Ἀπολυτίκιον τοῦ Μάρτυρος, Ἦχος β´Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν· καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ἡμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παῤῥησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Κοντάκιον, Ἦχος δ´. Ὁ ὑψωθεὶς Τῇ τῆς Τριάδος καλλονὴ λαμπρυνθεῖσα, ἡ πενταυγὴς τῶν Ἀθλητῶν θεία φάλαγξ, τὰς τῶν τυράννων ἤμβλυνε δεινὰς προσβολάς, ἄφθονον ἀκίνδυνον, ἀνεμπόδιστον χάριν, ἅπασι πηγάζουσα, τοῖς ἐλπίδι καὶ πόθῳ, ἐνθέως προσιοῦσι δι᾽αὐτῶν, τῷ πάντων Κτίστῃ, Χριστῷ τῷ Θεῷ ἡμῶν. |