνείαις πρότερον, μεμεστωμένη παντοίαις, Χριστοῦ νύμφη σήμερον, τῇ μετανοίᾳ ἐδείχθης, Ἀγγέλων τὴν πολιτείαν ἐπιποθοῦσα, δαίμονας, Σταυροῦ τῷ ὅπλῳ καταπατοῦσα· διὰ τοῦτο βασιλείας, ἐφάνης νύμφη Μαρία πάνσεμνε.

Ὁ Οἶκος

Τὴν ἀμνάδα Χριστοῦ καὶ θυγατέρα ᾄσμασιν εὐφημοῦμέν σε νῦν , Μαρία παναοίδιμε, τὴν τῶν Αἰγυπτίων μὲν ἀναφανεῖσαν θρέμμα, τὴν πλάνην δὲ τούτων πᾶσαν φυγοῦσαν, καὶ καλῶς προσενεχθεῖσαν τῇ Ἐκκλησίᾳ βλάστημα τίμιον, δι' ἐγκρατείας καὶ δεήσεως, ἀσκήσασα ὑπὲρ μέτρον τῆς ἀνθρωπίνης φύσεως· διὸ καὶ ὑψώθης ἐν Χριστῷ διὰ βίου καὶ πράξεως, βασιλείας οὐρανοῦ φανεῖσα νύμφη, Μαρία πάνσεμνε.

 

Τὸ παρὸν Κοντάκιον καὶ ὁ Οἶκος τῆς Ἁγίας, εἰ τύχῃ ἐν τῇ Τεσσαρακοστῇ, οὐ λέγονται, εἰμὴ ἐν Σαββάτῳ ἢ Κυριακῇ, ειδ' οὐ, τὸ Μαρτυρικὸν τοῦ τυχόντος Ἤχου.

 

Συναξάριον

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.

Στίχοι

·       Ἀπῆρε πνεῦμα, σάρξ ἀπερρύη πάλαι.

·       Τὸν ὅστινον γῆ κρύπτε νεκρὸν Μαρίας.

·       Πρώτῃ Ἀπριλίου Μαρίη θάνεν εὖχος ἐρήμου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Μακαρίου, Ἡγουμένου τῆς Πελεκητῆς.

Στίχοι

·       Ὁ Μακάριος μακαριστὸς ἐν βίῳ,

·       Μακαρίως  νῦν γῇ ἐνοικεῖ Μακάρων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων Γεροντίου καὶ Βασιλείδου.

Στίχοι

·       Σὺν Βασιλείδῃ Γερόντιος ἐκ ξίφους,

·       Γερῶν μετέσχε παμβασιλέως Λόγου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου καὶ δικαίου Ἄχαζ.

Στίχοι

·       Ἄχαζ Θεοῦ πέφυκεν ἑστὼς πλησίον,

·       Ἄχαζ, ὃς εἶπεν· οὐ Θεόν μου πειράσω.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ὠδή ζ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεειρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος· μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

 

Νικῆσαι ζητῶν, ὁ ἀλάστωρ πᾶσαν γῆν, ἀντενικήθη, ὑπὸ γυναίου ὁ καυχώμενος, καὶ φρυαττόμενος ἄμετρα, καὶ νενεκρωμένος ὁρᾶται ὁ νεκρώσας τὸν ἄνθρωπον, καὶ τῆς τρυφῆς τῆς ζωηρᾶς ἀποβαλλόμενος.

 

Ὁ θρέψας ποτέ, παραδόξως τὸν λαὸν ἐν τῇ ἐρήμῳ οὗτος θεόφρον σοι γεγένηται ἀναψυχὴ καὶ παράκλησις, τρέφων ἀπορρήτῳ δυνάμει, καὶ ποτίζων κραυγάζουσαν· Εὐλογητός εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Σταυρῷ κραταιῶς, πεφραγμένη τῶν παθῶν τὰς τρικυμίας, ἀπετινάξω ὥσπερ θάλασσαν, θεοπτικῶς διατέμνουσα· τῆς ἐπαγγελίας πρὸς γῆν δέ, ἀπαθῶς διαβαίνουσα, κληροδοσίαν κατοικεῖς τὴν ἀδιάρρευστον.

 

Ἀπείροις ὁρμαῖς, τὸ ἑδραῖον καὶ στερρὸν τῆς καρτερίας σου, καταπαλαῖσαι ὁ ἐπίβουλος, τῶν εὐσεβῶν οὐ κατίσχυσεν· ὅθεν τῆς αὐτοῦ ἀπωλείας, κατεπαίρου κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Σαρκοῦται ἐκ σοῦ, Μητροπάρθενε σεμνὴ ὁ ἀκατάληπτος, καὶ ἀναπλάττει ἐν τῇ μήτρᾳ σου, ὡς ἀγαθὸς τὸ ἀνθρώπινον· ὅθεν τῶν φρικτῶν ὡς μεσῖτιν, ἀνυμνοῦντές σε λέγομεν· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

 

ᾨδὴ η'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν  Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε αὐτόν εἰς τοὺς αἰῶνας».

 

Μαρμαρυγαῖς τῶν ἀρετῶν ἀκτινοφωτοειδῶς ἠγλαϊσμένος, εἰς τὸν σύμπαντα κόσμον, διαπεφοίτηκε νῦν , ὁ φθόγγος τῶν κατορθωμάτων σου· ὅθεν σου τὴν μνήμην πιστῶς δοξολογοῦμεν.

 

Ἀνεκλαλήτου τῆς χαρᾶς, ὁ θεόφρων Ζωσιμᾶς κατηξιώθη, σὲ σαφῶς ἐν ἐρημῳ τετηρηκὼς καὶ βοῶν· Ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

 

Συμμετασχοῦσα τῶν γερῶν, καὶ τῆς θείας ἀμοιβῆς ἠξιωμένη, θεοφόρε ἐμνήσθης, τοῦ Ζωσιμᾶ τῆς ὁρμῆς, καὶ τούτῳ συμψάλλουσα ἔλεγες· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ἵνα τὸν ἄνθρωπον Σωτήρ, ἐξαρπάσῃς ὁ Θεὸς τοῦ βροτοκτόνου, σαρκοφόρος ὡράθης, ἐπὶ τῆς γῆς ἀληθῶς, φυλάξας ἁγνὴν τὴν τεκοῦσάν σε· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἐξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη Πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν».

 

Μακαριωτάτης καὶ θείας, ἠξιώθης μεταστάσεως, τῶν μυστηρίων πόθῳ κοινωνήσασα, καὶ τῆς αἴγλης τῆς φωταυγοῦς, πλησθεῖσα Παμμακάριστε, καὶ τῆς ἀφράστου χάριτος, ἠξιωμένη τοῦ Νυμφίου σου.

 

Ἐπὶ τῶν ὑδάτων ἀβρόχως, θεοφόρε ἐπιβέβηκας, τῆς ἐκδημίας γνοῦσα τὸ ἀπόρρητον, καὶ μετέστης τῶν ἐπὶ γῆς, τὸ κάλλος τὸ ἀμήχανον, καταλαβοῦσα πάνσεμνε, καὶ τὴν τερπνότητα τοῦ Κτίστου σου.

 

Λαμπαδηφοροῦσα, καὶ καθωραϊσμένη τῇ λαμπρότητι, τῶν ἀρετῶν τὸν θρόνον τοῦ Παντάνακτος, ἐποπτεύεις καὶ τῆς αὐτοῦ, γλυκείας ὡραιότητος, κατατρυφᾷς θεόληπτε, μετὰ δικαίων συγχορεύουσα.

 

Πόνων καὶ καμάτων πλουσίως, ἀπολαύοντες τὰ ἔπαθλα, παρὰ Θεοῦ Μαρία σὺν θεόφρονι, Ζωσιμᾷ ἅπασιν ἡμῖν, καὶ  νῦν αὐτὸν ἐξιλεώσασθε, τὴν τῶν πταισμάτων ἄφεσιν, παρασχεθῆναι ταῖς ψυχαῖς ἡμῶν.

Θεοτοκίον

Ὤφθης ἀνωτέρα ἁπάντων, ποιημάτων Κόρη Δέσποινα, ὡς τὸν Δεσπότην πάντων ἐν κοιλίᾳ σου, ὑπὲρ λόγον σωματικῶς, βαστάσασα καὶ γάλακτι, μητροπρεπῶς θηλάσασα· ὅθεν σε πάντες μεγαλύνομεν.

 

Ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, ἡ Α' Ὥρα καὶ Ἀπόλυσις.