Ἀπολυτίκιον, Ἦχος δ´ .Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσης ἡμᾶς, σκέπη τῶν πτερύγων, τῆς ἀῢλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων. Κοντάκιον, Ἦχος β´. ΑὐτόμελονἈρχιστράτηγε Θεοῦ, λειτουργὲ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγέ, καὶ ἀρχηγὲ τῶν Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἴτησαι, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων ἀρχιστράτηγος. |